353
ἐκείνῳ τῷ πρὸς τούτους καταστήσαντι. λέγει τοίνυν, ὡς ἐγὼ τοὺς πρὸς βασιλέα ὅρκους παραβὰς καὶ τὴν θαυμαστὴν ἐκείνην φιλίαν ἀθετήσας, ὑφ' ἧς παρὰ πάντα τὸν ἐκείνου βίον πολλῶν ἀπέλαυσα καὶ μεγάλων ἀγαθῶν, ἐπεβούλευσα τοῖς παισὶ καὶ βασιλίδι τῇ γαμετῇ μετὰ τὴν τελευτήν. εἰ μὲν οὖν ἀκολασίαν κατηγόρει, ἢ ἀσυνεσίαν, ἢ δειλίαν, ἤ τι τῶν ὅσα πρόσκαιρον ἔχει τὴν μέμψιν καὶ ἡ ὕβρις εἰς τὸ σῶμα διαβαίνει, ἤνεγκα ἂν σιγῇ τὴν κατη 2.452 γορίαν αἰδοῖ τῇ πρὸς αὐτόν. εἰ δ' ἐπιορκίας διῴκει, ἣ οὐδὲν ἀσεβείας διενήνοχεν, ἐπιορκία γάρ, φησιν, ἄρνησις θεοῦ, τί λοιπὸν, ἢ μετὰ παῤῥησίας ἀπολύεσθαι τὰ ἐγκλήματα καὶ αὐτὸν ἀποδεικνύναι τοσοῦτον τῇ ἐπιορκίᾳ ἐνεχόμενον, ἢ ὅσον ἐμαυτὸν μάλιστα ἀφεστηκότα. πρὸς μὲν οὖν βασιλέα τὸν μακάριον ἐκεῖνον τὸν πάντ' ἐμοὶ φίλτατον καὶ κεφαλῆς τιμιώτερον αὐτῆς, οὗ καὶ ζῶντος μάλιστα περιειχόμην, καὶ πάντα πόνον ὑπὲρ ἐκείνου τρυφὴν ἡγούμην, καὶ μετὰ τὴν τελευτὴν ἀνεπίληστον τὴν μνήμην περιφέρω, οὔτ' ὀμωμοκέναι φαίην ἂν, οὔτ' ἐπιωρκηκέναι· οὐδὲ γὰρ ὅρκων ἐδεήθη ποτὲ τοῦ μηδὲν φαῦλον ὑποπτεύειν ἕνεκα περὶ ἐμοῦ. αἱ γὰρ καθημέραν πράξεις μυρίων ὅρκων ἦσαν ἰσχυρότεραι, τὴν πρὸς ἐκεῖνον ἐμοῦ πίστιν καὶ φιλίαν καθαρὰν ἀποδεικνῦσαι. τοὺς γὰρ ὅρκους οὐ παρ' ὧν δυσχερὲς ὑποπτεύομεν οὐδὲν, ἀλλ' οἷς μάλιστα ἀπιστοῦμεν, εἰώθαμεν ποιεῖσθαι προσαναγκάζειν. οὐ μὴν διὰ τοῦτο ἐγκλημάτων ἀπολύεσθαι δικαιῶ, ἂν τοῖς ἐκείνου φαίνωμαι παισὶ μετὰ τὴν τελευτὴν ἐπιβεβουλευκώς· ὁμοίως γὰρ ἄν τις ἐνέχοιτο τοῖς ἐγκλήμασι τῆς ἀδικίας, ἄν τ' ὀμωμοκὼς, ἄν τε χωρὶς ὅρκων ἀδικοίη. τοῦτο μὲν οὖν μετὰ τῶν ὅρκων τὴν ἀπόδειξιν ἐξετάσομεν· νυνὶ δ' αὐτὸ τοῦτο ψεύδεσθαι καὶ συκοφαντεῖν τὸν πατριάρχην φαίην ἂν, φάσκοντα ἠθετηκέναι τοὺς πρὸς βασιλέα ὅρκους. εἰ δὲ τοὺς πρὸς βασιλίδα λέγει καὶ 2.453 βασιλέα τὸν υἱὸν, πρῶτον μὲν οὐδ' αὐτοῖς πρότερον ὀμώμοκα· οὐδὲ γὰρ ἐκάλει χρεία τις· τὸν ἴσον δὲ λόγον καὶ περὶ αὐτῶν, ὥσπερ καὶ περὶ βασιλέως, φημὶ δίκαιον εἶναι σώζεσθαι, τὸ καὶ χωρὶς ὅρκων τινὰ μηδὲ αὐτοῖς ἐξεῖναι ἐπιβουλεύειν, μηδὲ παραιρεῖσθαι τὴν ἀρχὴν, εἰ μὴ φανερῶς αἱροῖτο ἀδικεῖν. εἰ δὲ τοὺς ὕστερον ἐπ' αὐτοῦ γεγενημένους λέγει, ἐγὼ μὲν οὐδένα περὶ ἐκείνων ποιεῖσθαι λόγον ἐβουλόμην αἰδοῖ τῇ πρὸς αὐτόν. εἰ δ' ἐκεῖνος ἀναγκάζει τῶν τοιούτων τὴν ἐξέτασιν, εἰ μᾶλλον ἐκεῖνος ἀπὸ τῶν τοιούτων φαίνοιτο ἐπιορκῶν, στέργειν δίκαιον. ἐγὼ γὰρ μετὰ τὴν βασιλέως τελευτὴν ὀλίγῳ ὕστερον, ὁρῶν αὐτὸν τῶν πολιτικῶν πραγμάτων ἄρχειν ἐπιχειροῦντα καὶ ὑποκνιζόμενον εἰς φιλοτιμίαν καὶ δόξαν ἀρχικὴν, τό,τε ἐνδιδόναι πρὸς τὴν ἔφεσιν ὡς ἀλυσιτελὲς ὁρῶν, ὑπώπτευον γὰρ ἐκ τούτου πολλὰς ἀναφυήσεσθαι διχοστασίας καὶ στάσεως ἀφορμὰς, τό,τε κωλύειν φανερῶς τὴν ἐπιχείρησιν φθονερὸν καὶ μοναρχικὸν δοκοῦν, καὶ τοιούτοις ἀμφιβόλοις λογισμοῖς ἐπιπολὺ παλαίσας, τέλος ἔδοξα μᾶλλον, εἰ καὶ μὴ τοῖς πράγμασιν, ἀλλ' ἐμαυτῷ λυσιτελεῖν, ἀποσχέσθαι τῶν πραγμάτων τῆς ἀρχῆς καὶ διάγειν κατ' ἐμαυτὸν, καὶ μὴ τοῖς Ῥωμαίοις αἴτιος κακῶν ὀφθῆναι ἀνηκέστων. καὶ αὐτῷ χρησάμενος πρεσβευτῇ πρὸς βασιλίδα, ἀπειπάμην τὴν ἀρχήν. ἡ δὲ τῷ ἀδοκήτῳ τὴν ἀκοὴν κατα 2.454 πλαγεῖσα, καὶ τῆς κατεχούσης συμφορᾶς οὐκ ἀποδέουσαν νομίσασα τὴν ἐμοῦ ἐκ τῶν πραγμάτων ἀναχώρησιν, παντοία ἦν δεομένη, ὀνειδίζουσα, παρακαλοῦσα, πάντα κινοῦσα κάλων, ὥστε πείθειν τῶν πραγμάτων αὖθις ἔχεσθαι. καὶ τῶν τοιούτων πάντων αὐτὸς ἦν παρ' ἀμφοτέρων πρεσβευτής. ἐπεὶ δὲ ὑπὸ τῶν πολλῶν ἐκείνης λόγων ἐπικλασθεὶς καὶ πρὸς τὴν ὀρφανίαν τῶν παίδων βασιλέως ἀπιδὼν καὶ χηρείαν τὴν ἐκείνης, καὶ ὡς μάλιστα πολλῆς δέονται τῆς προστασίας, ἣν ἐμὲ δίκαιον ἐπιδείκνυσθαι, ἀξίας βασιλεῖ τῆς φιλίας χάριτας τὴν εἰς τοὺς παῖδας ἀποδιδόντα κηδεμονίαν, κἂν εἰ μέλλοιμι κινδύνοις περιπίπτειν, ἐπειθόμην μὲν, οὐ μὴν οὕτως ἀπερισκέπτως, ὥσθ' ὕστερόν τινα καταγινώσκειν ἔχειν ἀβουλίαν· ἀλλὰ καὶ πατριάρχου συμπαρόντος, πολλὰ πρότερον διειλέχθην βασιλίδι περὶ τοῦ μὴ δεῖν προσέχειν συκοφάνταις, οἳ πολλοὶ φυήσονται διαβολὰς καὶ συκοφαντίας κατ' ἐμοῦ συῤῥάπτοντες· οὐ γὰρ ἐάσει