353
τῆς ̓Ασίας τὰς ἠπειρώτιδας πόλεις. ̓Αντώνιος δὲ ἐπυνθάνετο μὲν καὶ ταῦτα, ωσπερ δὴ καὶ ταλλα τὰ ἐν τῇ ̓Ιταλίᾳ δρώμενα, ὑπὸ δὲ τοῦ ερωτος καὶ τῆς μέθης ουτε τῶν πολιτῶν ουτε τῶν συμμάχων ἐφρόντιζε, τῇ Κλεοπάτρᾳ δὲ καὶ τοῖς Αἰγυπτίοις συνετρύφα, μέχρις ου παντελῶς κατελύθη. ὀψὲ δ' ουν ποτε ἐξαναστὰς επλευσεν εἰς Τύρον· τὸν δὲ τοῦ Σέξτου προφασισάμενος πόλεμον ἀπέλιπεν αὐτούς, καὶ παρὰ τὴν ηπειρον μέχρι τῆς ̓Ασίας παρακομισθεὶς εἰς τὴν ̔Ελλάδα διῆλθεν. ενθα τῇ τε μητρὶ καὶ τῇ γυναικὶ ἐντυχών, τόν τε Καίσαρα πολέμιον ἐποιήσατο καὶ τῷ Σέξτῳ ἐσπείσατο. ειτα εἰς τὴν ̓Ιταλίαν περαιωθείς, τινὰ μὲν ταύτης κατέσχε, τινὰ δ' ἐπολιόρκει. καὶ ὁ Καῖσαρ τὰς δυνάμεις ηθροιζε. συνερρωγότων ουν αὐτῶν ἐς τὸν πόλεμον η τε αλλη ̓Ιταλία ἐταράσσετο καὶ ἡ ̔Ρώμη δὲ μάλιστα. ἐν τούτοις ἡ Φουλβία ἐν Σικυῶνι διάγουσα ἐτελεύτησεν. ὡς δὲ τοῦτο ἠγγέλθη, τά τε οπλα κατέθεντο αμφω καὶ συνηλλάγησαν. καὶ Καῖσαρ μὲν Σαρδώ τε καὶ ∆αλματίαν τήν τε ̓Ιβηρίαν καὶ τὴν Γαλατίαν ἐκληρώσατο, ̓Αντωνίῳ δὲ πάντα τὰ αλλα τὰ ὑπὲρ τὸν ̓Ιόνιον τά τε ἐν τῇ Εὐρώπῃ καὶ τὰ ἐν τῇ ̓Ασίᾳ ̔Ρωμαίοις οντα ἐπέλαχε· τὰ δ' ἐν τῇ Λιβύῃ εθνη ὁ Λέπιδος καὶ τὴν Σικελίαν ὁ Σέξτος ειχον. Τὴν μὲν ουν ἀρχὴν ουτως αυθις ἐδάσαντο, τὸν δὲ πρὸς τὸν Σέξτον πόλεμον ἐκοινώσαντο· καὶ ἐπὶ ταῖς καταλλαγαῖς εἱστίασαν ἀλλήλους ἐν τοῖς περὶ τὸ Βρεντέσιον στρατοπέδοις, Καῖσαρ μὲν ῥωμαϊκῶς τε καὶ στρατιωτικῶς, ̓Αντώνιος δὲ ἀσιανῶς τε καὶ αἰ2.404 γυπτίως. κατηλλαγμένων δ' αὐτῶν ὡς ἐδόκουν, περιστάντες τὸν ̓Αντώνιον οἱ τότε συνόντες τῷ Καίσαρι ἀπῄτουν παρ' αὐτοῦ τὰ χρήματα α ἀπὸ τῆς μάχης τῆς ἐν Φιλίπποις ὑπέσχοντο σφίσι, δι' α καὶ ἐς τὴν ̓Ασίαν, οπως πλεῖστα ἀθροίσειεν, εσταλτο. καν ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μὴ σφᾶς ὁ Καῖσαρ κατέσχεν, ἐλπίσι μετεωρίσας αὐτούς. καὶ μετὰ τοῦτο τοῦ πρὸς τὸν Σέξτον πολέμου ηπτοντο. λιμοῦ δὲ τοὺς ἐν τῇ ̔Ρώμῃ τοῦ Σέξτου θαλασσοκρατοῦντος πιέζοντος, τελῶν τε πολλῶν καὶ παντοίων ἐπιτασσομένων αὐτοῖς, δεινῶς ησχαλλον, καὶ οὐκέθ' ἡσύχαζον, ἀλλὰ παρεκάλουν σφᾶς σπείσασθαι τῷ Σέξτῳ. ὡς δ' οὐκ επειθον, πρὸς τὸν Σέξτον ἀπέκλιναν, καὶ τοὺς ἐν ταῖς ἀρχαῖς οντας λίθοις ἐξήλασαν ἐκ τῆς ἀγορᾶς, τάς τε τοῦ Καίσαρος καὶ τοῦ ̓Αντωνίου εἰκόνας κατέβαλον, καὶ ἐπ' αὐτοὺς ὡς ἀποκτενοῦντες σφᾶς ωρμησαν. οθεν ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ακοντες ἐπικηρυκεύσασθαι. καὶ πρῶτον μὲν διὰ τῶν ἑταίρων αὐτῷ διειλέχθησαν, επειτα καὶ αὐτοὶ ἐς λόγους ηλθον. καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις, ωστε τοὺς αὐτομολήσαντας τῶν δούλων ἐλευθέρους ειναι, καὶ τοὺς ἐκπεσόντας πλὴν τῶν σφαγέων κατελθεῖν, καί τισιν αὐτῶν δημαρχίας τε καὶ στρατηγίας καὶ ἱερωσύνας εὐθὺς δοθῆναι, αὐτὸν δὲ τὸν Σέξτον υπατόν τε αἱρεθῆναι καὶ οἰωνιστὴν ἀποδειχθῆναι κἀκ τῆς πατρῴας οὐσίας χιλίας πεντακοσίας πεντήκοντα μυριάδας δραχμῶν κομίσασθαι, καὶ Σικελίας καὶ Σαρδοῦς τῆς τε ̓Αχαΐας ἐπὶ πέντε ετη αρξαι, μὴ αὐτομόλους δεχόμενον, μὴ ναῦς ἐπικτώμενον, μή τινα ἐν τῇ ̓Ιταλίᾳ εχοντα φρούρια, ἀλλὰ τήν τε εἰρήνην τὴν ἐν τῇ θαλάσσῃ αὐτῇ πρυτανεύοντα καὶ σῖτον τοῖς ἐν τῇ πόλει τακτὸν πέμποντα. 2.405 Τὰς γοῦν συνθήκας ταύτας συγγραψάμενοι, καὶ τὰ γραμματεῖα ταῖς ἱερείαις ταῖς ἀειπαρθένοις παραθέμενοι, δεξιάς τε σφίσιν εδοσαν καὶ ἀλλήλους ἐφίλησαν· καὶ ἐπὶ τούτοις απλετος ἠγέρθη βοὴ κἀκ τῆς ἠπείρου κἀκ τῶν νεῶν, ωστε καὶ τὰ ορη συνηχῆσαι. μετὰ ταῦτα μέντοι οι τε αλλοι ὑπεδέχοντο ἀλλήλους καὶ ἀνθειστίων καὶ αὐτοὶ ἐκεῖνοι, πρότερος μὲν ὁ Σέξτος ἐν τῇ νηί, επειτα καὶ ὁ Καῖσαρ ο τε ̓Αντώνιος ἐν τῇ ἠπείρῳ. δυνηθεὶς δὲ ὁ Σέξτος αμφω σὺν ὀλίγοις ἐν τῷ σκάφει οντας κτανεῖν, ὡς καὶ ὁ ἐξελεύθερος αὐτῷ Μηνᾶς συνεβούλευσε, τεμεῖν εἰπὼν εἰ βούλοιτο τὸ πρυμνήσιον καὶ ἀποπλεῦσαι, οὐκ ἠθέλησεν, ἀλλὰ καὶ τὴν θυγατέρα Μάρκῳ Μαρκέλλῳ τῷ τοῦ Καίσαρος ἀδελφιδῷ ἐνηγγύησε. Καὶ ουτος μὲν ὁ πόλεμος ἀνεβέβλητο· ἐς τὴν ̔Ελλάδα δὲ ὁ ̓Αντώνιος ἀπὸ τῆς ̓Ιταλίας ἐπανελθὼν ἐπὶ πλεῖστον ἐν ταύτῃ διέτριψε, τάς τε ἐπιθυμίας ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, ὡς ἀσθενέσταται τῷ Σέξτῳ