353
κληθῆναι. ουτω φλυαροκοποῦσιν οἱ αφρονες Ελληνες. Σαβελλιανοί. ἀπὸ Σαβελλίου. ουτοι τριώνυμον ελεγον μίαν ὑπόστασιν ἐν θεότητι, τὸν αὐτὸν ειναι πατέρα καὶ υἱὸν καὶ πνεῦμα δογματίσαντες οἱ παράφρονες, συναναιροῦντες τὰς τρεῖς sigma.1626 ὑποστάσεις, ο ἐστι συγχέοντες, εν πρόσωπον λέγοντες τὰ τρία. Σαβά. Αἰθιοπικὸν εθνος. Σαδδουκαῖοι. αιρεσις ̓Ιουδαίων. λέγουσι μὴ ειναι ἀνάστασιν, μήτε αγγελον, μήτε πνεῦμα. παχύτεροι γὰρ ουτοι καὶ περὶ τὰ σωματικὰ ἐπτοημένοι. Σαδδουκαῖοι δὲ ἑρμηνεύονται δίκαιοι. σέδεκ γὰρ ἡ δικαιοσύνη. Σακεσφόροι. ὁπλοφόροι, ἀσπιδοφόροι. ἀπὸ τοῦ σάκος, ο ἐστιν ἀσπίς. †τὸ δὲ σάκος, ἀπὸ Σάκων, τῶν πρῶτον εὑρόντων. η ἀπὸ τοῦ σάγων· σάγος καὶ σάκος.† Σακέσπαλοσ. πολεμικός. ἀπὸ τοῦ πάλλειν καὶ κινεῖν τὴν ἀσπίδα. sigma.1627 †Σαλάγγων. ονομα ποταμοῦ.† Σάλοσ. ὁ κλύδων. ἡ τῶν κυμάτων κίνησις. Σάνδυξ. χρῶμα κόκκινον. Σακερδώσ. κύριον. *καὶ κλίνεται σακερδῶτος.* σακέρδιος δὲ ὁ ἱερεὺς, ῥωμαϊστί. ὁ τὰ σάκρα ερδων. σάκρον δέ ἐστι τὸ δημοσίᾳ ἀφιερωθέν. Σαπρὸς καὶ σαπρία, ὁ ἀφανισμόσ. ἀπὸ τοῦ σήπω, ὡς λέπω λεπρός. Σάρβηλοσ. κύριον. †Σαρδιαίων. ἐθνικόν.† Σαρδόνιος γέλωσ. ὁ καθ' ὑπόκρισιν. καὶ σάρδιον, βοτάνη δηλητήριος, ητις απαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν σπασμῷ ὑποβάλλει, ὡς καὶ τῶν χειλέων συσταλέντων τοὺς ὀδόντας γυμνοῦσθαι καὶ γέλωτος φαντασίαν παρέχειν τοῖς ὁρῶσιν. ενιοι δὲ ἐφύβριον ὀνομάζουσι τὸν σαρδόνιον γέλωτα. εστι δὲ καὶ λίθος ουτω καλούμενος. †Σάτυροι καὶ Βάκχαι. τὰ ἐν ἀνθρώποις αἰσχρὰ καὶ ἀκόλαστα πάθη.† Σάτυροσ. χορευτὴς τοῦ ∆ιονύσου. παρὰ τὸ σάθη σάθυρος καὶ σάτυρος. ὡς αλμη ἁλμυρός. κατωφερὲς γάρ ἐστι τὸ γένος τῶν Σατύρων. καὶ σάτυρος ζῶον. sigma.1628 Σατράπησ. βασιλεὺς, η αρχων, η στρατηγός. Σαυρωτήρ. οπου ἐμπήγνυται τὸ σίδηρον τοῦ δόρατος. παρὰ τὸ σταυροῦσθαι καὶ ὀρθοῦσθαι ἐπ' αὐτῷ τὸ δόρυ, σταυρωτὴρ τὶς ων, καὶ ἀποβολῇ τοῦ ˉτ σαυρωτήρ. Σαρκικόσ. ὁ πνεύματος καὶ ψυχῆς πάντη που ἀμελῶν. Σακερδώσ. κύριον. καὶ σακερδὼ, ὁ αιλουρος. Σαβαώθ. κύριος δυνάμεων, στρατιῶν. ̔Ησαΐας· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα. Σατᾶν. ὁ ἀντικείμενος τῇ ̔Εβραίων φωνῇ. (Θηλυκόν.) Σάγη. †τὸ σάγμα,† περιβόλαιον, σκέπη. Σαγήνη. τὸ δίκτυον. σαγίνη δὲ, τὸ οπλον, ˉι. Σάϊσ. πόλις. καὶ κλίνεται Σάεως. Σαῖνα. †τὸ αἰδοῖον.† ἡ μοῖρα. Σαῖποσ. ἡ ἁλιευτικὴ ἐλαία. Σάλπιγξ. παρὰ τὸ σαλπίζω. τοῦτο παρὰ τὸ επω, τὸ λέγω, εψω, εψ, ὀπὴ, ὀπίζω, καὶ μετὰ τοῦ σέλας, ο σημαίνει τὴν λαμπηδόνα, σελαπίζω, καὶ σάλπιγξ. Σαλαμβάδεσ. αἱ θυρίδες, αἱ ἀεὶ ἐν σάλῳ ουσαι. η παρὰ τὸ δι' αὐτῶν εἰσβαίνειν τὸ φῶς. Σαμβύκη. ειδος ὀργάνου. sigma.1629 Σαλαμίσ. ονομα πόλεως. ἀπὸ Σαλαμῖνος τινὸς ̓Ασωποῦ θυγατρός. Σαμάρεια. ἀπὸ τοῦ σήματος τοῦ Αρεως, οτι ἐν αὐτῷ Αρης ̓Ασκαλάφῳ τῷ υἱῷ τύμβον εχευε, ἐν ῳ καὶ ἐπίγραψεν ουτως· Σῆμ' Αρεως ετοιμον βεβοημένον ̔Ελλάδι φήμῃ ..ουνεκ' Αρης τέκνον εχωσε πόλιν. *Σαβέτ. ἐστὶν ἡ ἀνάπαυσις. ἐξ ου τὸ σάββατον.* Σανίσ. τὸ ἐπίμηκες ξύλον. οἱονεὶ τετανὶς, παρὰ τὸ τετάσθαι. Σαπφώ. παρὰ τὸ σαφής. η παρὰ τὸ σάφω Σαφὼ, ὡς καλύψω Καλυψὼ, κλώθω Κλωθὼ, καὶ πλεονασμῷ τοῦ π Σαπφώ. η παρὰ τὸ σαφῶ, τὸ σαφηνίζω. Σαργάνη. σχοινίον. εστι δὲ καὶ ειδος σπυρίδος. παρὰ τὸ σάγος σαγάνη καὶ πλεονασμῷ τοῦ ˉρ σαργάνη. Σάρισσα. ειδος οπλου. Σαρωνὶσ καὶ Σαρωνικὸν πέλαγος, ἐπειδὴ Σάρων τὶς κυνηγὸς ἐπιδιώκων ἐκεῖσε κατεκρημνίσθη εἰς θάλασσαν. Σάρξ. αιμα πεπηγὸς ἀπὸ φύσεως. η στοιχείων συνδρομή. σάρξ ἐστιν οὐσία ῥευστὴ ἐξ αιματος καὶ φλέγματος καὶ χυμοῦ καὶ χολῆς συνισταsigma.1630 μένη, ηγουν ἐξ ἀέρος καὶ γῆς καὶ πυρὸς καὶ υδατος, τουτέστιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ, ὑγροῦ. ὁ ηλιος τὸ θερμὸν καὶ ζωτικόν· ὁ ἀὴρ τὸ ψυχρόν· ἡ γῆ τὸ ξηρόν· τὸ υδωρ τὸ ὑγρόν. σύρκα λέγουσιν οἱ Αἰολεῖς τὴν σάρκα, διὰ τὸ σύρεσθαι ἀπ' αὐτῆς τὸ δέρμα. Σαρκὸς ἀπόθεσισ. ἡ σαρκικὴ ἡδονή. Σάρδισ. πόλις. ὡς παρὰ τὸ οφιες καὶ πόλιες κράσει τοῦ ˉε καὶ ˉι εἰς ˉι μακρὸν γίνεται αἱ πόλις καὶ οἱ οφις, ουτω καὶ παρὰ τὸ Σάρδιες γίνεται Σάρδις, καὶ οἱ