353
ὁμολογήσειεν, ἔτι τε ὅτι πᾶσα εἰκὼν ὁμωνύμως τῷ αὐτῆς πρωτοτύπῳ κέκληται διὰ τοῦ εἰπεῖν "4ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται"5, ὡς καὶ ὁ Νυσσαεὺς θεῖος Γρηγόριος ὧδέ πού φησι· πρόκειται ὁ Ἰσαὰκ τῷ πατρὶ παρ' αὐτῷ τῷ θυσιαστηρίῳ. φωνὴ τῶν ἐν Ἀντιοχείᾳ συνεδρευσάντων πατέρων· οὐχ ὡς ἕτερον τῇ μορφῇ, ἀλλ' ὡς αὐτὸν ἕνα Κύριον ἐν μιᾷ μορφῇ ὄντα, καθ' ὃν καὶ χαρακτὴρ εἷς πεφυκὼς τῆς τοῦ πατρὸς ὑποστάσεως καὶ πρὸ σαρκὸς ἀσώματος εἷς τε ἦν καὶ ἐν σαρκὶ εἷς ἐστι καὶ ἐν εἰκόνι ὁ αὐτὸς εἷς ὑπάρχει, μὴ διαιρούμενος εἰς δύο χαρακτῆρας μήτε δὲ σχιζόμενος εἰς δύο δόξας, ἀλλ' εἰς μίαν συναγόμενος. καὶ μεθ' ἕτερα· ἀλλ' ὥσπερ αὐτὸς εἷς ἐστιν ἐκ δύο τῶν ἐναντίων καὶ εἰς ἓν συνάγεται πρόσωπον, οὕτω καὶ ἡ εἰκὼν αὐτοῦ μία τέ ἐστι καὶ τοῦ αὐτοῦ ἑνὸς Χριστοῦ. καὶ οὐχ ἕτερον χαρακτῆρα ἐροῦμεν τὸν κατὰ σάρκα ἐπιφανέντα ἡμῖν καὶ ἕτερον τὸν κατ' εἰκόνα σχηματιζόμενον χαρακτῆρα ἐν εἴδει μορφῆς αὐτοῦ, ἀλλὰ τὸν αὐτὸν ἕνα, ἐπεὶ μήτε καθὸ σῶμα ὁ χαρακτὴρ εἴρηται, ἀλλὰ καθὸ ἀσώματον. καὶ τοῦτο μᾶλλον διὰ τοῦ θείου Χρυσοστόμου διευκρινηθήσεται, τὸν χαρακτῆρα οὐράνιον λέγοντος, ἐπείπερ καὶ ἐξ οὐρανοῦ οὐ καθὸ σῶμα, ἀλλὰ καθὸ ἀσώματον ὁ μονογενὴς θεὸς κατελθὼν ἐκ τῶν οὐρανῶν ἐσαρκώθη καὶ ἐπέφανε, σῶμα περιθέμενος τὸ ἡμέτερον. καὶ μετ' ὀλίγα· οὐκοῦν, ἐπεὶ κατὰ ἀναφορὰν αὐτὸν δείκνυσι τὸν χαρακτῆρα, αὐτὸν Χριστὸν προσκυνοῦμεν καὶ οὐ τὴν ὕλην, τεχνικῶς σχηματιζομένην ἐν τῇ εἰκόνι. δεῦρο τρανοτέρα ἡ δογματικὴ διασάφησις, πρῶτον μέν, ὅτι μία μορφὴ ἐπ' ἀμφοῖν, τοῦ τε Χριστοῦ καὶ τῆς εἰκόνος, ἔπειτα, ὅτι αὐτὸς ὁ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως ἐν εἰκόνι τῷ εἴδει τῆς μορφῆς αὐτοῦ ἐκφαινόμενός τέ ἐστιν ὁμοῦ καὶ προσκυνούμενος ἀσχίστῳ δόξῃ. Λειπόμενός ἐστιν ὁ τέταρτος τρόπος τῆς ἀρχαίας νομοθεσίας. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, ὦ φιλανθρωπότατε, καὶ ἴδε τὴν ὑπ' οὐρανόν, ἐξ αὐτοῦ τοῦ ἀποστολικοῦ κηρύγματος πανταχοῦ γῆς τε καὶ θαλάσσης δι' ἱερῶν ναῶν, θείων τε σκευῶν καὶ σεπτῶν ἀναθημάτων τὸν Χριστὸν ἐξεικονισμένον φέρουσαν καὶ αὐτοῖς ἔργοις φωνὴν ἀφιεῖσαν ὅτι Χριστὸς βεβασίλευκε τῶν ἐπὶ γῆς κατὰ τὸ ᾀδόμενον ∆αυιτικῶς, αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· καί, ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ κατὰ τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον καὶ ὅτι πάντα ὀλβίου φωτὸς πεπλήρωται, ἐληλυθότος τοῦ εἰπόντος, ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. οἷα γὰρ τὰ ὁρώμενα; ὧδε μὲν ἐν σπηλαίῳ τικτόμενος καὶ ὑπ' ἀγγέλων δοξαζόμενος, δεῦρο δὲ ἐπ' ὠλένης ὑπὸ τῆς μητρὸς βασταζόμενος καὶ ὑπὸ μάγων προσκυνούμενος· εἶτα ἐν μειρακίοις, ὁπηνίκα μέσος τῶν διδασκάλων ὦπται καθήμενος· ἔπειτα βαπτιζόμενος ὑπὸ τοῦ Προδρόμου, εἶτα θαυματουργῶν σὺν ἀποστόλοις, ἐπὶ τὸν σταυρὸν ἀνιών, ἀποπνέων, θαπτόμενος, ἀνιστάμενος, εἰς οὐρανοὺς ἀνερχόμενος. τούτοις οὖν πᾶσιν εἰκονικῶς ἐνατενίζοντες, ὡς τηνικαῦτα αὐτοπτικῶς οἱ ἀπόστολοι, εἴποιμεν ἂν εἰκότως καὶ ἡμεῖς· ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Αὕτη οὖν ἐστιν ἡ ἐξ αἰῶνος κηρυττομένη πίστις, ταύτην ἠσπάσαντο αἱ ἅγιαι σύνοδοι καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ πανταχοῦ κατὰ τόπον ἐκκλησίαι, ἔν τε ἀνατολῇ καὶ δύσει, βορρᾷ τε καὶ θαλάσσῃ· ἣν καὶ ἡμεῖς οἱ ἐλάχιστοι ἀσπαζόμενοι εὐχόμεθα καὶ ὑπερευχόμεθα ὀφειλομένως τῆς θεοφιλοῦς ὑμῶν βασιλείας. 533 {1Πέτρῳ Νικαίασ}1 Ἤκουσεν πάντως ἡ ἱερά σου ἀκοὴ τὸ περὶ τὸν μακάριον καὶ κοινὸν πατέρα ἡμῶν μητροπολίτην Συννάδων πάθος καὶ ὠδύρατό σου ἡ ἁγία ψυχὴ ἐπ' αὐτῷ τὰ εἰκότα, ἐπεὶ καὶ ἔτι τοῦ στεναγμοῦ οὐκ ἀποπαύσοι οὐδὲ τῆς οἱονεὶ ἐκ τῆς διχοτομίας γενομένης ἀλγηδόνος ἀπολήξειεν. ἀλλὰ δεῦρο καὶ παρ' ἡμῶν, ὦ τριπόθητε, διδάχθητι ἐνεργέστερον, ὡς ἂν καὶ ἡμεῖς τὸ ὀφειλόμενον χρέος τίσωμεν καὶ αὐτὸς ἱστορικώτερον ἐπιγνοὺς τὰ κατ' αὐτὸν ῥᾳστώνην τινὰ λάβοις ἐκ τῆς ἐξηγορίας. ὤ, ὤ, πῶς ἀδακρυτὶ ἐνέγκοιμεν τὸ