354
γε ὁ φθόνος ἠρεμεῖν. ἀλλ' εἰ μέν τι τοιοῦτον κατηγοροῖεν, ὁποῖον ἂν καὶ αὐτὴν ἐκ τῶν λεγομένων τὸ ψεῦδος συνιδεῖν, ἀποπέμπεσθαι πρὸς ὀργὴν καὶ μισεῖν τοὺς συκοφάντας. ἂν δ' ἐφάπτηται τῆς ψυχῆς καὶ ἀμφιβολίαν ἐμποιῇ, μὴ ἄρα ἀληθῆ τὰ κατηγορημένα εἴη, μὴ καταψηφίζεσθαι αὐτίκα, μηδὲ πρὸς τὸ ἀμύνεσθαι χωρεῖν, ἀλλὰ καλεῖν ἐπὶ τὴν δίκην καὶ καιρὸν παρέχειν πρὸς ἀπολογίαν. κἂν μὲν ἀδικῶν καὶ ἐπιορκῶν ἐλέγχωμαι, διδόναι δίκας, ἂν δ' ἀπολύωμαι τὰ ἐγκλήματα, τοὺς κατηγόρους τοῦθ' 2.455 ὅπερ εἰσὶν ἡγεῖσθαι, συκοφάντας. ἡ βασιλὶς μὲν οὖν πρὸς τοὺς λόγους οὐκ ἐπείθετο, οὐδὲ δικῶν ἔφασκε καὶ ἐλέγχων πρὸς ἐμὲ δεήσεσθαι, ἀλλ' ἀνυπεύθυνον παρείχετο τὴν ἀρχήν. ἐμοῦ δὲ οὐκ ἀνιέντος, ἀλλὰ βιαζομένου τὴν περὶ τῆς δίκης ἐπαγγελίαν, ἐπείθετο ἀναγκασθεῖσα, καὶ ὅρκους ἀλλήλοις παρειχόμεθα ἐπὶ τοῦ πατριάρχου, τὴν μὲν μηδεμίαν κατ' ἐμοῦ ἀπόφασιν ἐξενεγκεῖν ποτε, πεισθεῖσαν συκοφάνταις, ἀλλ' ἐπὶ τὴν δίκην καλεῖν καὶ ἐλέγχους ποιεῖσθαι τῶν ἀδικημάτων· ἐμὲ δὲ μηδέποτε περὶ αὐτὴν ἀγνωμονήσειν, μηδ' ἐπιβουλεύσειν αὐτῇ καὶ τοῖς παισὶ πρὸς τὴν ἀρχὴν, ἀλλὰ πᾶν ὁτιοῦν ὑπέρ τε αὐτῶν καὶ τῆς κοινῇ Ῥωμαίων ὠφελείας πράττειν. ἐγὼ δὲ καὶ τούτων οὕτω κατεσκευασμένων, ἔτι τὴν γυναικείαν δεδιὼς ἀσθένειαν, μὴ οὐχ οἵατε ᾖ οὕτω μεγαλοφροσύνην καὶ λογισμῶν ἐπιδείκνυσθαι περιουσίαν, ἀλλ' ἀπατηλοῖς καὶ περιέργοις λόγοις καὶ συκοφαντίαις παραχθεῖσα πρὸς τὸν κατ' ἐμοῦ πόλεμον ὁρμηθῇ ἡ βασιλὶς, τὸν πατριάρχην μόνον παραλαβὼν καὶ πολλῶν ὑπομνήσας εὐεργετημάτων ὑπηργμένων παρ' ἐμοῦ, ἔπειτα ἐδεόμην τῶν ὑπὲρ ἐμοῦ δικαίων ἔχεσθαι καὶ βασιλίδι παραινεῖν, ἐπεὶ συνεῖναι τὸν πάντα χρόνον μέλλει Βυζαντίῳ ἐνδιατρίβων, μὴ πείθεσθαι τοῖς συκοφάνταις, μηδὲ πρὸ δίκης ἐμοῦ καταψηφίζεσθαι, ὡς τῆς ἐκ τούτου ὠφελείας οὐκ εἰς μόνον ἐμὲ διαβαινούσης, ἀλλ' εἰς ἅπαντας κοινῇ Ῥωμαίους· ὧν δίκαιον αὐ 2.456 τὸν ἁπάντων προνοεῖν, ποιμένα καὶ κηδεμόνα καὶ διδάσκαλον ὑπὸ θεοῦ κεχειροτονημένον. ὁ δ' αὐτίκα ὤμνυεν ἀναστὰς, ὡς οὐδὲν ἧττον ἢ πατὴρ παιδὸς προνοήσειε γνησίου καὶ τῶν ὑπὲρ ἐμοῦ δικαίων οὕτως ἀνθέξεται, ὡσπερανεὶ αὐτὸς παρῆν, καὶ τοὺς συκοφάντας, εἴ τινες ὀφθεῖεν, μάλιστα μὲν ἀπελέγξειν ψευδομένους, καὶ παντὶ σθένει τῆς ἐκ τούτων βλάβης ἀπείρατον διατηρήσειν. εἰ δ' οὖν, ἀλλὰ τοῦτό γε πάντως ἐμοὶ φυλάξειν τὸ μὴ πρὸ δίκης καταψηφισθῆναι. δεῆσαν δὲ καὶ δὶς καὶ τρὶς περὶ τῶν αὐτῶν διαλεχθῆναι, τοσαυτάκις ὤμνυε τὰ ἴσα οὐχ ἱερεῦσι μόνον πρέποντα, ἀλλὰ καὶ ἰδιώταις ὅρκον. ὁ οὖν θαυμαστὸς οὗτος κηδεμὼν καὶ τοῦ δικαίου φύλαξ, πρὶν δέκα ἐξήκειν ἡμέρας μετὰ τὴν ἐμὴν ἐκ Βυζαντίου ἀναχώρησιν, τῷ παρακοιμωμένῳ πεισθεὶς συκοφαντήσαντι, ὅτι βούλομαι κατάγειν αὐτὸν τοῦ θρόνου καὶ ἀντεισάγειν Παλαμᾶν, ἐκίνει τὸν ἐμφύλιον πόλεμον αὐτὸς, σαφέστατα εἰδὼς, ὡς συκοφαντεῖ. ἀμυνόμενος δὲ ἐμὲ τῆς εἰς αὐτὸν, ὡς ᾤετο, ἀγνωμοσύνης, καὶ βασιλίδα ἐξηπάτα ὑπ' οὐδενὸς ἑτέρου δυναμένην τοῦτο πάσχειν, καὶ τὸν πόλεμον ἐκίνει, φεῦ, ὁ τὴν εἰρήνην τοῖς ἄλλοις παρέχων καὶ τοῦ εἰρηνικοῦ καὶ πρᾴου μαθητὴς, μήτε ὅρκους αἰδεσθεὶς, οὓς χθὲς καὶ πρώην ὀμωμόκει, μήτε τῆς Ῥωμαίων συμφορᾶς, ἧς ἔμελλον διὰ τὸν πόλεμον πειράσεσθαι, εἰς ἔννοιαν ἐλθὼν, ἀλλὰ πρὸς ἓν μόνον βλέπων, ὅπως ἐμὲ ἀνέλῃ τὸν οὐδὲν ἠδικηκότα. καὶ οὐδὲ μέχρι νῦν κόρον ἔσχηκε τῶν ἐπι 2.457 βουλῶν καὶ συκοφαντιῶν, ἀλλὰ καὶ μετὰ τὴν τοσαύτην τῶν αἱμάτων χύσιν καὶ τὴν αἰχμαλωσίαν τῶν δυστυχῶν Ῥωμαίων καὶ τὰς διαρπαγὰς καὶ τὰς λεηλασίας καὶ τὴν κοινὴν πανωλεθρίαν, ὡς εἰπεῖν, οὐ πρὸς ἔλεον κατεκάμφθη, οὐδὲ οἶκτον ἔλαβέ τινα τῶν ἀτυχούντων, ἀλλὰ πάντα μᾶλλον φορητότερα αὐτῷ, ἢ ἡ πρὸς ἐμὲ εἰρήνη. ἀλλ' ἴσως ἐρεῖ, ὥσπερ δῆτα πυνθάνομαι καὶ λέγειν, βουλόμενος βασιλίδα μᾶλλον ἐρεθίζειν πρὸς τὸν πόλεμον, ὡς, ἕως μὲν ὀρθοῖς ἑώρα καὶ δικαίοις ἐμὲ χρώμενον λογισμοῖς καὶ τὰ συνοίσοντα τοῖς βασιλέως βουλευόμενον παισὶν, εὔνους ἦν καὶ αὐτὸς καὶ ἐνέμενε τοῖς ὅρκοις. ἐπεὶ δ' ἐξετράπην τῶν δεόντων καὶ εἱλόμην ἀδικεῖν, δίκαια ποιῶν αὐτὸς ἀμύνεται ὑπὲρ τῶν βασιλέως παίδων. καὶ τίς τούτων ἡ