354
παραδοθῶσι, καὶ αλλα δὲ πολλὰ ἐξεδιῃτήθη παρὰ τὰ πάτρια, καὶ ∆ιόνυσον νέον ἑαυτὸν ἐκάλει καὶ παρὰ τῶν αλλων ὀνομάζεσθαι ηθελε. καὶ τῶν ̓Αθηναίων διὰ ταῦτα τὴν ̓Αθηνᾶν αὐτῷ κατεγγυωμένων, δέχεσθαί τε τὸν γάμον εφη καὶ προῖκα μυριάδας ἑκατὸν ἐπράξατο παρ' αὐτῶν. Κἀκεῖνος μὲν περὶ ταῦτα ειχε, τὸν δὲ Βεντίδιον τὸν Πούπλιον εἰς τὴν ̓Ασίαν προέπεμψεν. ος τῷ Λαβιηνῷ συμμίξας μετά τε τῶν περὶ αὐτὸν ̔Ρωμαίων καὶ τῶν Πάρθων παραταξαμένῳ τρέπεται τούτους· καὶ πολλοὶ μὲν τῶν Πάρθων παρὰ τῶν πολεμίων ἐσφάγησαν, πλείους δὲ ὑπ' 2.406 ἀλλήλων ἐφθάρησαν ἐν τῇ φυγῇ συμπατούμενοι, οι τε περιλειφθέντες εἰς Κιλικίαν εφυγον. ὁ Λαβιηνὸς δὲ αυθις ἡτοιμάζετο ηξειν ἐς χεῖρας αὐτῷ. οἱ δὲ στρατιῶται ἀθυμοῦντες διὰ τὴν τῶν βαρβάρων φυγήν, ἀποδρᾶναι νυκτὸς ἐπεχείρησαν. καὶ τοῦτο ἐξ αὐτομόλου προγνοὺς ὁ Βεντίδιος, πολλοὺς μὲν ἐν τῇ ἀποχωρήσει λοχήσας ἀπέκτεινε, τοὺς δὲ λοιποὺς εἰς ἑαυτὸν ἐπεσπάσατο. ἐκεῖνος δὲ τότε μὲν διέφυγεν, υστερον δὲ ὑπὸ ∆ημητρίου ἑάλω, ος τοῦ προτέρου Καίσαρος ἐξελεύθερος ων, τότε παρὰ τοῦ ̓Αντωνίου εἰς Κύπρον ἀπέσταλτο. Βεντίδιος δὲ τὴν Κιλικίαν ἐκομίσατο καὶ Σίλωνα μεθ' ἱππέων εἰς τὸν ̓Αμανὸν προέπεμψεν, ορος δὲ τοῦτό ἐστιν ἐν μεθορίοις Κιλικίας καὶ Συρίας κείμενον, κομιδῇ στενὴν εχον τὴν δίοδον· ενθα καὶ ἐκινδύνευσεν αν ὑπὸ τῶν παρὰ τοῦ Πακόρου τεταγμένων φυλάττειν αὐτό, εἰ μὴ κατὰ τύχην ὁ Βεντίδιος μαχομένῳ αὐτῷ ἐπιστὰς ἐβοήθησε. καὶ ουτω τήν τε Συρίαν, πλὴν τῶν ̓Αραδίων, παρέλαβεν, ειτα καὶ τὴν Παλαιστίνην κατέσχεν. ̓Αππίου δὲ Κλαυδίου καὶ Γαΐου Νωρβανοῦ ὑπατευόντων τὸ πλῆθος πρὸς τοὺς τελώνας βαρυνόμενον ταῖς εἰσπράξεσιν ἐστασίασε, κἀκείνοις καὶ τοῖς ὑπηρέταις τοῖς τε στρατιώταις τοῖς συνεισπράττουσι σφίσι τὰ χρήματα ἐς χεῖρας ῃεσαν. ̔Ο δὲ Καῖσαρ τὴν Λιβίαν εγημεν. ην δὲ θυγάτηρ μὲν Λιβίου ∆ρούσου, ος ἑαυτὸν μετὰ τὴν ἐν Μακεδονίᾳ ητταν διεχειρίσατο, γυνὴ δὲ τοῦ Νέρωνος, καὶ εγκυος ην ἐξ ἐκείνου μῆνα εκτον. διστάζοντος δὲ διὰ τοῦτο τοῦ Καίσαρος ἀγαγέσθαι αὐτὴν ἐν γαστρὶ εχουσαν, οἱ ἱερεῖς οἱ ποντίφικες, εἰ μὴ ἀνόσιον ειη τοῦτο, ἐρωτηθέντες ειπον ὡς εἰ μὲν ἐν ἀμφιβόλῳ τὸ κύημα ην, ὑπερτεθῆναι τὸν γάμον 2.407 ἐχρῆν, ὁμολογουμένου δὲ αὐτοῦ οὐδὲν κωλύει αὐτὸν γενέσθαι, τάχα μὲν ουτως καὶ ἐν τοῖς πατρίοις τοῦτο εὑρόντες, εἰ δὲ καὶ μὴ ευρον, ουτως αὐτὸ εἰπόντες διὰ τὸν Καίσαρα. ἐξέδωκε δὲ αὐτὴν αὐτὸς ὁ ἀνὴρ ωσπερ τις πατήρ. συνοικοῦσα δὲ ηδη ἡ γυνὴ τῷ Καίσαρι τίκτει Κλαύδιον ∆ροῦσον Νέρωνα, καὶ αὐτὸν ὁ Καῖσαρ τῷ πατρὶ επεμψεν· ος τελευτῶν πολλῷ υστερον τούτῳ τε καὶ τῷ Τιβερίῳ ἐπίτροπον αὐτὸν τὸν Καίσαρα καταλέλοιπεν. ̓Εν δὲ τούτῳ ὁ Καῖσάρ τε καὶ ὁ Σέξτος ἐπολέμησαν· οὐ γὰρ ἐθελονταί, ἀλλ' ἀναγκαστοὶ τὴν ὁμολογίαν πεποιημένοι οὐδ' ἐνέμειναν ταύτῃ. εμελλον μὲν γάρ, εἰ καὶ μὴ σκῆψις αὐτοῖς ἐγένετο, μαχέσασθαι. τέως δ' ουν καί τινες αὐτοῖς αἰτίαι λαβὰς τῆς μάχης δεδώκασι. Μηνᾶς γὰρ ἐξελεύθερος ων τοῦ Σέξτου καὶ ἐν τῇ Σαρδοῖ τῇ νήσῳ τυγχάνων ὑπωπτεύθη δι' αλλα τε καὶ οτι τῷ Καίσαρι ἐκεκοινολόγητο, καὶ μεταπεμφθεὶς ὑπὸ Σέξτου ὡς λόγους δώσων περὶ ων διῳκήκει, τοὺς μὲν πεμφθέντας ἀπέκτεινε, τὴν δὲ νῆσον τῷ Καίσαρι καὶ τὸ ναυτικὸν καὶ τὸ λοιπὸν στράτευμα καὶ ἑαυτὸν παραδέδωκεν. ὁ δὲ αὐτὸν μεγάλως τετίμηκε· δακτυλίοις τε γὰρ χρυσοῖς ἐκόσμησε καὶ τοῖς ἱππεῦσι συγκατηρίθμησε. τὸ δὲ τῶν δακτυλίων τοιοῦτόν ἐστιν. οὐδενὶ τῶν πάλαι ̔Ρωμαίων, οὐχ οτι τῶν ἀπελευθέρων, ἀλλ' οὐδὲ τῶν ἐλευθέρων, πλὴν τῶν βουλευτῶν καὶ ἱππέων, δακτυλίοις χρυσοῖς κεχρῆσθαι ἐξῆν, εἰ μὴ ὁ τὸ κράτος εχων τοῦτο ἐπέτρεψε. τοῦτον ουν τοῦ Σέξτου ἐκδοθῆναί οἱ αἰτήσαντος ὁ Καῖσαρ οὐκ ἐξέδωκεν, ἀντεγκαλῶν τῷ Σέξτῳ τὸ τοὺς αὐτομόλους τε ὑποδέχεσθαι τριήρεις τε ναυπηγεῖν παρὰ τὰ συγκείμενα καὶ ετερ' αττα. ὁ δὲ δὴ Σέξτος διά τε 2.408 τὸν Μηνᾶν καὶ δι' αλλα τὸν Καίσαρα αἰτιώμενος, πέμψας πολλὰ τῆς Καμπανίας ἐπόρθησε. καὶ ὁ Καῖσαρ τοῦτο μαθὼν τόν τε Λέπιδον καὶ τὸν ̓Αντώνιον μετεπέμψατο. καὶ ὁ μὲν Λέπιδος οὐκ εὐθὺς ὑπήκουσεν, ̓Αντώνιος