354
πολῖται καὶ ἡ πόλις. τί ουν; οἱ πολῖται Σάρδις λέγονται καὶ οὐ Σαρδινοί; πῶς ουν καὶ οἱ πολῖται καὶ ἡ πόλις Σάρδις λέγεται; οὐχ ἡ πόλις καὶ οἱ πολῖται Σάρδις λέγονται, ἀλλ' οτι ἀμφότερα διὰ τοῦ ˉι γράφεται, καὶ Σάρδις καὶ Σαρδινοί. καὶ Σάρδεις, τὸ ˉδˉεˉιˉς δίφθογγον, ὡς καὶ αἱ πόλεις. Σατραπεία. ἀξίωμά τι. Σαλώμη. κύριον. ἑρμηνεύεται δὲ εἰρήνη. τοῦτο δὲ ειη ψυχὴ νικήσασα τὰ πάθη καὶ ἀποβαλοῦσα, καὶ εἰρήνην τελείαν ἀπ' αὐτῶν αγουσα. καὶ ὁ θεολόγος· κᾳν ἡ αλλη Μαρία κᾳν Σαλώμη. (Οὐδέτερον.) Σαβέκ. χρυσολάχανον. Σαΐτιν. μέτρον τὶ οινου. sigma.1631 Σάκεα. αἱ ἀσπίδες. σάκαια δὲ ἑορτὴ, δίφθογγον. Σάκρον καὶ σάκρα παρὰ ̔Ρωμαίοις, τὰ ἱερὰ πράγματα. η σάκρον ἐστὶ τὸ δημοσίᾳ ἀφιερωθέν. Σάμνιον. τόπος. Σαπώριον. τόπος. Σαραπεῖον. τὸ τοῦ Σαράπιδος ἱερόν. Σαράβαρον. ἐσθὴς Περσική. αλλος ἑρμηνεύει τὸ σάτον, τὸ λεγόμενον χοίνικα η δεκάλιτρον. ενιοι δὲ τὸ βρακίον λέγουσι. Σαρδόνιον πέλαγοσ. Σάτον. μόδιος· κούμουλος. ( ̔Ρῆμα.) Σαγηνεύει. περιλαμβάνει. ἀγρεύει. Σαίρει. φιλοκαλεῖ· κοσμεῖ. Σάξαι. ἐπιφορτίσαι· στρῶσαι. Σαρκάζειν. μετὰ πικρίας καὶ θυμοῦ γελᾷν. Σαρισσοφοροῦσιν. ἀπὸ τοῦ σαρίσσης ἀκοντίου. †Σαρούμενοσ. σπαραττόμενος. ουτως Λυκόφρων.† Σαλαΐζω. θρηνῶ. Σαλπίζειν. εθος ην τοῖς ̓Ιουδαίοις διὰ σαλπίγγων ἐπὶ τὸ αὐτὸ τοὺς ἐνδεεῖς ἀθροίζειν, ἡνίκα sigma.1632 διανέμειν τὶ εἰς αὐτοὺς ἐβούλοντο. ουτως ὁ αγιος Κύριλλος. Σαφηνίζω. ἑρμηνεύω. καὶ σαφήσας καὶ σαφηνίσας. Σάττω. φορτίζω. Σαώζει. ἀντὶ τοῦ σώζει. Σαίνω. †τὸ κινῶ.† τὸ θέλγω. καὶ παρὰ τῷ ̓Αποστόλῳ σαίνεσθαι, τὸ οιον θορυβεῖσθαι καὶ ταράττεσθαι. εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. ( ̓Επίῤῥημα.) Σαφῶσ. φανερῶς· εὐκόλως· ἀληθῶς. Τὸ Σ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Σέασ. σκώληκας. οὐχ ευρηται ἡ εὐθεῖα ἐν χρήσει, ἀλλ' αἱ πλάγιαι. παρὰ ̓Αριστοφάνει· ὑπὸ τῶν σέων καμπτόμενος. ἡ εὐθεῖα τῶν πληθυντικῶν, σέας, σεῖς. †Σέβεροσ. ὁ εὐσεβής· ὁ δίκαιος.† Σεβοείμ. κύριον. Σεβαστεινόσ. τοπικόν. καὶ Σεβαστειηνὸς, κύριον, διὰ διφθόγγου καὶ ˉη. sigma.1633 Σέθεν. ἀντὶ τοῦ σοῦ. καὶ σέο ἀντὶ τοῦ σοῦ. ποιητικῶς. Σείριοσ. ονομα ἀστέρος. η ὁ ηλιος. Σήριος δὲ κύριον, ˉη. σείριος δὲ παρὰ τὸ ειρω, τὸ λέγω. γίνεται ειριος καὶ σείριος. λέγει γὰρ καὶ μηνύει ἡμῖν τὸν καιρὸν τοῦ θέρους. †Σειρομάστησ. ἡ λόγχη.† Σειρομάστησ. ὁ λῶρος, η ειδος ἀκοντίου. Σείραιοσ. οινος ὁ ἐκ γλεύκους ἑψημένος η γλυκύς. Σεισμόσ. κίνησις γῆς ὑπὸ πνεύματος ενδον ἀπολειφθέντος καὶ βιαίως ῥυθέντος διὰ τὸ κωλυθῆναι περὶ τὰ κοῖλα. σισμὸς δὲ, ὁ βρασμὸς καὶ ηχος, ˉι. ἀπὸ τοῦ σίζω, τὸ ἠχῶ. Σειληνόσ. ὁ ∆ιόνυσος. παρὰ τὸ σείεσθαι ἐν τῷ ληνῷ. Σειλινὸς δὲ, ὁ γέρων, καὶ Σειλινοὶ, οἱ sigma.1634 τῶν Σατύρων γέροντες. παρὰ τὸ σεσηρέναι καὶ χαίρειν. γίνεται σέρινος καὶ μεταθέσει τοῦ ˉρ καὶ πλεονασμῷ τοῦ ˉι Σειλινός. η παρὰ τὸ σείεσθαι λίαν Σειλινὸς, ὁ γέρων. Σελαγισμόσ. ἡ φρυκτωρία, ἡ λαμπηδών. παρὰ τὸ σέλας. †Σελασμόσ. ἡ ἀλαζονεία.† Σεμνόσ. εντιμος· ἐνάρετος· μέγας· ενδοξος. παρὰ τὸ σέβω σεμνὸς, ὁ σεβασμοῦ αξιος. Σεννάτωρ. ὁ τῶν ̔Ρωμαίων ἡγεμών. καὶ κλίνεται σεννάτωρος. Σέῤῥιφοσ. ὁ ἐπτερωμένος μύρμηξ. καὶ ὁ ηλιος. Σεραφείμ. δυνάμεις αγιαι δοξολογικαὶ κυρίου. ἐπὶ μὲν ἑνικοῦ δίφθογγον, ἐπὶ δὲ πληθυντικοῦ ι. †Σεύετοσ. ὁ κοχλίας.† sigma.1635 Σείριοσ. ὁ *κυνόαστρος. γράφεται καὶ* κύναστρος. †Σέβαλα. ἡ εκπληξις.† (Θηλυκόν.) *Σελευκίσ. ορνεον ενυδρον.* Σέϊσ. πόλις. καὶ κλίνεται Σέως. Σειουντία. χώρα. Σειρικία. κύριον. Σειρά. αλυσις. παρὰ τὸ ειρω, τὸ συμπλέκω. γίνεται εἰρὰ, καὶ πλεονασμῷ τοῦ ς σειρά. Σεισάχθεια. τὸ βάρος. παρὰ τὸ ἀποσείεσθαι τὸ αχθος. σημαίνει δὲ καὶ τὸ χρέος. Σελάγησισ. ἡ λαμπηδών. †Σελάπυροσ. ἡ λαμπρότης.† †Σελασία. ἡ Αρτεμις. παρὰ Λάκωσι.† Σελήνη. τὸ φέγγος. ητις μετὰ τῶν ἀστέρων ἐτάχθη φωτίζειν τὴν νύκτα, οὐχ ὡς τῇ ἡμέρᾳ πάντοτε ὑπὸ γῆν οντες· εἰσὶ γὰρ καὶ ἐν ἡμέρᾳ ἀστέρες ἐν τῷ οὐρανῷ ὑπὲρ γῆν· ἀλλ' ὁ ηλιος τούτους αμα καὶ τὴν σελήνην τῇ φαιδροτέρᾳ αιγλῃ ἀποκρύπτων οὐκ ἐᾷ φαίνεσθαι. τοῖς φωστῆρσιν ουν τούτοις τὸ πρωτόκτιστον φῶς ὁ δημιουργὸς ἐναπέθετο, οὐχ ὡς ἀπορῶν αλλου