354
ὀδυρτικὸν ἀπάγγελμα; ὑγιαίνων ἦν ὁ πατήρ, τὰ συνήθη ἐνεργῶν τῆς ἀνυποκρίτου αὐτοῦ ἀγάπης καὶ πρὸς τοὺς ἀδελφοὺς καὶ πατέρας δεξιώσεως. τίς γὰρ ὁ πλέον ἐκείνου φιλοξενίαν ἀσπαζόμενος καὶ θεραπεύων φιλουμένους, ὃν οὐχὶ ἡ ἐπάλληλος τῶν ἐπιφοιτώντων παρουσία καὶ ἐπιμονὴ ἐδάμαζεν, ὅσον ἠνία μᾶλλον ἡ σπάνη τούτων καὶ ταχεῖα παλινοδία; Καὶ τί δεῖ πρὸς σὲ τὸν εὖ εἰδότα ὑποδειγματίζειν τὸ λεγόμενον; ἦν οὖν, ὡς εἴρηται, ἐν τούτοις. ἐπεὶ δὲ παρῆν ἡ ἡμέρα τῆς μετὰ τὴν Πεντηκοστὴν δευτέρας ἑορτάσιμος, ἀναστὰς ἀπὸ τῆς ἑστιάσεως ἐλήφθη πόνοις καταρροίας, ἀπὸ τῆς κεφαλῆς γενομένης ἐπὶ τὸν σπόνδυλον καὶ τοὺς τόπους τῶν μεταφρένων· ἐφ' ᾧ κινηθέντες οἱ ταπεινοὶ εὕρομεν αὐτὸν κάμνοντα τῷ ὄντι καὶ διασαφοῦντα τὰς αἰτίας τῆς συμπτώσεως. εἶτα, ἐπειδὴ ὑπεστρέψαμεν οἴκοι, αὖθις τῇ ἑξῆς παραγενόμενοι εὕρομεν αὐτὸν ἔτι βαλλόμενον σφοδροτέραις ἀλγηδόσι καὶ διακαεῖ πυρετῷ, μόλις δυνηθέντα ἡμῖν ἠρέμα προσφθέγξασθαι καὶ τὴν ἀπόγνωσιν τοῦ ζῆν ἐν σαρκὶ αἰνιττόμενον. τί τὸ ἑξῆς; τῇ τρίτῃ ἡμέρᾳ καὶ δεσμὸς τῆς γλώττης πάμπαν καὶ [οὐ] μετ' οὐ πολὺ ὁ πικρὸς θάνατος. Ἀλλ' ἡμῖν μὲν διὰ τὴν στέρησιν τοῦ ἁγίου ἀνδρὸς τὸ πικρὸν εἰρήσθω, ἐκείνῳ δὲ καὶ πάνυ γλυκὺ διὰ τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· οὗ τί ἂν εἴη μακαριώτερον; ἔκειτο οὖν ὁ μακαρίτης (καλὸν γὰρ καὶ τοῦτο ὑπογράψαι) ὥσπερ τι ξένον θέαμα, αἰδέσιμος τῇ ὄψει, ἀγγελοειδὴς τῷ σχήματι, τῆς ἐνδημησάσης πρὸς Κύριον ψυχῆς ὥσπερ τινὰς ἡλιοειδεῖς χαρακτῆρας ἐναπομαξαμένης τῷ ἱερῷ σώματι, μεθ' οὗ καὶ ἐφ' ᾧ λελάτρευκε τῇ Ἁγίᾳ Τριάδι. ἠθροίσθη ἐξαπίνης ὅμιλος, ὁμοῦ μὲν μοναστῶν, ὁμοῦ δὲ καὶ μιγάδων, πολὺς ὅτι μάλιστα, περιεκέχυτο εἰς αὐτὸ ὡς εἰς ἱερὸν κειμήλιον ἀποβλέπων ἤ, μᾶλλον, οἰκειότερον εἰπεῖν, ὡς ἔμπνουν καὶ φωνεῖν δυνάμενον. ἐχεῖτο δάκρυα τῶν μὲν αἰδημόνων ἀψοφητί, τῶν δὲ θεραπευτῶν ἐκραγέστερον. οὕτως οὖν σὺν ψαλμῳδίαις ταῖς καθηκούσαις καὶ ἐπικλήσεσιν ἱεραρχικαῖς παρεδόθη τῷ τάφῳ, καθ' ὃν τόπον εἰώθει ὁ μακάριος λειτουργεῖν Κυρίῳ· καί γε προσετέθη ὁ πατὴρ τοῖς πατράσιν, ὁ ὁμολογητὴς τοῖς ὁμολογηταῖς, ὁ διδάσκαλος τοῖς διδασκάλοις, ὁ ὑποφήτης τοῖς ὑποφήταις, προσθείημεν δ' ἂν καὶ ταῦτα, ὁ ἐγκρατὴς τοῖς ἐγκρατέσιν, ὁ ἁγνὸς τοῖς φιλάγνοις, ὁ φιλόξενος τοῖς φιλοξένοις, ὁ μέτριος τοῖς μετριόφροσιν, ὁ πάντα τοῖς πᾶσιν εὖ γεγονὼς καθ' ὅσον οἷόν τε, ἵνα τοὺς πάντας ἢ τοὺς πλείονας κερδήσῃ, ἀποστολικοῖς κατορθώμασιν ἐπερειδόμενος. καὶ νῦν ἡμεῖς μὲν οἱ ταπεινοὶ ὀρφανικῶς ἀποδυρόμενοι τὸν ὡς ἀληθῶς καὶ φιλοπάτορα καὶ φιλάδελφον, ἡ δὲ κατ' αὐτὸν ἐκκλησία, εἴτουν τὸ μικρὸν ποίμνιον, ἠπορημένον λίαν καὶ ἀνακαλούμενον τὸν ποιμένα καὶ πατέρα, οἷα εἰκὸς νεοττοὺς ἀπολελωκότας τοὺς φύσαντας καὶ πυκνὰ τρύζοντας καὶ ἀλύοντας καὶ οὐκ ἔχοντας τὸν δυνάμενον βρωματίζειν νοητῶς τε καὶ αἰσθητῶς· ἐφ' οἷς καὶ φροντιστέον τὰ κατὰ δύναμιν τοῖς ἐκείνου φίλοις. Σὺ δέ, ὦ μάκαρ, τί φῆς πρὸς ταῦτα; ἐπιμένεις τῇ σαρκὶ ἢ ἀναγκαιότερον κρίνεις ἀπᾶραι τῶν ἐνθένδε; ἐπειδὴ κεκμηκότα σε λίαν πάλιν ἄρτι μεμαθήκαμεν. ἢ κρεῖττον μᾶλλον ἡμᾶς τοὺς γεγηρακότας καὶ μή τι χρησιμεύοντας τῷ βίῳ, μᾶλλον δὲ καὶ ἁμαρτίας ἐφ' ἁμαρτίαις ἐπισπωμένους ἐκχωρῆσαι τοῦ δυστήνου τοῦδε σαρκίου, αὐτὸν δὲ καὶ τοὺς οἵους αὐτός, ἐπειδὴ φαεινοὶ καὶ βίῳ καὶ λόγῳ, ἔτι ἐμπολιτεύεσθαι ἐν ἀνθρώποις; πρὸς ταῦτα ἀντίφθεγξαι ἡμῖν, ὦ ἐπιπόθητε, οὐ μὴν ἀλλὰ καὶ φωνῆς σου ἀκουσάτωσαν παραμυθητικῆς οἱ τοῦ σοῦ ὁμαδέλφου καὶ συνάθλου καὶ συμψύχου παῖδες ἱεροί· οὕτω γὰρ ῥᾴους γενοίμεθα ἀμφότεροι, θεῷ τὰ χαριστήρια καὶ εὐκτήρια χαρμολύπως ἀνατιθέμενοι. 534 {1Συμεὼν μονάζοντι}1 Τὸ παρὰ τῆς τιμιότητός σου προταθὲν ἐρώτημα ὀφείλει οἴκοθεν τὴν διασάφησιν εἰληφέναι· οὐδὲ γὰρ τῶν ἀμυήτων, ἀλλὰ καὶ ἄλλους ὠφελεῖν ἰσχυόντων ὑπάρχει. ποία γὰρ κοινωνία, φησὶν ὁ ἀπόστολος, φωτὶ πρὸς σκότος ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; εἰ οὖν τὸ ποτήριον τῆς εὐλογίας κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν καὶ ὁ ἄρτος ὃν κλῶμεν κοινωνία