Ἀλόπη αὕτη ὁμώνυμος ἡρωΐδι, ἣν ἐμφαίνει καὶ ὁ Κωμικὸς ἐν τῷ «τὰς Ἀλόπας καὶ τὰς Σεμέλας».]ταῦτα πάντα ἐν τῷ Γεωγράφῳ κεῖται, ὃς καὶ ἀντιλέγει γενναίως πρὸς αὐτὰ καίπου ἀστεϊζόμενος, ὡς δῆθεν δέον ὂν καὶ ἄλλο τι συμπλασθῆναι ὑπὸ τῶν ψευδοϊστορούντων, λέγει, ὡς ἐχρῆν καὶ τόδε συμπλάσαι παρατριψαμένους τὸμέτωπον τοὺς ἅπαξ ἤδη ἀποτετολμηκότας. τοῦτο δὲ εἶπε διὰ τὸ εἰωθέναιτοὺς ψευδομένους οὕτω σχηματίζεσθαι τὰ πολλά, ὡς οἷα προκαλυπτομένουςαἰδημόνως. καὶ οὕτω μὲν ὁ Γεωγράφος, ὡς εἴρηται. αὐτὸς δὲ καὶ τοὺς Ἁλιζώνους φησὶν ἐκτὸς εἶναι τοῦ Ἅλυος, εἰ καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος μηδεμίανσυμμαχίαν ἀφῖχθαί φησι τοῖς Τρωσὶν ἐκ τῆς περαίας τοῦ Ἅλυος. Ἰστέον δὲ καί, ὅτι, ἐπεὶ ἡ μνημονευθεῖσα Μύρλεια πλησίον Προύσης ἐστίν, Ἀπάμειαμετονομασθεῖσα ὁμωνύμως βασιλικῇ τινι γυναικί, πάντως ἂν οἱ τὰ κατὰ τοὺςἉλιζώνους ἱστοροῦντες παρὰ τὸν Γεωγράφον καὶ τιθέντες τὸ τοιοῦτον ἔθνοςἐγγύς που τῆς Ἀπαμέων καὶ Κυζικηνῶν χώρας, οὐκ ἂν ἀληθεύοιεν παράγε τοῖς τῇ γεωγραφικῇ ἀκριβείᾳ προσέχουσιν, οἷς ἐναντιοῦται καὶ τὸ «τηλόθεν».οἱ γὰρ ἐκ τοιαύτης χώρας ἐπίκουροι τοῖς Τρωσὶν οὐκ ἂν τηλόθεν ἥκειν λέγοιντο. ὁδὲ τὰ Ἐθνικὰ ἐπιλεξάμενος Ἁλιζῶνας γράφει, οὐ μὴν Ἁλιζώνους, λέγων, ὅτιἜφορός φησι τοὺς Ἁλιζῶνας τὴν παραλίαν οἰκῆσαι τὴν μεταξὺ Μυσίας καὶΚαρίας καὶ Λυδίας. ἴσως δέ, φησί, διὰ τὸ ὑπερήφανον τοῦ πλούτου κατ'ἐναλλαγὴν τοῦ ˉα εἰς ˉι οὕτως ὠνομάσθησαν, ὥστε οὗτος οἱονεὶ ἀλαζόνας παρὰγράμμα τούτους οἶδε. τῷ δὲ ῥηθέντι πλούτῳ αὐτῶν συνειργάζετο ἴσως καὶ ὁ Λυδικὸς χρυσορρόας ποταμὸς ὁ Πακτωλός. Ὅμηρος δὲ οὐ χρυσοῦ ἀλλ' ἀργύρου γενέθλην οἶδεν ἐν τοῖς παρ' αὐτῷ Ἁλιζώνοις. διὸ καὶ τοῦτο ἐν τοῖςπαλαιοῖς εὕρηται· «Ἁλιζῶνες ἔθνος τοῦ Πόντου, ὅπου ὁ κάλλιστος ἄργυρος».εἴρηται δέ τινα περὶ τούτων καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἀρριανὸς δὲ τοιαῦταπερὶ Ἁλιζώνων ἱστορεῖ, οὓς Ὅμηρος ἐν νεῶν Καταλόγῳ φησὶν Ἁλιζῶνας. Βιθυνοί εἰσιν, ὧν Ὀδίος καὶ Ἐπίστροφος ἦρχον. καὶ ἡ Ἀλύβη, ἐν ᾗ λέγεἀργύρου γενέθλην εἶναι, παραδείκνυται καὶ οὐκ ἀμαυρὰ ὑπόμνησις, ἀργυρίωνἔργα ὑπολελειμμένα, ὁρᾶται. Ἁλιζῶνες δὲ οἱ ἄνθρωποι οὗτοι, φησί, καλοῦνται,ὅτι πανταχόθεν θαλάσσῃ περιείργονται, ἀπὸ μὲν ἄρκτου καὶ ἀνατολῆς τῷ Εὐξείνῳ πόντῳ, πρὸς μεσημβρίαν δὲ καὶ νότον τῷ Ἀστακηνῷ κόλπῳ, τῷ πρὸς Νικομήδειαν, πρὸς δὲ δύσιν καὶ Ζέφυρον τῇ Προποντίδι καὶ τῷ Βοσπόρῳ,ὡς μὴ πόρρω χεροννήσου εἶναι τὰ πολλὰ αὐτῶν καὶ δικαιότατα λέγεσθαιδιεζῶσθαι θαλάσσῃ. ὁ δ' αὐτὸς Ἀρριανὸς λέγει καὶ τὸν ῥηθέντα Ὀδίον Ῥοδοίτην 1.573 ποτὲ καλεῖσθαι, εἶτα εἰς Ῥοδίον μεταπεσεῖν, εἶτα Ὀδίον κληθῆναι. (ῃ. 858-61) Ὅτι Μυσῶν Χρόμις ἦρχε καὶ Ἔννομος, ὃς οἰωνιστὴς μὲν ἦν, «ἀλλ' οὐκ οἰωνοῖσι», φησίν, «ἐρύσατο κῆρα μέλαιναν, ἀλλ' ἐδάμη ὑπὸ χερσὶν Ἀχιλλέως, ἐνποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους». Ὅρα δὲ ὅτι κἀνταῦθα τῇ προαναφωνήσει καὶ ἔπαινον τοῦ Ἀχιλλέως συνέμιξεν [εὐμεθόδως, οἷα χαίρων οὕτωποιεῖν, διὰ τὸ στέργειν τὸν ἥρωα καὶ μὴ ἐθέλειν ἀπέχεσθαι αὐτοῦ.] (ῃ. 858) Μυσοὺς δὲ ὁ ποιητὴς ἔοικε τοὺς ἐν τῇ Ἀσίᾳ λέγειν, οἷον τοὺς Ὀλυμπηνοὺς ἢἑτέρους τινάς. οἱ δέ φασιν, ὅτι Μυσῶν καὶ Θρᾳκῶν Ὅμηρος ἐμνήσθη τῶν πρὸςτῷ Ἴστρῳ. ὅτι δὲ Μυσοὶ καὶ Εὐρωπαῖοί εἰσιν, οἵγε καὶ πέραν Ἴστρου ἦσαν, δηλοῦται ἀλλαχοῦ, ὥσπερ καὶ πόθεν αὐτοῖς ἡ κλῆσις. Ἰστέον δέ, ὅτι παροιμίαἐκ τοῦ τοιούτου ἔθνους φέρεται αὕτη· «ὀσφὺν κατεγώς», ἤγουν κατεαγώς, «ὥστε Μύσιος ὄνος». ἐν Μυσίᾳ γάρ φασι σπανιώτατον εὑρεῖν ὄνον ὀρθὴν ἔχοντα τὴνὀσφύν. Τὸν δὲ ῥηθέντα Χρόμιν καὶ Χρόμιον τινὲς τρισυλλάβως καλεῖσθαίφασι. (ῃ. 859) Τὸ δὲ ἐρύσατο ἀντὶ τοῦ ἐφυλάξατο, ἐξέφυγεν, ἀπὸ τοῦ ἐρύω, τὸφυλάσσω ἢ κωλύω, ἐξ οὗ καὶ ἔρυμα καὶ ἐρυμνόν καὶ ῥῆμα ἐρύκω. οὐκἐξευτελίζει δέ, φασί, τὴν οἰωνιστικὴν ὁ ποιητής, ἐν οἷς λέγει, ὡς οὐκ ἐφυλάξατοδιὰ