355
ἀπόδειξις, ὦ 'γαθέ; εἰ μὲν γὰρ ἀρκεῖ μόνον εἰπεῖν, καὶ τοῦτ' ἀρκεῖν ἡγεῖσθαι πρὸς ἀπόδειξιν τοῦ πράγματος, ὡς λαμπρὸς εἶ καὶ τὰ μέγιστα εὐτύχηκας, οὕτως ἀπόνως τῶν ἐχθρῶν περιγινόμενος. ἀλλ' οὐ συγχωρήσουσι τὰ καθημέραν πλάσματα καὶ τὸ πρὸς τὰ φαῦλα κατάφωρον τῶν ἔργων, τοιαύτην ἔχειν δόξαν παρὰ τοῖς πολλοῖς. εἰ δὲ τοῦτο μὲν μελαγχολῶντος οὐχ ὅτι λέγειν, ἀλλὰ καὶ οἴεσθαι, λοιπὸν τοίνυν χωρεῖν πρὸς τοὺς ἐλέγχους. εἰ μὲν οὖν ἐμοί τι σύνοιδεν αὐτὸς τοιοῦτον, ἐξελεγχέτω φανερῶς· εἰ δ' ἑτέρων φησὶν ἀκηκοέναι, παραγέτω τοὺς μάρτυρας. ἀλλ' οὐκ ἂν ἔχοι, εἰ μὴ συκοφαντεῖν αὖθις ἀνεξέλεγκτα ἐθέλοι. ἐγὼ δὲ τὴν ἀπὸ τῶν ἔργων παρέξομαι ἐναργεστάτην μαρτυρίαν. 2.458 οὔτε γὰρ πρὶν τὸν πόλεμον κινηθῆναι παρ' αὐτῶν, οὔτε βεβουλευμένος, οὔτε πράξας τι πρὸς ἐπιβουλὴν τῶν βασιλέως παίδων ἂν φανείην, οὔτ' εὐθὺς ἠργμένου, ἀλλὰ μετὰ τὴν τῆς μητρὸς καὶ τοῦ υἱοῦ εἱρκτὴν καὶ τὴν ἀποστέρησιν τῶν ὄντων καὶ τὴν δήμευσιν τῶν φίλων καὶ τῶν συγγενῶν, οὐ πρὸς τὸ ἀμύνεσθαι ἐτρεπόμην, ἀλλ' ὁρῶν οἷ κακῶν ὁ πρὸς ἀλλήλους τελευτήσει πόλεμος, ἠχθόμην μὲν κινουμένου καὶ τοὺς παροξύνοντας ἐν αἰτίαις ἦγον. αὐτὸς δὲ, ὡς εἶχον, μάλιστα ἐσπούδαζον καταλύειν, καὶ πρεσβείαν ὑπὲρ τῆς εἰρήνης ἐποιούμην, καὶ τὴν δίκην ἀπῄτουν, καὶ οὐ παρῃτούμην τὸ μὴ διδόναι δίκας, ἂν ἐλέγχωμαι ἐπιορκῶν. αὐτοῖς δὲ τοσοῦτον ἐμέλησε τοῦ τὰ δίκαια ποιεῖν ἢ πρόνοιάν τινα ποιεῖσθαι τοῦ καταλύεσθαι τὸν πόλεμον, ὥστε ἐπὶ τοῖς πρότερον γεγενημένοις ἐμὲ πολλὰ περιυβρίσαντες καὶ λοιδορησάμενοι ἐπ' ἐκκλησίας, ἔπειτα ἐρεσχελήσαντες καὶ τοὺς πρέσβεις κακώσαντες, ὡς μάλιστα ἀπέπεμψαν ἀπράκτους. μετὰ τοῦτο δὲ ὥσπερ ἔργοις αὐτοῖς βουλόμενοι καταφανὲς ποιεῖν, ὅτι τοῦ δικαίου μὲν οὐδένα ποιοῦνται λόγον, οὐδὲ προφάσεώς τινος ἕνεκα εὐπροσώπου εἵλοντο τὸν πόλεμον, ἀλλ' ἐμὲ ἀποκτείνειν ἐκ παντὸς τρόπου ᾑρημένοι πρόσχημα τοῦ πολέμου τὸν ὑπὲρ βασιλίδος ποιοῦνται ζῆλον, θεσπίσματα πεπόμφασι πανταχῇ τῶν πόλεων πᾶσαν εἴσοδον ἐμοὶ πρὸς αὐτὰς ἀπαγορεύοντα καὶ κοινὸν πολέμιον ἀποδεικνύντα. καὶ οὐ μέχρι τούτου ἔ 2.459 στησαν τὴν ἀτοπίαν, ἀλλὰ καὶ ἐνθάδε διατρίβοντι ἐκέλευον τῆς πύλης μὴ προβαίνειν, ἀλλ' οἴκοι καθήμενον, τὴν ἀναιροῦσαν ψῆφον περιμένειν. τί οὖν με πρὸς ταῦτα ποιεῖν ἐχρῆν, πρὸς αὐτῆς τῆς ἀληθείας; συγκαλυψάμενον περιμένειν τὴν σφαγήν; ἀλλ' οὐκ ἂν ἔδοξα σωφρονοῦντος χρῆσθαι λογισμοῖς, οὕτως ἀκλεῶς καὶ ἀτίμως ἀποθνήσκων, ἀλλὰ καταπλαγέντα πρὸς τὴν ἀθρόαν τῶν πραγμάτων μεταβολὴν, δοῦλα φρονεῖν καὶ ἀνελεύθερα, καὶ παραδιδόναι παρακοιμωμένῳ ἐμαυτὸν, ὥστ' ἐπ' ἐξουσίας ἔχειν κακῶς ποιεῖν καὶ εἰς δεσμωτήρια ἄγειν, ὥσπερ τὰ ἀνδράποδα ἐκεῖνα, οἳ σφᾶς αὐτοὺς ἐκείνῳ παραδεδωκότες, οἱ μὲν οἰκοῦσι δεσμωτήρια, δημεύσεις πρότερον ὑπομείναντες καὶ ἄλλων πεῖραν δυσχερῶν πολλῶν, οἱ δ' ἐν Καρὸς μοίρᾳ ἄγονται καὶ φέρονται, πᾶν τὸ προσταττόμενον ὑπ' ἐκείνου ποιεῖν ἔχοντες ἀνάγκην. καὶ ποίων οὐ θανάτων ἀντάξια μυρίων ταῦτα; ἢ πότε ἂν ὁ ἥλιος ἐπεῖδε μείζονα καὶ παραδοξοτέραν ἀτοπίαν, ὥστε τὸν ἐκ κοπρίας, ὅ φασιν, ἄνθρωπον, ὑπ' ἐμοῦ γεγενημένον καὶ μέγα σεμνυνόμενον, ἂν καὶ βλέμματος ἐτύγχανε προσηνοῦς, ἢ λόγου τινὸς δοκοῦντος εὐμενῶς εἰρῆσθαι, τοῦτον ὑβρίζειν ἔχειν εἰς ἐμὲ καὶ τῇ αὐθαδείᾳ καὶ κακοτροπίᾳ χρῆσθαι; δι' ἃ δὴ πάντα σώζειν ἐμαυτὸν εἱλόμην καὶ τοὺς συνόντας· καὶ ὃ πολλάκις ὁ μακάριος τῷ ὄντι βασιλεὺς ἐκεῖνος ἠνάγκαζε ποιεῖν, ὥσπερ πάντες ἴσασι σαφῶς, τοῦτ' ἔπραττον ὑπ' ἐκείνων μά 2.460 λιστα εἰς τοιαύτην ἀνάγκην συνενηνεγμένος, τῆς κοινῆς ἐμαυτοῦ τε καὶ τῶν ὅλων σωτηρίας ἕνεκα. καὶ ἐξ ἐκείνου ἄχρι νῦν οὐδέποτε ἐπαυσάμην περὶ εἰρήνης δεόμενος αὐτῶν. ἀλλ' ἀνθέρικον δοκῶ θερίζειν· πάντα γὰρ αὐτοῖς μᾶλλον, ἢ ἡ εἰρήνη, ἀνεκτά. σκεψώμεθα δὴ πότερος ἀδικῶν φαίνεται καὶ ἐπιορκῶν, ὁ τήν τε ἀρχὴν τοῖς ὅρκοις ἐπιμείνας, ἄχρις οὗ κατὰ κράτος κατελύθησαν ὑπὸ τῶν πολεμούντων, καὶ μέχρι νῦν δεόμενος περὶ εἰρήνης καὶ τὸν πόλεμον ἐθέλων καταθέσθαι, ἢ ὁ μήτε πρότερον, μήθ' ὕστερον τῶν δεόντων μηδὲν