355
δὲ ηλθε μὲν ἐκ τῆς ̔Ελλάδος εἰς τὸ Βρεντέσιον, πρὶν δὲ τῷ Καίσαρι συνελθεῖν, δείσας οτι λύκος εἰς τὸ στρατήγιον αὐτοῦ εἰσῆλθε καὶ στρατιώτας εφθειρεν, εἰς τὴν ̔Ελλάδα πάλιν ἀνέπλευσε, προφασισάμενος τὰ τῶν Πάρθων ὡς κατεπείγοντα. ̔Ο δὲ Σέξτος προθυμότερον ειχετο τῶν πραγμάτων, καὶ τῇ ̓Ιταλίᾳ ἐπέπλει, καὶ πολλὰ μὲν ἐκάκου, οὐ μείω δὲ καὶ ἀντέπασχε. καὶ ναυμαχιῶν δὲ γεγονυιῶν οἱ τοῦ Σέξτου μᾶλλον ἐκράτουν, πολλῶν μὲν νηῶν τοῦ Καίσαρος καὶ ἐν ταῖς ναυμαχίαις φθαρεισῶν, πολλῶν δὲ καὶ ὑπὸ βιαίων πνευμάτων κινδυνευσασῶν, ωστε τὸν Καίσαρα βουλόμενον εἰς Σικελίαν ἐμβαλεῖν τοῦτο μὲν ἀπογνῶναι, τῆς δὲ παραθαλασσίας ἠπείρου τὴν φυλακὴν ποιεῖσθαι ἀγαπητῶς. ὁ Σέξτος δ' ετι μᾶλλον ηρθη, καὶ αὐτὸς μὲν τὴν ̓Ιταλίαν ἐκάκου, εἰς δὲ τὴν Λιβύην τὸν ̓Απολλοφάνη ἀπέστειλε. Καῖσαρ μέντοι πλοῖά τε πολλὰ ἐναυπήγει καὶ ἐρέτας παρά τε τῶν βουλευτῶν καὶ τῶν ἱππέων καὶ τῶν δημοτῶν συνέλεγεν, ὁπλίτας τε κατελέγετο καὶ χρήματα πανταχόθεν συνήθροιζε· καὶ αὐτὸς μὲν τά τε ἐν τῇ ̓Ιταλίᾳ καὶ τὰ ἐν τῇ Γαλατίᾳ διέταττε, τῷ δ' ̓Αγρίππᾳ τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἐγχειρίσας ἐκπονῆσαι καὶ ἐξασκῆσαι τοῦτο ἐκέλευσε. καὶ ος τάς τε ναῦς καὶ τοὺς ἐρέτας ηθροισε, καὶ τὰς μὲν κατέφραττε, τοὺς δ' ἐπ' ἰκρίων ἐρέττειν ησκει. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ ἐταράττοντο μὲν καὶ ταῖς τῶν 2.409 ἀρχόντων πρὸς ἀλλήλους στάσεσιν, εθραττον δὲ αὐτοὺς καὶ σημεῖα αλλα τε καὶ οτι λευκὴν ορνιν κλώνιον δάφνης ἐγκάρπου φέρουσαν ἀετὸς ἁρπάσας εἰς τὸν κόλπον τῆς Λιβίας ἐνέβαλεν· ο οὐ μικρὸν σημεῖον ἐδόκει. ἡ δὲ τῆς τε ορνιθος ἐπεμελήθη καὶ τὴν δάφνην ἐφύτευσε, καὶ ἡ μὲν ῥιζωθεῖσα ηυξησεν, ἡ δὲ Λιβία ἐγκολπώσασθαι τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιν αὐτοῦ κρατήσειν εμελλεν. ̓Εν δὲ τούτῳ τῷ χρόνῳ ηλθε μὲν ὁ ̓Αντώνιος ἐκ τῆς Συρίας εἰς ̓Ιταλίαν, ὡς τῷ Καίσαρι διὰ τὰ συμβεβηκότα αὐτῷ τοῦ πρὸς τὸν Σέξτον μεθέξων πολέμου, οὐ μέντοι παρέμεινεν, ἀλλὰ ναῦς δοὺς αὐτῷ καὶ ἑτέρας πέμψειν ἐπαγγειλάμενος ὁπλίτας ἀντείληφεν, αὐτὸς δὲ ὡς ἐπὶ Πάρθους στρατεύσων ἀπῆρε. πρὶν δὲ ἀπιέναι αὐτὸν ᾐτιάσαντο ἀλλήλους· ειτα καὶ διηλλάγησαν, τῆς ̓Οκταβίας τὰς διαλλαγὰς πραττούσης. ἡ δὲ ̓Οκταβία τοῦ Καίσαρος ην ἀδελφή, η μετὰ θάνατον τῆς Φουλβίας τῷ ̓Αντωνίῳ συνήφθη παρὰ τοῦ ἀδελφοῦ, τοῦ ἀνδρὸς αὐτῆς ῳ συνῴκει πρότερον τελευτήσαντος. καὶ ἐπειδὴ ουπω παρῆκεν ὁ πένθιμος χρόνος, ψήφῳ τῆς συγκλήτου ἐλύθη τὸ ἐπιτίμιον. καὶ τότε δέ, ινα πλείων αὐτοῖς ἐκ συγγενείας σύνδεσμος γένοιτο, ̓Αντύλλῳ τῷ τοῦ ̓Αντωνίου υἱεῖ τὴν θυγατέρα ὁ Καῖσαρ τὴν ἑαυτοῦ κατηγγύησεν. ἐπλάττοντο δὲ ταῦτα καὶ ὑπεκρίνοντο διὰ τὰ τότε σφίσιν ὑπάρχοντα πράγματα. τὸν δὲ Σέξτον τῆς τε ἱερωσύνης επαυσαν καὶ τῆς ὑπατείας, ἑαυτοῖς δὲ τὴν ἡγεμονίαν εἰς αλλην πενταετίαν ἐπέτρεψαν· ἡ γὰρ προτέρα ηδη ἐξεμετρήθη. 2.410 Καὶ ̓Αντώνιος μὲν εἰς Συρίαν ἠπείγετο, Καῖσαρ δὲ εἰς τὸν πρὸς Σέξτον πόλεμον ἡτοιμάζετο. ὁ δὲ Μηνᾶς πρὸς τὸν Σέξτον αυθις ἀπηυτομόλησεν, απιστος ων καὶ θεραπεύων ἀεὶ τὰ τοῦ κρείττονος. Καῖσαρ δὲ τοῦ εαρος ἐπιστάντος ωρμησε κατὰ τῆς Σικελίας, περισχεῖν ἐλπίσας τῷ στόλῳ αὐτήν, καὶ τῷ τε πλήθει τεθαρρηκὼς τῶν σκαφῶν καὶ τῷ μεγέθει καὶ τοῖς πύργοις οις εφερον, ιν' ἐξ αὐτῶν ὡς ἀπὸ τείχους ἐξ ὑπερδεξίων ἀνταγωνίζωνται. ἀπιόντι δὲ χειμὼν συνέβη βαρύτατος καὶ πολλὰς ναῦς εφθειρε, καὶ ὁ Μηνᾶς ταῖς λοιπαῖς τεταραγμέναις ἐπενεχθεὶς συχνὰς μὲν εκαυσε, τὰς δ' ἀνεδήσατο. εἰ δὲ μὴ αυθις τῷ Καίσαρι προσεχώρησε καὶ τὸ ναυτικὸν ου ηρχε προέδωκεν, εἰς κενὸν αν καὶ τότε τῷ Καίσαρι ὁ ἐπίπλους ἐγένετο. ηὐτομόλησε δ' ὁ Μηνᾶς πρὸς απαν παρὰ τοῦ Σέξτου ὑποπτευόμενος· ἀλλ' οὐδ' ὁ Καῖσαρ ετι αὐτῷ ἐπίστευεν. ἐπεὶ δὲ τὸν στόλον ὁ Καῖσαρ αυθις ἀνεκτήσατο, εἰς τὴν ηπειρον ἀνεκομίσθη, ὡς τὸ πεζὸν τοῦ στρατεύματος εἰς τὴν Σικελίαν, οτε καιρός, περαιώσων. ὁ δὲ Σέξτος ἐν Μεσσήνῃ τὸν αὐτοῦ διάπλουν ἐτήρει. τῷ δ' ̓Αγρίππᾳ εἰς Λιπάραν σὺν ταῖς ναυσὶ καταλειφθέντι παρὰ τοῦ Καίσαρος ∆ημόχαριν ἀνθορμεῖν ἐν Μύλαις ἐκέλευσε. καὶ διέτριψαν ἐκεῖσε χρόνον ὑπόσυχνον,