355
τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν, δῆλον ὅτι καὶ τὸ αἱρετικὸν ποτήριον καὶ ὁ ἄρτος κοινωνία τοῦ ἀντικειμένου ἐστίν. εἰ δὲ ταῦτα οὕτως ὁμολογουμένως, φανερὸν ὅτι ἐπὶ τῶν κεκοιμημένων ἐν τῇ ἑκατέρᾳ κοινωνίᾳ, ἐν ταύτῃ καὶ τὴν ἀποκλήρωσιν σχοίη. ἡμῖν δὲ φυλακτέον ἐπὶ τῶν τοιούτων τὴν ἀναφορὰν ἐγκεκριμένως ποιεῖσθαι, ἵνα μὴ ἀκούσωμεν, αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. 535 {1Φιλοθέῳ κτήτορι}1 Ὅτε μὴ πάρεστι πρόσωπον πρὸς πρόσωπον τοὺς φιλουμένους ὁμιλεῖν, οὐ μικρὸν εἰς παρηγορίαν καὶ τὸ διὰ γράμματος φθέγγεσθαι, ὅπερ ποιοῦσα ἡ φιλόθεός σου ὡς ἀληθῶς ψυχὴ φαντασίαν ἡμῖν παρέχει τοῦ ὁρᾶν καὶ περιπτύσσεσθαι αὐτήν. ὅθεν καὶ ἡμεῖς, ἀφοσιούμενοι τὸ φίλτρον, οὐ διαλιμπάνομεν κινεῖν τὴν γραφίδα καὶ πνευματικῶς συνάπτεσθαι αὐτήν, χαίροντες ὅτι τοιούτου φίλου κάτοχοί ἐσμεν, οὗ ὁ ἔπαινος διὰ πάσης Μακεδονίας παρά τε μονα ζόντων καὶ λαϊκῶν εὐσεβῶν, ἐπὶ γλώσσης φερόντων τὴν καλλονὴν καὶ ἀρετὴν τῆς εὐσεβείας σου. ἀλλ' ἔτι δῴη σοι Κύριος ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμετάδοτον εἶναι, κοινωνικόν, ἀποθησαυρίζοντα ἑαυτῷ θεμέλιον καλὸν εἰς τὸ μέλλον, ὡς ἂν ἐπιτεύξῃ τῆς αἰωνίου ζωῆς. ὦ Φιλόθεε κράτιστε, τὴν παρακαταθήκην τῆς πίστεως ἀσφαλῶς κάτεχε, ἀεὶ λαμπρυνόμενος ταῖς θεουργοῖς πράξεσι. Καὶ περὶ τούτων μὲν ἅλις. ἐπειδὴ δὲ καὶ αὖθις περὶ τοῦ πρεσβυτέρου ὁ λόγος, ἐξαιτούσης τῆς τιμιότητός σου τὴν λύσιν τοῦ ἱερουργεῖν αὐτόν, εἰ μὲν ἀνθρώπινον ἦν τὸ ζητούμενον, εὖ ἂν εἶχεν· ἐχωροῦμεν γὰρ πρὸς πᾶσάν σου ὑπακοήν, φιλοῦντές σε θεραπεύειν, τὸν πολλοστὸν θεραπευτὴν ἡμῶν. ἐπειδὴ δὲ περὶ θεοῦ τὸ κινούμενον καὶ τῆς τῶν θείων κανόνων ὁροθεσίας ἡ παράβασις, σύγγνωθι, ἀδελφὲ φίλτατε, οὐχ οἷοί τέ ἐσμεν κατά τε θεοῦ καὶ ἱερῶν κανόνων ἀποῖσαι κρίσιν, μάλιστα ὅτι ἐν αὐτῷ τούτῳ τῷ παρομοίῳ κεφαλαίῳ ἐν τοῖς προλαβοῦσι χρόνοις πᾶσαν τὴν ζωὴν ἡμῶν ἐθέμεθα, χωρῆσαι πρὸς κινδύνους καὶ ἐξορίας καὶ θανάτους ἤπερ συνθέσθαι τῇ ἀνομίᾳ καὶ λύσει τοῦ εὐαγγελίου τοῦ Χριστοῦ. οὔτε οὖν μοιχοζεύκτης παρ' ἡμῶν οὔτε διγαμοζεύκτης λέλυται τῆς ἱερουργίας· εἰ γὰρ ὁ ἱερὸς κανὼν οὐκ ἀνέχεται εἰς διγαμοῦντος γάμον ἑστιαθῆναι τὸν πρεσβύτερον, πολλῷ γε μᾶλλον ἀπείργει τοῦτον τοῦ στεφανῶσαι. εἰ δὲ ἄλλοι ἄλλως κρίνουσιν, ὄψονται ἐφ' οἷς πράττουσιν· ἡμεῖς γάρ, φησίν, καὶ αἱ ἐκκλησίαι τοῦ θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ὥστε, εἰδὼς τὸ ἐπικίνδυνον κρίμα, μὴ παραβιάζου τὴν ταπείνωσιν ἡμῶν· εἰ γὰρ ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας καθ' ἑκάστην ἡμέραν εἰς κινδύνους παρατετάγμεθα, πῶς κατὰ τῆς ἀληθείας ἑτεροτρόπως κινηθησόμεθα; οὐκ ἔχει φύσιν, ὦ δέσποτα, παρὰ τὰ θειωδῶς κεκριμένα τοῖς κανόσι δρᾶσαί τι ἢ εἰπεῖν. πιστεύομεν δὲ ὅτι καὶ αὐτός, ἓν ζητῶν, τὸ θεῖον θέλημα καὶ τὸ σωτηριῶδες τῆς ψυχῆς σου, συμφήσειας ἡμῖν ἐπὶ τοῖς λελεγμένοις καὶ προσεύξῃ μᾶλλον ἐπερείδεσθαι ἡμᾶς τῷ θείῳ νόμῳ καὶ μὴ προΐεσθαι τὸ οἱονοῦν ἐπὶ παραβάσει ἐντολῆς θεοῦ καὶ κανόνος. 536 {1Εἰρήνῃ ἡγουμένῃ}1 Μακρὰν ἀπὸ τῶν ἐγκωμίων σου οἱ τρόποι καὶ οἱ λόγοι τῆς πολιτείας μου, τιμιωτάτη γυναικῶν· ἀλλ' εἴωθεν ψυχὴ πιστὴ καὶ ζητοῦσα τὸν Κύριον ἐπαίνους ἀνάπτειν τοῖς ἀγεράστοις, ὡς ἂν ἐντεῦθεν ἐρανίσοιτο τὸ τῆς ταπεινοφροσύνης κλέος. τοιαύτη οὖν ὑπεδείχθης ἡμῖν, ἀδελφὴ ἐν Κυρίῳ, ἐπεὶ ἡμεῖς, γινώσκοντες τὰ καθ' ἑαυτούς, οὐδὲ τῶν νῦν ἐσχάτων ἰσοστατεῖν κρίνομεν ἑαυτούς, μὴ ὅτι γε ὕψει τηλικούτῳ παρενείρειν, καθὰ γέγραφας. Ἀλλ' ὧδε μὲν ταῦτα κείσθω. ἐπὶ δὲ τῇ τοῦ πρεσβυτέρου ὑποθέσει μετατακτέον τὸν λόγον. οὔ τί που ἡμεῖς, ὦ ἀμμάς, νῦν μὲν τοῦτο λέγομεν, αὔριον δὲ ἕτερον, ἀλλ' ὁ αὐτὸς λόγος ἡμῖν ἐστιν ἀεί· τί τοῦτο; τὸν ἁλόντα πρεσβύτερον τῇ κοινωνίᾳ τῶν αἱρετικῶν, εἴ γε μάλιστα καὶ ὑπογραφῇ, μὴ ἐξεῖναι ἱερουργεῖν ἕως καιροῦ ὀρθοδόξου συνόδου, ἐφ' ᾗ τὰ τοιαῦτα καὶ θεωρηθήσεται καὶ διακριθήσεται, ἢ μόνον τὸ κατὰ περίστασιν βαπτίζειν, ἐκκομίζειν νεκρόν, διδεῖν σχῆμα μοναχῷ, ἁγιάζειν τῶν Θεοφανίων τὸ ὕδωρ, εὐαγγελίζεσθαι κατ' ὄρθρον καὶ μεταδιδόναι τῶν