356
φαινόμενος ποιεῖν ἐπεὶ δέ μοι καὶ τὴν γεγενημένην φθορὰν ὑπὸ τοῦ πολέμου προστρίβεται ὁ πατριάρχης, σκεψώμεθα, τίς αἴτιος αὐτῆς. πρῶτον μὲν γὰρ οἴομαι πάντα ὁντινοῦν τῷ ἄρχοντι πολέμου τὴν αἰτίαν τῶν γινομένων ἀναθήσειν· ἀμυνομένῳ γὰρ οὐδέποτε οὐδεὶς ἐνεκάλεσεν, ὅτι διασώζει ἑαυτόν. ἔπειτα ἐξετάσωμεν καὶ τὰ κατὰ μέρος, παρὰ τίνων δημεύσεις καὶ σφαγαὶ καὶ ἐξορίαι καὶ δεσμωτήρια καὶ στρεβλώσεις. οὐχὶ παρ' αὐτῶν; οὐ δακρύων ἐνέπλησαν τὰς πόλεις πάσας; οὐχ αἱμάτων; οὐχ ὥσπερ κοινοὶ τῶν Ῥωμαίων πολέμιοι περιόντες τοὺς ἑκασταχοῦ ἀρίστους διαφθείρουσιν; οὐ τά τε κοινὰ καὶ τὰ ἴδια τῶν Ῥωμαίων χρήματα ἀνάλωσαν εἰς οὐδὲν δέον; ἐῶ γὰρ λέγειν τὰ ἡμέτερα τοσαῦτα ὄντα, ἃ εἰ μὴ αὐτοὶ διέφθειρον τὸν πόλεμον κεκινηκότες, ὑπὲρ τῆς κοινῆς ὠφελείας ἂν ἀνάλωτο, ὥσπερ παρεσκευαζόμην, ἴστω θεὸς ὁ πάντων τῶν ἀδήλων καὶ κρυφίων γνώστης. οὐ 2.461 πόλεις, τὰς μὲν αὐτοὶ παραδεδώκασι Μυσοῖς, τὰς δ' ἑκοντὶ προεῖντο Τριβαλοῖς; οὐ βαρβάρους αὐτοὶ πρῶτοι τοῖς Ῥωμαίοις ἐπήγαγον Μακεδονίαν κατατρέχοντες καὶ ἐξανδραποδιζόμενοι, ὡς πολεμίαν; οὐ Θρᾴκην πᾶσαν ταῖς συχναῖς αὐτοὶ στρατείαις ἀοίκητον ἀπέδειξαν; οὐ χθὲς καὶ πρώην Μόῤῥαν διέφθειρον, ὡς ὑπ' ἐμοὶ τελοῦσαν; οὐ τὰς κοινὰς προσόδους πάσας ἐποίησαν ἀπολιπεῖν; οὐ τῆς στρατιᾶς τὸ μὲν, ὡς πολέμιον, αὐτοὶ διέφθειραν, τοῦ δὲ ἠμέλησαν, ὡς ὑπόπτου, ὀλίγον δὲ ἔτι τὸ λειπόμενον καὶ φαῦλον; ἐμοὶ δὲ τί τοιοῦτον εἴργασται; πλὴν ὅτι ἀμύνομαι ἐπιόντας καὶ Μυσοὺς καὶ Τριβαλοὺς, καὶ τὴν Ῥωμαίων ὑπολειπομένην ἐπάγουσι δύναμιν μὴ δυνάμενος ἀντικαθίστασθαι, ἐξ ἀνάγκης βαρβάρους συμμάχους προσκαλοῦμαι, ὥσπερ ἐδιδάχθην ὑπ' αὐτῶν. ὁπότερος οὖν τῆς φθορᾶς καὶ τῆς λεηλασίας αἴτιος, μᾶλλον δὲ αὐτουργός; οὐχ οὗτοι; συμβαίνει δὲ αὐτοῖς ὡσπερὰν εἴ τις εἰς οὐρανὸν τοξεύων, ἔπειτα περιπειρόμενος ὑπὸ κατιόντων τῶν βελῶν, οὐχ ἑαυτῷ, ἀλλ' οὐρανῷ προσλογίζοιτο τὴν αἰτίαν τῆς πληγῆς. ὅτι μὲν οὖν τήν τε κατὰ τὰς πόλεις ἀμύθητον Ῥωμαίων δυστυχίαν αὐτοὶ εἰργάσαντο καὶ τοῦ ἀνδραποδισμοῦ καὶ τῆς λεηλασίας τῆς ἄλλης χώρας αἰτιώτατοι αὐτοὶ, μηδ' ἄκροις ὠσὶ παραδεχόμενοι τὴν εἰρήνην, ἵν' ἐμὲ ἀνέλωσι μόνον, ἐκ τούτων δῆλον. ἔπεισι δέ μοι τοῦ 2.462 πατριάρχου, εἰ δεῖ μὴ μᾶλλον τὴν πονηρίαν, ἢ ἀπραγμοσύνην λέγειν, θαυμάζειν, ὅτι, πολλὰ πολλάκις ἐμοῦ περὶ εἰρήνης δεηθέντος καὶ μάλιστα αὐτοῦ, οἷα δὴ προστάτου τῆς εἰρήνης καὶ καθημέραν εἰρήνην πᾶσιν ἐπιλέγοντος, τότε μὲν οὐδέποτε ἐκάμφθη, οὐδὲ τὰ σπλάγχνα ἔφασκεν ἀνοιγνύναι τὴν ἐκκλησίαν, ἀλλ' ἦσαν σκληρότερα χαλκοῦ, νυνὶ δ' ὅτε τῶν πλασμάτων καὶ ψευδολογιῶν ἀκήκοε παρακοιμωμένου, ὅτι καθ' ἡδονὴν μάλιστά εἰσιν αὐτῷ, ἐξαίφνης πρᾷος καὶ ἥμερος ἀνεφάνη. καίτοι γε ἐροίμην αὐτὸν, ὁποίαν τινὰ λέγει τὴν ἐκκλησίαν ταύτην. εἰ μὲν γὰρ τὴν καθόλου τῶν ἐπισκόπων ἀδελφότητα, ἴστω μηδέποτε ἐμοὶ τὰ σπλάγχνα κλείσασαν ἐκείνην, ἀλλ' ἀνεῳγμένα μοι εἰς τόδε ἐξαρχῆς διατηροῦσαν· οἱ πλείους γὰρ ἐμοὶ φρονοῦσιν ἴσα, καὶ πολλὴν αὐτῶν ὠμότητα καταγινώσκουσι τῶν πολέμων καὶ τῶν φόνων ἕνεκα. εἰ δ' αὐτὸν καὶ τοὺς συνόντας τινὰς λέγει, πρῶτα μὲν οὐδ' αὐτοὶ τοῖς γινομένοις πάντες ἥδονται, ἀλλὰ τῆς ἀπάτης καὶ τῆς εἰς τὰ φαῦλα συναρπαγῆς θρηνοῦσιν ἑαυτοὺς, ἔπειτα οὐδ' ἐκκλησία εἰσὶν οὗτοι, ἀλλὰ τὸ κοινὸν τῶν πεπιστευκότων ἄθροισμα ἐκκλησία προσηγόρευται· ὧν ὥσπερ ἐξαίρετα οἵ τε ἐπίσκοποί εἰσι καὶ τῶν μοναζόντων οἱ λογάδες· ὧν μάλιστα τὸ ἄριστον καὶ τῶν ὀρθῶν ἐχόμενον λογισμῶν, ἐμοὶ προσέχουσιν, ὡς δίκαια καὶ λυσιτελοῦντα τῶν Χριστιανῶν τῇ ἐκκλησίᾳ καὶ προῃρημένῳ ἐξαρχῆς καὶ πράττοντι. οὔτε γοῦν μοι πρότερον κέκλεικε τὰ σπλάγχνα ἡ ἐκκλησία, οὔτε νῦν 2.463 ἀνοίγνυσιν, ἀλλ' αὐτὸς ἐπιορκήσας καὶ συκοφαντήσας καὶ τὸν πόλεμον κεκινηκὼς, ἃ πρότερον οὐκ ἠδυνήθη διὰ τῶν πολλῶν αἱμάτων καὶ τῶν ἀνηκέστων καταπράξασθαι κακῶν, τὸ ἐμὲ διαφθεῖραι, ταῦτα νῦν ἐλπίσας ἐκ τῶν ψευδολογιῶν τοῦ φίλου, ἤνοιξεν, ὥς φησι, τὰ σπλάγχνα, οὐχ ἵνα φιλανθρώπως δέξηται, τοῦτο γὰρ ἐκ πολλοῦ δεόμενος