356
τέλος δὲ ὁ ̓Αγρίππας σὺν ταῖς ἀρίσταις τῶν νεῶν ἐπὶ κατασκοπὴν τῶν ἐναντίων ἀπελήλυθε. καὶ ὡς ουτε πάντας κατεῖδεν ουτ' ἀναχθῆναί τις ἠθέλησεν, ἐπανῆλθε, καὶ παρεσκευάζετο ὡς πολεμήσων τῇ ἐπιούσῃ. τὰ δ' αὐτὰ καὶ τῷ ∆ημοχάρει συμβέβηκε, καὶ ἡτοιμάζετο κἀκεῖνος ὡς τοῖς πολεμίοις ἐπελευσόμενος, καὶ τὸν Σέξτον δὲ μετεπέμψατο. ἡμέρα τε ηδη ὑπέλαμπε καὶ αμφω τὰ ναυτικὰ ἐπ' αλληλα επλεον καὶ τῆς 2.411 ναυμαχίας ἀπήρξαντο. καὶ ἐπὶ πλεῖστον μὲν ἀγχωμάλως ἠγωνίσαντο, ὀψὲ δ' ουν ποτε καὶ πρὸς νύκτα ηδη οἱ τοῦ Καίσαρος ἐκράτησαν, οὐ μέντοι καὶ ἐπεδίωξαν. Καῖσαρ δὲ τοῦ Σέξτου ἐκ τῆς Μεσσήνης διὰ τὴν ναυμαχίαν ἀπάραντος ἀκινδύνως ἐπεραιώθη πρὸς Ταυρομένιον. ηδη δὲ τῆς ναυμαχίας παυθείσης σπουδῇ πρὸς τὴν Μεσσήνην ὁ Σέξτος ἀφίκετο, καὶ μαθὼν περαιωθέντα τὸν Καίσαρα, προσέμιξεν αὐτῷ κατὰ γῆν. καὶ ὁ Καῖσαρ τοῦ τε ναυτικοῦ τὸ πλεῖον ἀπέβαλε καὶ αὐτὸς ὀλίγου προσδιεφθάρη· τέως δ' ουν εἰς τὴν ηπειρον διασέσωστο. ηχθετο δὲ τοῦ στρατεύματος ἐν τῇ νήσῳ ἀπειλημμένου, καὶ οὐ πρὶν ἀνεθάρσησεν εως ἰχθὺς ἀναθορὼν ἐκ τῆς θαλάσσης αὐτόματος πρὸς τοὺς πόδας αὐτοῦ επεσε· τοῦτο γὰρ οἱ μάντεις δηλοῦν ἐξηγήσαντο οτι δουλώσεται τὴν θάλασσαν. ἡ δὲ τοῦ Καίσαρος στρατιὰ ἐπολιορκεῖτο, καὶ ἐπεὶ τὰ ἐπιτήδεια ἐπέλιπον σφᾶς καὶ ὁ βοηθήσων οὐκ ην, ὁ ταύτης αρχων Κορνουφίκιος τά τε σκάφη οσα ἐκ τῆς ναυμαχίας περισέσωστο εκαυσε καὶ αὐτὸς πρὸς τὰς Μύλας ἀπῆγε τὴν στρατιάν. καὶ πολλὰ ἐκακώθησαν παρὰ τῶν ἐναντίων ἐφεπομένων αὐτοῖς εν τε τῇ αλλῃ πορείᾳ καὶ μᾶλλον ἐν ταῖς τῶν ποταμῶν διαβάσεσι. καὶ ἐπὶ τρεῖς ἡμέρας επασχον ουτως, τῇ δέ γε τελευταίᾳ πάντῃ αὐτοὺς ἐκάκωσαν, προσγενομένου αὐτοῖς καὶ τοῦ Σέξτου. καὶ πάντες αν διεφθάρησαν, εἰ μὴ σφῶν καὶ ακοντες ἀπέσχοντο οἱ πολέμιοι. ὁ γὰρ ̓Αγρίππας νικήσας τὴν ναυμαχίαν ἐς Σικελίαν ἐπεραιώθη καὶ σῖτόν τε τῷ στρατῷ καὶ βοήθειαν επεμψε. καὶ ὁ Σέξτος αὐτὸν τὸν ̓Αγρίππαν ηξειν ἐκεῖ προσδοκήσας καὶ φοβηθείς, σπουδῇ ἀνεχώρησεν, ωστε σκεύη τινὰ 2.412 καὶ ἐπιτήδεια καταλεῖψαι ἐν τῷ ἐρύματι, ἐξ ων τραφέντες οἱ περὶ τὸν Κορνουφίκιον πρὸς τὸν ̓Αγρίππαν ἀπῄεσαν· ους ὁ Καῖσαρ ἐπαίνοις καὶ δωρεαῖς ἀνεκτήσατο. Μετὰ τοῦτο δ' ἐς τὴν Σικελίαν ἐλθόντι τῷ Καίσαρι περὶ τὸ ̓Αρτεμίσιον ὁ Σέξτος ἀντεστρατοπεδεύσατο. ἀντικαθημένων δ' ἀλλήλοις καὶ ἀκροβολιζομένων τῷ μὲν Σέξτῳ ὁ Γάλλος, τῷ δὲ Καίσαρι ὁ Λέπιδος σὺν ταῖς δυνάμεσι προσήνωντο. καὶ ὁ μὲν Γάλλος ἐπέρρωσε τὸν Σέξτον, ὁ δὲ Λέπιδος διηνέχθη τῷ Καίσαρι, αὐτὸς μὲν ἐκ τοῦ ισου συνδιοικεῖν αὐτῷ τὰ πάντα βουλόμενος, ἐκείνου δὲ ὡς ὑποστρατήγῳ αὐτῷ χρωμένου ἐν απασι. διὸ καὶ πρὸς τὸν Σέξτον ἀπέκλινε, καὶ ἐκοινολογεῖτο δι' ἀπορρήτων αὐτῷ. ο ὑπονοήσας ὁ Καῖσαρ εσπευσε πρὶν νεοχμωθῆναί τι διὰ μάχης τῷ Σέξτῳ χωρῆσαι. καὶ ναυμαχίας τε κατὰ θάλασσαν συρραγείσης, καὶ κατὰ γῆν τῶν πεζῶν ἀμφοῖν παρατεταγμένων, ἐπὶ πολὺ μὲν τῆς ναυμαχίας γινομένης ἰσορρόπου τε καὶ ἰσοπαλοῦς τὰ πεζὰ καὶ αμφω στρατεύματα ἐθεῶντο καὶ ἠγωνίων· ἐπεὶ δ' οἱ τοῦ Σέξτου ἐτράποντο, οἱ μὲν ἐπαιάνισαν, οἱ δ' ὠλοφύροντο. καὶ οἱ μὲν τοῦ Σέξτου πεζοὶ πρὸς τὴν Μεσσήνην ἐχώρουν ατε καὶ αὐτοὶ συνηττηθέντες τῷ ναυτικῷ, ὁ δὲ Καῖσαρ τοὺς ἐκπίπτοντας τῶν ἡττωμένων εἰς τὴν γῆν ἐξεδέχετο καὶ τῶν σκαφῶν οσα προσώκειλον ἐνεπίμπρα. κἀν τούτῳ ὁ μὲν ∆ημόχαρις ἑαυτὸν ἀπέσφαξεν, ὁ δ' ̓Απολλόδωρος τῷ Καίσαρι προσεχώρησε. τοῦτο δὲ αλλοι τε καὶ ὁ Γάλλος καὶ οἱ ἱππεῖς οἱ σὺν αὐτῷ πάντες καί τινες τῶν πεζῶν πεποιήκασιν. 2.413 ̔Ο Σέξτος δ' ἐντεῦθεν ἀπογνοὺς καὶ τὴν θυγατέρα καὶ αλλους παραλαβὼν τά τε χρήματα καὶ τῶν αλλων τὰ τιμιώτερα εἰς τὰς ναῦς τὰς κρείττους τῶν σωθεισῶν ἐνθέμενος ἀπῆρε νυκτός· οὐδ' ἐπεδίωξέ τις αὐτόν, οτι τε λάθρᾳ ἐξέπλευσε καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ γέγονε ταραχῇ. ὁ γὰρ Λέπιδος τῇ Μεσσήνῃ ἐπελθὼν καὶ εἰσδεχθεὶς εἰς αὐτὴν τὰ μὲν ἐνεπίμπρα, τὰ δ' ηρπαζεν· ειτα φοβηθεὶς ἐπελθόντα τὸν Καίσαρα, ἐπὶ λόφον καρτερὸν στρατοπεδευσάμενος, πάντα τε οσα ἐλαττοῦσθαι ἐνόμιζεν ἐπενεκάλει αὐτῷ, καὶ