356
καρπός. σίδη δὲ ὁ τῆς ῥοιᾶς φλοιός. sigma.1642 Σιδήτησ. ὁ ἀπὸ Σίδης πόλεως. *εστι δὲ αυτη μία τῶν κατὰ τὴν Παμφυλίαν πόλεων μητρόπολις.* Σίκλοσ. οἱ τέσσαρες ὀβολοί. Σίκιννισ. κύριον. καὶ ειδος ὀρχήσεως. Σικανοί. οἱ Σικελοί. ἀπὸ ἡγεμόνος Σικανοῦ. Σιλωάμ. ἑρμηνεύεται ἀπεσταλμένος. Σίλουροσ. ἰχθύς. Σιληνόσ. ὁ μωρός. καὶ σίλλος. Σίλαροσ. ποταμός. Σιμόσ. παρὰ τὸ σίγμα σιγμός· καὶ γὰρ τοῦ σιμοῦ ἡ ῥὶς δοκεῖ τοῦ ˉς τὸν τύπον μιμεῖσθαι. τὸ δὲ σίγμα διὰ τοῦ ˉι γράφεται, ἐπειδὴ τὰ εἰς ˉα λήγοντα ὀνόματα τῶν στοιχείων ἑνὶ φωνήεντι sigma.1643 θέλει παραλήγεσθαι. ˉα. ˉβ. ˉγ. ˉδ. ˉε. καὶ σιμότης ἡ ἐν ῥινὶ κοίλανσις. Σίμων. κύριον. ἑρμηνεύεται ὑπακοή. αν Σίμων ῃς Κυρηναῖος. Σιμόεισ. ποταμός. Σίπαλοσ. ὁ ευμορφος. Σιρόσ. ὁ λάκκος. η βαθύτατον ορυγμα. Σισίννιοσ. κύριον. ̓Αῤῥιανὸς δὲ καὶ ̓Αππιανὸς, ὁ Σισίννης, τοῦ Σισίννου. Σιτησμόσ. ἡ διατροφή. ἐπισιτισμὸς δὲ, ι. Σιφλόσ. τυφλός· ἀσθενής· ἐπίψογος· μωμητός. σιφλὸς δὲ κυρίως ὁ σεσινωμένος τοὺς ιλλους, καταχρηστικῶς δὲ καὶ ἐπὶ αλλου μέρους τοῦ σώματος, πλεονασμῷ τοῦ ˉφ. †Σιφνεύσ. ὁ ἀσπάλαξ.† Σίφων. παρὰ τὸ σίζω, τὸ ηχον ἀποτελῶ. Σιχθοί. οἱ σαθροί. Σικυιόσ. ὁ πέπων. τοῦ Ψελλοῦ· ὁ πέπων δέ γε σικυιὸς, ὁ δὲ βρυτὸς πόμα τι. sigma.1644 (Θηλυκόν.) Σιαγόνεσ. οτι σείονται περιαγόμεναι. η παρὰ τὸ σιγᾷν. ἐν αις ἐστι σιγᾷν καὶ λέγειν ἀνοιγομέναις. η παρὰ τὸ τὰ σῖτα αγνυσθαι δι' αὐτῶν. Σιγύνη. ἡ μικρὰ ἀσπίς. Σιδηρᾶν ὡς ἀργυρᾶν περισπῶμεν. Σικύνη, Σίκινις καὶ Σική. ὀνόματα πόλεων. Σικουΐα. χώρα. Σικανία. ἡ Σικελία. Σιλουντία. χώρα. Σίλφη. ὁ σκώληξ. Σιμαί. αἱ μέλισσαι. Σιμότησ. κοίλανσις ἐν ῥινί. †Σίννισ. ορνεον ἁρπακτικόν.† Σινώπη. πόλις. ἀπὸ Σινώπης τῆς ̓Ασώπου θυγατρός. ὁ δὲ Ανδρων φησὶ, μίαν τῶν ̓Αμαζόνων φυγοῦσαν εἰς πόντον παρὰ τοῦ βασιλέως τοῦ τόπου, πίνουσάν τε πλεῖστον οινον προσαγορευθῆναι Σινώπην. μεταφραζόμενον δὲ τοῦτο σημαίνει τὴν πολλὰ πίνουσαν. sigma.1645 *Σίντη. βλαπτική.* Σιπύη. τὸ κανίσκιον. η ἡ ἀρτοθήκη. Καλλίμαχος· ἐκ δ' αρτους σιπύηθεν αλις κατέθηκεν ἑλοῦσα. ειρηται οἱονεὶ σιτοΰνη τὶς ουσα διὰ τὸ ἐν αὐτῇ τὰ σιτία ἐμβάλλεσθαι. Σιπία. τόπος, ˉι. σηπία δὲ, ὁ ἰχθὺς, ˉη καὶ ˉι. †Σιπυληνή. ἡ ∆ημήτηρ.† Σισύρα. ἡ γοῦνα. †Σίσυσ. τὸ εὐτελὲς ἱμάτιον.† †Σισύρνα δὲ, τὸ ατρυχον ἱμάτιον.† Σιταρίσ. ορνεον. Σιτάρκησισ. *τὸ ἀρκοῦν βρῶμα.* Σιωπή. παρὰ τὸ σιγὴ καὶ τὴν οπα, τὴν φωνὴν, sigma.1646 γίνεται σιγηοπὴ, καὶ ἀποβολῇ τοῦ ˉγ καὶ κράσει τοῦ ˉη καὶ ˉο εἰς ˉω μέγα σιωπή. ὡς ὀγδοήκοντα, ὀγδώκοντα. Σίκιννισ. ειδος ὀρχήσεως. ἀπὸ Σικανοῦ τοῦ ̓Αθηνῶν βασιλέως. οἱ δὲ ἀπὸ τοῦ παιδαγωγοῦ τῶν Θεμιστοκλέους παίδων. (Οὐδέτερον.) Σίγειον. ἀκρωτήριον. Σῖγμα. τὸ στοιχεῖον. παρὰ τὸ σίζω, τὸ ἠχῶ, ἀπὸ τῆς παρὰ τὸν φθόγγον δυνάμεως. Σιγίλλιον. ....... Σιδηροῦν καὶ πορφυροῦν. ὁμοίως καὶ χρυσοῦν καὶ ἀργυροῦν. Σίκημα. πόλις. ἡ τῷ ̓Ιωσὴφ ὑπὸ τοῦ ̓Ιακὼβ καταληφθεῖσα. sigma.1647 Σίκυα. τὰ ἀγγούρια. καὶ σικυήλατον. *ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ.* Σίλφιον. βοτάνη χωνευτήριος. Σίμβλα. τὰ ἀγγεῖα τῶν μελισσῶν. παρὰ τὸ συμβεβλῆσθαι αλλο ἐπ' αλλο, οιον συμβλήϊα τινὰ οντα. οιον· λείβων ἐκ δάπεος σιμβλήϊα εργα μελισσῶν. η οτι σιμὰς ἐκάλουν οἱ ἀρχαῖοι τὰς μελίσσας. αἱ γὰρ μέλισσαι πρὸς σύγκρισιν τῶν σφηκῶν ἀμβλύτερα εχουσι τὰ κέντρα. †ηγουν ἐν αις αἱ σιμαὶ μολῶσι.† Σιμικίνθιον. τὸ περὶ τοὺς πόδας σανδάλιον. τινὲς δὲ τὸ φακιόλιον. κυρίως δὲ τὸ ῥινόμακτρον, ο ἐστι τὸ μυξομάνδηλον. Σῖτα καὶ σιτία. τὰ βρώματα. †Σίον. ἡ βοτάνη.† sigma.1648 Σιείρ. ορος. Σίελ. σκοτοδίνη. καὶ ἀντὶ τοῦ σκοτοδινιῶ. ουτω λέγουσιν οἱ Συρακούσιοι. Σινᾶ. ορος, οπερ τῇ ̓Αῤῥάβων γλώσσῃ Αγαρ καλεῖται. Σίραιον. τὸ εψημα. Σίνηpi. παρὰ τὸ σίνειν τοὺς ωπας. ( ̔Ρῆμα.) Σιβυλλαίνω. ἐκθειάζω. Σιγῶ. παρὰ τὸ σιγὴ σιγῶ, ὡς τιμὴ τιμῶ. Σίζω. τὸ ἠχῶ. ὠνοματοπεποίηται. ὀνοματοποιΐα δέ ἐστι φωνῆς μίμησις πρὸς τὴν ποιότητα τοῦ ὑποκειμένου. Σιλαίνω. μωραίνω. καὶ τὸ κολακεύω τοὺς ιππους. Σιλλογραφῆσαι. μιμολογῆσαι. Σίνω. τὸ βλάπτω. Σινιάσαι. πειράσαι. sigma.1649 Σίκρητα. παρὰ ̔Ρωμαίοις κριτήρια. Σιτῶ. τὸ διατρέφω. καὶ σιτῆσαι.