Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται. Ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἦν Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ.9 Τὸν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προεισκομίσας λόγον, καὶ προαπαγγείλας ὅτι ἐπι- στρέψει τὸν λαὸν αὐτοῦ οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, καταδείκνυσιν εὐθὺς τοὺς κληθησομένους εἰς λύτρωσιν, δῆλον δὲ ὅτι τοὺς ἐξ ἐθνῶν, οἷς δὴ μάλιστα Χριστὸς ἐπιλάμψας ὁρᾶται. καίτοι λέγων ἐναργῶς· "6Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ."6 Ἀλλ' ἐκείνοις μὲν καὶ πρώτοις θεῖόν τε καὶ εὐαγγελικὸν ἐνήστραψε φῶς. Ἐπειδὴ δὲ, καθὰ γέγραπται, ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος Ἰσραήλ (ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς)· ταύτῃτοι καὶ μάλα εἰκότως ταῖς ἐθνῶν ἀγέλαις ἐπέλαμψεν ὁ Χριστὸς, καὶ αὐτὸ δὴ τουτὶ ταῖς τῶν προκειμένων θεωρίαις ἐνὸν εὑρήσο- μεν. Ὀνομάζει δὲ τῶν ἐθνῶν τὰ πάντων μάλιστα δεισιδαιμονέστατα, ἵνα καὶ ἡ τοῦ καλοῦντος εἰς μετά- γνωσιν θαυμάζηται δύναμις. Ὥσπερ γὰρ δὴ τότε μάλιστα τῶν ἰατρεύειν εἰδότων ἐπαινεῖται τὸ εὐ- τεχνὲς, ὅταν τινὰς τὰ ἀπεγνωσμένα νοσοῦντας τῶν παθῶν ἀπαλλάττειν δύνωνται ταῖς σφῶν αὐτῶν ἐμ- πειρίαις ἐπὶ καιροῦ χρώμενοι· οὕτω καὶ ὁ Θεὸς, ἐμφα- νεστέραν ἑαυτοῦ τὴν ὑπερφυᾶ καθίστησι δόξαν, ὅταν τινὰς τῶν ἄγαν ἐκκεκλικότων, καὶ εἰς αὐτόν που τὸν κατωτάτω πυθμένα φαυλότητός τε καὶ ἀσεβείας κατ- ενηνεγμένων, ἀνανήχεσθαί τε καὶ ἀναφοιτᾷν ἀναπείσῃ πρὸς ἔφεσιν ἀρετῆς, καὶ εἰς ἀπότριψιν τοῦ κακοῦ, καὶ οἷον εἰς ἀμφίεσιν τῶν ἐπαινουμένων. Αἰγύπτιοι τοί- νυν, καὶ τὰ τῶν Αἰθιόπων ἐμπορεῖα, τοῦτ' ἔστιν, αἱ Θηβαίων πόλεις, αἷς εἰσι πρόσοικοί τε καὶ ἀγχιτέρμο- νες οἱ καλούμενοι Σαβαῒμ, τοῦτ' ἔστι, τὰ τῶν Αἰθιό- πων, ἤγουν τῶν Ἰνδῶν ἔθνη (τάχα που τὴν κλῆσιν 70.972 λαχόντες ὡς ἀπό γε τῆς Σαβᾶ τῆς βασιλευσάσης κατὰ καιροὺς τῆς αὐτῶν χώρας τε καὶ γῆς), ἐκοπίασαν, φησί· τὸ δὲ, Ἐκοπίασαν, διχῇ νοητέον· ἢ γὰρ ἐκεῖνο βούλεται δηλοῦν, ὅτι κεκμήκασιν οὐ φορητῶς, κατά γε τὸν τοῦ πλανᾶσθαι καιρὸν ὠμῷ τυράννῳ κατεζευ- γμένοι τῷ Σατανᾷ, καὶ ταῖς τῶν δαιμονίων ἀγέλαις δουλεύοντες ἐξαιτοῦντι θυσίας, καὶ αὐτὰ τὰ αὐτῶν γεννήματα, υἱούς τέ φημι καὶ θυγατέρας· ἤγουν ὅτι πάλαι μὲν ἦσαν δεινοὶ καὶ ἄθραυστοι, καὶ οἷον ὑπ- ασπισταὶ τῆς ἀρχαίας ἀπάτης, καὶ σθένει παντὶ χρώ- μενοι πρός γε τὸ δεῖν ἔχεσθαι νεανικῶς τῆς προκει- μένης αὐτοῖς δυσσεβείας Ἑλληνικῆς. Ἐπειδὴ δὲ ἐπ-έλαμψεν ὁ Χριστὸς, καὶ φῶς τὸ ἀληθινὸν ταῖς ἁπάν- των ἀνῆκε καρδίαις, καὶ ὥσπερ τις νοητὸς ἀνέτειλεν ἑωσφόρος, ἐκοπίασαν, τοῦτ' ἔστιν, οὐ μεμενήκασιν ἐνστατικοὶ, καθὰ καὶ πρότερον, καθυφῆκαν δὲ ὥσπερ τοῦ πάλαι τόνου, παραχωρήσαντες τὸ νικᾷν τοῖς περὶ αὐτοῦ κηρύγμασι, κατεψεύσθη δὲ οὐδαμῶς ὁ περὶ τούτων λόγος. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦ- λος· "6Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις."6 Πλήρης γὰρ ἡ τῶν Αἰγυπτίων ὁρᾶται γῆ σεπτῶν καὶ ἁγίων ἐκκλησιῶν. Θυσιαστήρια παντα- χοῦ καὶ μοναστῶν ἀγέλαι, καὶ παρθένων ἐσμοὶ, καὶ ἀσκήσεων πόνοι σὺν θυμηδίᾳ πολλῇ καὶ δρόμος εἰς ἀρετὴν, καὶ προθυμία πολλὴ, σφριγῶσά τε καὶ ἐκκό- πτεσθαι μὴ ἀνεχομένη καὶ τῷ [γρ. τὸ] Χριστοῦ παρα- τείνει σέβας, καὶ μέχρις αὐτῶν τῶν Σαβαῒμ, ἤτοι τῶν Ἰνδικῶν ἐθνῶν. Ἔστι γὰρ, ἔστι καὶ παρ' ἐκεί-νοις ἰδεῖν ὅσα καὶ ἐν Αἰγύπτῳ, καὶ ἐν τοῖς ἐμπορίοις τῆς Αἰθιοπίας, τοῦτ' ἔστιν, ἐν τῇ Θηβαίων γῇ. Οὗτοι δὴ οὖν οἱ Αἰγύπτιοι, φησὶ, καὶ οἱ Σαβαῒμ ἄνδρες ὄντες ὑψηλοὶ, τοῦτ' ἔστιν, ἀπόβλεπτοι, καὶ γνωριμώτατοι τοῖς ἁπανταχοῦ, καὶ ἀγνοηθέντες οὐδενὶ ὅτι τέ εἰσιν ἐξῃρημένως δαιμονίων θεραπευταὶ, καὶ διαβολικῶν εὑρεμάτων ὑπασπισταὶ, ἐπὶ σὲ διαβήσονται, τοῦτ' ἔστι, τὴν πρώτην ἀφέντες ἀπάτην, καὶ τῶν τῆς ἀπωλείας βάθρων ἀποπηδήσαντες, ἥξουσι πρὸς σὲ, καί σοι ἔσον- ται δοῦλοι, καὶ τῶν σῶν