διὰ σαφήνειαν ἐσχημάτισται,ἀλλὰ διὰ ἐπεισαγωγὴν ἱστορίας, ἵνα ἡ τοῦ Τμώλου μνήμη εὐκαίρως παραπλακῇ.ἄλλως γὰρ ἡ ἐπανάληψις ἀναγκαία οὐκ ἦν. (ῃ. 864) Μῄονες δὲ λέγονται ἀπότινος Μῄονος ἢ Μαίονος τραπέντος μὲν τοῦ ˉα εἰς ˉη, τοῦ δὲ ˉι μένοντος ἀνεκφωνήτου. λέγονται δέ ποτε καὶ τετρασυλλάβως Μηΐονες ἐκφωνηθέντος τοῦ προσγραφομένου ˉι. Ἡρακλείδης δέ, φασίν, ἄνευ τοῦ ˉι γράφει τοὺς ἀπὸ τοῦ Μαίονοςκληθέντας Μήονας λέγων Βοιωτίαν εἶναι τὴν τοιαύτην μεταβολήν, ὡς τῶν Βοιωτῶν τὴν ὅλην ˉαˉι δίφθογγον εἰς ˉη κατὰ μόνας μεταβαλλόντων, ὥς που καὶὁ Χοιροβοσκὸς παρασημειοῦται, ἐν οἷς ἐξηγεῖται τὸν Ἡρωδιανόν, λέγων καί,ὅτι τὰς θηλυκὰς πληθυντικὰς εὐθείας τῶν παθητικῶν ἐνεστώτων, τὸ ποιούμεναικαὶ λεγόμεναι καὶ τὰ τοιαῦτα, ποιούμενη, λεγόμενη, ἐκεῖνοί φασι, οὕτω δὲ καὶτὰ ὅμοια. Ὁ δὲ Γεωγράφος φησίν, ὅτι τοὺς Λυδοὺς Μῄονας ὁ ποιητής φησιν,οἱ δὲ ὕστερον Μαίονας, καὶ ὅτι οἴονταί τινες τὴν Μῃονίαν Ἀσίαν λέγεσθαι,καθὰ εἴρηκεν ὁ ποιητής· «Ἀσίῳ ἐν λειμῶνι». καὶ ὅτι οἱ μὲν τοὺς αὐτοὺς τοῖς Λυδοῖς, οἱ δὲ ἑτέρους ἀποφαίνονται. ἄμεινον δὲ λέγειν τοὺς αὐτούς. λέγει οὖνκαὶ Ἡρόδοτος, ὅτι Μῄονες πρότερον καλούμενοι Λυδοὶ ὕστερον ἐκλήθησαν ἀπὸ 1.576 Λύδου, υἱοῦ Ἄτυος. περὶ δὲ Λυδῶν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται.σημείωσαι δέ, ὅτι εἰ καί, ὡς νῦν εἴρηται, ταὐτίζει τοὺς Λυδοὺς καὶ τοὺς Μῄονας ὁ Γεωγράφος, ἀλλ' ἐν ἄλλοις φησίν, ὅτι, ὥσπερ ἔργον, ἤγουν δύσκολον,διορίσαι χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὅρια, οὕτω καὶ Λυδοὶ καὶ Μαίονες, οἱ καθ'Ὅμηρον Μῄονες, ἐν συγχύσει πώς εἰσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους.[(ῃ. 865) Ὁ δὲ Ταλαιμένης ἐπένθεσιν ἔχει τοῦ ἰῶτα, ὡς καὶ ὁ ταλαίπωρος.] Γυγαίη δὲ λίμνη τεκεῖν λέγεται Μέσθλην καὶ Ἄντιφον, ἢ πρὸς ἔμφασιν τοῦ ὑγροὺς καὶ ἰταμοὺς ἢ διερρυηκότας τὸν βίον αὐτοὺς εἶναι ἤ, ὅτι περὶ αὐτὴνστέργηθρόν τι, ὡς εἰκός, εἶχον, οἷα καὶ ἐπί τινι μητρὶ καὶ τροφῷ, νηχόμενοιτυχὸν ἢ καὶ ἰχθυώμενοι κατ' αὐτήν. εἰκὸς δὲ καὶ τὴν σφῶν μητέρα περὶ αὐτὴντὴν Γυγαίαν λίμνην ἐκτεκεῖν αὐτοὺς ἢ ἐκεῖ που τὰ νυμφεῖα ἐκτελέσαι. Ἔστιδέ, ὡς ὁ Γεωγράφος φησί, κατὰ τὴν Σαρδιανὴν ἐν σταδίοις τεσσαράκοντα ἀπὸτῆς πόλεως, ἐκλήθη δὲ ὕστερον, φησί, Κολόη, ὅπου καὶ ἱερὸν Κολοηνῆς Ἀρτέμιδος, ἁγιστείαν μεγάλην ἔχον. Φασὶ δ' ἐνταῦθα χορεύειν τοὺς καλάθους κατὰτὰς ἑορτάς, οὐκ οἶδ' ὅπως, φησί, παραδοξολογοῦντες μᾶλλον ἢ ἀληθεύοντες.ἕτεροι δὲ καὶ Ἀθηνᾶν Γυγαίαν αὐτόθι τιμᾶσθαί φασιν. οἱ δὲ Σχολιασταὶ τὸμὲν Γυγαίη δέχονται κατ' εὐθεῖαν πτῶσιν, τὸ δὲ λίμνῃ κατὰ δοτικὴν καὶφάμενοι τὴν Γυγαίην θυγατέρα Γύγου συντάσσουσιν οὕτω· «οὓς ἡ Γυγαίη ἔτεκεπαρὰ τῇ λίμνῃ» λέγοντες καί, ὅτι οὐκ ἐκτίθεται ὁ ποιητὴς λιμνῶν τέκνα. Λέγουσι δὲ καὶ στίχον λελοιπέναι τὸν σημαίνοντα τὸ ὄνομα τῆς μητρὸς τῶνῥηθέντων στρατηγῶν. ληροῦσι δέ, φασίν. οὐ γὰρ εὕρηται τοιοῦτος στίχοςοὐδαμοῦ. ἀρέσκει οὖν τοῖς παλαιοτέροις εὐθεῖαν εἶναι καὶ τὸ λίμνη, καθὰ καὶ 1.577 τὸ Γυγαίη. Τινὲς δὲ λέγουσι καί, ὅτι, ὥσπερ Νείλου τέκνα οἱ Αἰγύπτιοι, οὕτωκαὶ λίμνης ταύτης οἱ εἰρημένοι στρατηγοί, ὁ Ἄντιφος καὶ ὁ Μέσθλης, ὅντινες καὶ Μέστρην γράφεσθαί φασι παράγοντες εἰς ὁμοιότητα τῶν δύο τούτωνλέξεων τὸ φύτρη καὶ φύτλη. γράφεται δὲ ἐν τοῖς Σχολίοις καί, ὅτι ἡ Μασσαλιωτικὴ ἔκδοσις ἀντὶ τοῦ Γυγαίη λίμνη Γυραίη εἶχεν. ἡ δὲ κατ' Εὐριπίδην μετὰτὸν τρίτον στίχον, οὗ ἀρχὴ τὸ «οἳ καὶ Μῄονας ἦγον» γράφει τέταρτον τοῦτονκατὰ σχῆμα ἐπαναλήψεως «Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ»,οὗ δὴ στίχου καὶ ὁ Γεωγράφος μνησθείς φησιν, ὡς οὐδεμία εὑρίσκεται Ὕδη ἐντοῖς Λυδοῖς. καὶ μὴν ἕτεροι κατὰ τὸν αὐτὸν Γεωγράφον εἰπεῖν Ὕδην τὴν τῶν Σάρδεων ἀκρόπολίν φασιν ἢ αὐτὰς τὰς Σάρδεις, τὸ τῶν Λυδῶν βασίλειον, αἳ καὶὑπὸ Κιμμερίων ἑάλωσάν ποτε. Τμῶλος δέ, φησίν, ὄρος εὔδαιμον Λυδίας,ὑπερκείμενον Σάρδεων, ἔχον σκοπὴν ἐν τῇ ἀκρωρείᾳ, ἐξέδραν λευκοῦ λίθου,