357
αὐτὸς οὐκ εἰσακούομαι, ἀλλ' ἵνα καταπίῃ. ταῦτα μὲν οὖν εἰ καὶ τραχύτερόν πως δοκεῖ εἰρῆσθαι, συγγνώμη τῷ πάθει. ψυχὴ γὰρ ὑπὸ πολλῶν ἀδικημάτων πιεσθεῖσα καὶ κατώδυνος τοιαῦτα ἂν ἐξενέγκοι καὶ πολλῷ τραχύτερα. πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸ ἐπιτίμιόν φησιν ἐμοὶ λύσειν χαριζόμενος. εἰ μὲν οὖν εἰδὼς, ἃ δεῖ περὶ τῶν ἐπιτιμίων, τοιαῦτα πλάττεται καὶ οἴεται ἐξαπατᾷν, συγγνώμη πολλὴ τὸ εἰωθὸς ποιοῦντι· εἰ δ' ἀγνοεῖ τὴν δύναμιν, ἣν ἔχει περὶ τὰ τοιαῦτα, ὅπερ οἴομαι καὶ μάλιστα, ἐγὼ διδάξω. τῶν ἀνθρώπων οἱ μὲν ὀρθῶς βιοῦσι καὶ νόμοις προσέχουσι θεοῦ καὶ περὶ τὴν πίστιν ἀσφαλεῖς εἰσιν, οἱ δὲ τοὐναντίον ἅπαν. ὅσοις οὖν ἢ ἀσέλγειαι ἢ ἐπιορκίαι ἢ φόνοι ἤ τι τῶν ἀπηγορευμένων ἕτερον τολμᾶται ἢ περὶ τὴν πίστιν σφάλλονται, δόγμασι προσέχοντες πονηροῖς καὶ διεφθαρμένοις, οὗτοι τῆς μερίδος ἑαυτοὺς ἠλλοτριώκασι τοῦ Χριστοῦ· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. οἱ ἀρχιερεῖς δὲ τῶν θείων θελημάτων εἰσὶν ἐκφάντορες καὶ διδακτικοὶ καὶ προνοητικοὶ τῶν ἄλλων. πρῶτοι 2.464 οὖν ἐκεῖνοι παρὰ τοῦ πνεύματος διδασκόμενοι τοὺς ἀπὸ θεοῦ κεχωρισμένους διὰ τὴν περὶ τὰ φαῦλα ἐπιμονὴν, διδάσκουσι τοὺς ἄλλους, μὴ αὐτοῖς συναναμίγνυσθαι, μηδὲ συνεσθίειν, μηδὲ συνεύχεσθαι, ὡς ἀπὸ θεοῦ κεχωρισμένοις, ἵν' ἢ ἐκεῖνοι ἐπιστρέφωσιν ἀπὸ τῶν φαύλων, αἰσχυνόμενοι τὸν χωρισμὸν, ἢ οὗτοι μὴ βλάπτωνται ἐκ τῆς ἐκείνων συνδιαγωγῆς. ῥᾷον γὰρ ἄν τις μεταλάβοι κακίας, ἢ μεταδῷ τῆς ἀρετῆς. εἰ δ' ἐκεῖνο προβάλλεται, τί οὖν ὁ Χριστὸς εἶπε «πάντα ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ;» ἀλλ' αὐτοῦ τοῦ μακαρίου Πέτρου ἀκουέτω, πρὸς ὃν ἡ ἐξουσία δέδοται, Κλήμεντι τῷ διαδόχῳ παραγγέλλοντος διαῤῥήδην, ὅτι «λύσεις, ἃ προσῆκον, ὁμοίως καὶ δήσεις,» ὡς τὸν μὲν Χριστὸν πρὸς ἐκεῖνον ἀπολύτως εἰπεῖν τὸν λόγον, εἰδότα ἀκριβῶς, ὡς οὐδὲν δήσει τῶν ἀξίων μὴ δεδέσθαι· Πέτρον δὲ αὖθις, παρ' αὐτοῦ τοῦ διδασκάλου ἐμπνεόμενον, καὶ τὸν διορισμὸν προσθεῖναι τοῦ ὅσα δεῖ, δείσαντα, ὡς ἔοικε, μὴ ὕστερόν ποτε ἡ τοιαύτη ἐπεισέλθῃ νόσος, καὶ νομίσωσιν οἱ ἀρχιερεῖς ἐξουσίαν ἔχειν χωρίζειν, οὓς ἂν ἐθέλωσιν, ἀπὸ θεοῦ ἰδίων ἕνεκα ἐγκλημάτων καὶ παθῶν. ὃ νῦν πέπονθε καὶ οὗτος τὴν οἰκείαν ἀγνοήσας δύναμιν. δῆλον οὖν, ὡς, ἄν τις ἄξια ποιῇ χωρισμοῦ θεοῦ, καὶ πρὶν τοὺς ἀρχιερέας φανερὸν ποιεῖν τοῖς ἄλλοις, ἐκεῖνος ἀπὸ θεοῦ κεχώρισται, ὥσπερ τῷ τῆς Ἀλεξανδρέων ἡγουμένῳ ἐκκλησίας Πέτρῳ τῷ μακαρίῳ 2.465 Ἀρεῖος ὁ κατὰ Χριστοῦ μανεὶς, καὶ πρὸ τῆς συνόδου τῆς ἱερᾶς καὶ τῆς ἐκτομῆς τοῦ λοιποῦ τῆς ἐκκλησίας σώματος, ἐκτετμημένος παρὰ θεοῦ ἀπεκαλύφθη καὶ γεέννης ἄξιος καὶ τῆς ἐν ᾅδου καταδίκης· ἄν τε μηδὲν τοιοῦτον εἰργασμένος φαίνηται, ἀλλὰ νόμοις θεοῦ προσέχων καὶ ταῖς ἐντολαῖς, αἳ μάλιστα μέλος εἶναι Χριστοῦ ποιοῦσιν, οὐκ ἂν ἀπ' ἐκείνου χωρισθείη, ἂν πάθους ἕνεκα ἰδίου οἱ ἀρχιερεῖς χωρίζωσιν. ὁ γὰρ μέγας λαμπτὴρ τῆς οἰκουμένης Ἰωάννης ὁ χρυσοῦς τὴν γλῶτταν, τῆς ποίμνης ἀδίκως ὑπὸ τῶν ἐπισκόπων ἀπελαθεὶς καὶ πολλοῖς κακοῖς προσομιλήσας καὶ ἀφορισμῷ καὶ ἀναθέματι ὑποβληθεὶς, οὐδὲν ἀπέβαλε τῆς δόξης· ἀλλ' ἐκεῖνος μὲν εἰς ἀεὶ Χριστῷ σύνεστι συνδοξαζόμενος, οἱ ἐκτεμόντες δὲ μᾶλλον ἑαυτοὺς τῆς δόξης ἠλλοτρίωσαν τοῦ θεοῦ, φθόνῳ καὶ συκοφαντίᾳ καὶ διαβολῇ καὶ μυρίοις ἄλλοις πάθεσιν ἐκδότους ἑαυτοὺς πεποιηκότες. εἰ μὲν οὖν τι καὶ αὐτὸς ἐμοῦ τοιοῦτον ἔχει κατηγορεῖν, οἷον εἶναι ἄξιον ἀπὸ θεοῦ χωρίζειν, λεγέτω καὶ δεικνύτω, καὶ τήν τε ἐπιτίμησιν οἴσω πρᾴως καὶ πρὸς τῶν ἡμαρτημένων τὴν ἐπανόρθωσιν πᾶσαν ἐπιδείξομαι σπουδήν. εἰ δ' οἰκείας ἀβουλίας ἕνεκα καὶ φθόνου καὶ συκοφαντίας, ὅτι μὴ παρέσχον κατασφάττειν ἐμαυτὸν, ἀπὸ θεοῦ χωρίζειν ἔγνω, σκοπείτω, μὴ οὐ δι' ἐμοῦ μᾶλλον, ἢ ἑαυτοῦ τὸ ξίφος ὤθησεν· οὐ γὰρ, ∆ιονύσιος ὁ μέγας, ἕπεσθαί, φησι, τὸ θεῖον ταῖς παραλόγοις τῶν ἀρ 2.466 χιερέων ὁρμαῖς. εἰ δέ τις δέον εἶναι λέγοι, κἂν ὅπως ποτὲ εἶχε τὰ τοῦ πράγματος φροντίδος ἀξίαν ἡγήσασθαι τὴν ἐπιτίμησιν, καὶ περὶ τὴν διάλυσιν σπουδὴν πολλὴν εἰσενεγκεῖν, ἀλλ' ἐμοὶ κἂν τούτῳ τῶν δεόντων παραλέλειπται οὐδὲν, ἀλλὰ πολλὰ πολλάκις περὶ τῶν τοιούτων