357
ἀπῄτει οσα αὐτῷ κατὰ τὴν πρώτην συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ἀντεποιεῖτο ὡς αὐτὴν καταστρεψάμενος, καὶ ταῦτα πέμπων τινὰς ὡμίλει τῷ Καίσαρι, εχων ας τ' ἐκ τῆς Λιβύης ἐπῆκτο δυνάμεις καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ Μεσσήνῃ πάντας. ὁ δὲ Καῖσαρ τοῖς οπλοις θαρρῶν εὐθὺς ἐπ' αὐτὸν μετ' ὀλίγων τινῶν ωρμησε. δόξας δὲ διὰ τὴν τῶν συνεπομένων ὀλιγανδρίαν εἰρηνικόν τι πράξειν, ἐς τὸ στρατόπεδον εἰσεδέχθη. ὡς δ' οὐδὲν πρὸς τὴν καταλλαγὴν ελεγε, παρωξύνθησαν οἱ τοῦ Λεπίδου καί τινας τῶν ἐκείνου ἀπέκτειναν, αὐτὸς δὲ βοηθείας τυχὼν ἐσώθη. καὶ μετὰ τοῦτο αυθις ἐπῆλθεν αὐτοῖς σὺν παντὶ τῷ στρατῷ καὶ ἐπολιόρκει κατακλείσας σφᾶς εἰς τὸ τάφρευμα. φοβηθέντες ουν τὴν αλωσιν ἀθρόοι μὲν αἰδούμενοι τὸν Λέπιδον οὐ μετέστησαν πρὸς τὸν Καίσαρα, κατ' ὀλίγους δὲ προσεχώρουν αὐτῷ. καὶ ουτω κἀκεῖνος ἐθελοντὴς δῆθεν ἐν ἐσθῆτι φαιᾷ ἱκέτης αὐτῷ προσελήλυθε. καὶ ὁ μὲν τῆς ἐξουσίας τε παρελύθη καὶ ἐν τῇ ̓Ιταλίᾳ δίαιταν ἐπεποίητο εμφρουρον. τῶν δὲ τὰ τοῦ Σέξτου πραξάντων τινὰς μὲν ἐκόλασεν, ἐνίους δ' ἀφῆκε· καὶ τῶν πόλεων τὰς μὲν ἑκουσίως προσχωρησάσας 2.414 αὐτῷ συγγνώμης ἠξίωσε, τὰς δ' ἀντιστάσας αὐτῷ ἐδικαίωσεν. Οἱ στρατιῶται δὲ ἐστασίασάν τε καὶ ἐθρασύνοντο καὶ συλλεγόμενοι ῃτουν εκαστος ο ἐπόθει. τοῦ δὲ Καίσαρος ἐν ὀλιγωρίᾳ σφᾶς ποιουμένου, ὡς μή τινος πολεμίου παρόντος, ἐπηπείλουν. ὡς δ' οὐδὲν ηνυον, τῆς στρατείας ἀφεθῆναι ἠξίουν θυμῷ καὶ βοῇ· λήψεσθαι γὰρ ηλπισαν α ἀπῄτουν διὰ τὴν ἀπειλὴν τῆς ἐγκαταλείψεως. ὁ δὲ Καῖσαρ μὴ δεῖν νομίζων ἐξ ἀνάγκης τὸν αρχοντα τοῖς ὑπηκόοις ὑπείκειν, ευλογά τε αὐτοὺς ἀξιοῦν εφη καὶ διῆκε πρῶτον μὲν τοὺς ἐπὶ τὸν ̓Αντώνιον αὐτῷ συστρατεύσαντας, ὡς δὲ καὶ οἱ αλλοι ἐνέκειντο, καὶ τοὺς δέκατον ετος στρατευσαμένους διαφῆκεν, εἰπὼν ὡς οὐδενὶ ετ' αὐτῶν οὐδ' αν τὰ μάλιστα ἐθελήσωσι χρήσεται. ο ἀκούσαντες οὐδὲν ετι ἐφθέγξαντο, ἀλλὰ προσέχειν αὐτῷ ηρξαντο. Καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ διῴκησε καὶ τὴν Λιβύην ἑκατέραν πέμψας ἀμαχεὶ παρεστήσατο, καὶ οἱ ἐν τῇ ̔Ρώμῃ πολλὰς αὐτῷ τιμὰς ἐψηφίσαντο· Σέξτος δὲ ἐκ τῆς Μεσσήνης ἀναχθείς, ὑποτοπήσας δὲ διωχθῆναι η καὶ προδοθῆναι ὑπὸ τῶν συνόντων, προεῖπε μὲν διὰ τοῦ πελάγους πλεύσειν, ἀποσβέσας δὲ τὸν πυρσὸν ον αἱ στρατηγίδες τριήρεις ὡς καὶ αἱ λοιπαὶ αὐταῖς ἐφέπωνται φαίνουσιν, εἰς Κεφαλληνίαν κατέπλευσεν· ενθα καὶ οἱ λοιποὶ κατὰ τύχην ὑπὸ χειμῶνος ἐκπεσόντες αυθις αὐτῷ συνεγένοντο. συγκαλέσας ουν αὐτοὺς καὶ τὸ στρατιωτικὸν ἀποδυσάμενος ενδυμα αλλα τε ειπε καὶ οτι ἀθρόοι μὲν οντες οὐ λήσουσι, σκεδασθέντες δὲ ῥᾴω ποιήσονται τὴν διάφευξιν. κἀκ τούτου αλλων αλλοσε ἀποχωρησάντων αὐτὸς ἐς τὴν ̓Ασίαν ἐπεραιώθη, γνώμης ων ὁρ2.415 μῆσαι πρὸς τὸν ̓Αντώνιον. ἐν Λέσβῳ δὲ μαθὼν ἐκεῖνον μὲν ἐς Μήδους στρατεῦσαι, πεπολεμῶσθαι δὲ τὸν Καίσαρα καὶ τὸν Λέπιδον, καὶ ἐλπίσας τὴν τοῦ ̓Αντωνίου ἀρχὴν διαδέξασθαι, τό τε στρατηγικὸν ἀνέλαβε σχῆμα καὶ παρεσκευάζετο ὡς καὶ τὴν περαίαν καταληψόμενος. κἀντεῦθεν τοῦ ̓Αντωνίου τὰ πραττόμενα ὑπ' αὐτοῦ γνόντος, αδειάν τε αὐτῷ καὶ ευνοιαν, αν τὰ οπλα κατάθηται, ὑποσχομένου, κατένευσε μέν, οὐκ ἐποίησε δέ γε ὡς ἐπηγγείλατο, ἀλλὰ καὶ τῶν πραγμάτων ὡς πρῴην ειχετο καὶ πρὸς τοὺς Πάρθους διεκηρυκεύσατο. ταῦτα δὲ μαθὼν ὁ ̓Αντώνιος τὸ ναυτικὸν μετὰ Μάρκου Τιτίου ἐπ' αὐτὸν επεμψε. καὶ ος φοβηθεὶς διεπρεσβεύσατο πρὸς ̓Αντώνιον. ὡς δ' ἐκεῖνος οὐκ εφη σπείσασθαι, εἰ μὴ τάς τε ναῦς καὶ τὴν λοιπὴν αὐτοῦ παραλήψοιτο δύναμιν, τὰ βαρύτερα τῶν σκευῶν εἰς τὰς ναῦς ἐμβαλὼν αὐτάς τε κατέκαυσε καὶ εἰς τὴν μεσόγειαν ωρμησε. καὶ οἱ τοῦ ̓Αντωνίου ἐπιδιώξαντες αὐτὸν κατέλαβον καὶ ἐζώγρησαν. ο μαθὼν ὁ ̓Αντώνιος εὐθὺς μὲν ὑπ' ὀργῆς ἐπέστειλε κτανθῆναι αὐτόν, υστερον δὲ μεταμεληθεὶς εγραψε σωθῆναι αὐτόν. τοῦ ουν δευτέρου γραμματοφόρου τὸν πρῶτον προφθάσαντος, υστερον τὰ περὶ τοῦ θανεῖν αὐτὸν ὁ κατέχων κομισάμενος, καὶ η νομίσας οντως δεύτερα ειναι η αγνοιαν τοῦ οντος ὑποκρινάμενος, τὸν Σέξτον τὸν Πομπήιον ἐθανάτωσε. Καὶ τῷ