357
ἐπισιτίζω δὲ, ι. σιτῶ γὰρ, οὐκ ἐπισιτῶ. Σιφλώσειεν. ητοι μωμητὸν ποιήσειεν. η βλάψειεν. εστι γὰρ φλῶ, τὸ ὁρμὴν εχω. οθεν καὶ οἰνόφλυξ. η ἀπὸ τοῦ σιφλὸς γίνεται σιφλῶ. Σιτωνῶ. σῖτον ἀγοράζω. καὶ σιτῶναι, οἱ τὸν σῖτον ὠνούμενοι καὶ καπηλεύοντες. Σινέσκοντο. εβλαπτον. Ομηρος· οι σφέας σινέσκοντο, βίῃφι δὲ φέρτεροι ησαν. Τὸ Σ μετὰ τοῦ Κ. ( ̓Αρσενικόν.) Σκαρθμόσ. κατὰ διάλεκτον ὁ πούς. τὸν δ' ἐς ̓Αχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ιπποι. ο ἐστιν εὐκίνητοι, ταχεῖς. ειρηται δὲ σκαρθμὸς παρὰ τὸ σκαίρω, σκαρμὸς, καὶ πλεονασμῷ τοῦ θ σκαρθμός. ωσπερ ἐπὶ τοῦ αρσω, ἁρμός. ἐπὶ δὲ τοῦ πλοίου, παρὰ τὸ μὴ ἐᾷν τὴν ναῦν σκαίρειν. sigma.1650 Σκαλμόσ. περὶ ον δεσμοῦσι τὰς κώπας πάσσαλον. ὑποσκαλμὶς δὲ ἡ τοῦ σκαλμοῦ βάσις. Σκαπανήτησ. ὁ σκαφεύς. καὶ σκαπανεύς. Σκαιόσ. πονηρός· κακός· φαῦλος· ἀριστερός. καὶ σκαιὸς ὁ ἀμαθής. σκαιότατος οστις τὸ κιθάρισμ' ἐμάνθανε παῖς ων δυοῖν μηνῶν- καὶ πάλιν· ω σκαιὲ καὶ ἀπαίδευτε-. †Σκελετόσ. ὁ κατάξηρος. παρὰ τὸ σκεῖλαι, τὸ ξηράναι.† †Σκείρων. ονομα λῃστοῦ. Σκήρων δὲ, ἐθνικὸν, ˉη.† †Σκέλυθροσ. ὁ ταπεινός.† Σκηπτοῦχοσ. ὁ τοῦ βασιλέως σκηπτοφόρος. η ὁ βασιλεύς. Σκηπτόσ. ὁ κεραυνός. †Σκιπιωρόσ. ὁ κατάσκοπος. καὶ σκίπων.† Σκίπων. ἡ βακτηρία. παρὰ τὸ σκιρίπτω, ἀποβολῇ τοῦ ˉρ καὶ τοῦ ˉτ καὶ συγκοπῇ. Σκίμπουσ. τὸ μέσον τοῦ κραββάτου· μεταφορικῶς δὲ καὶ ολος ὁ κράββατος. ἀπὸ τοῦ σκηsigma.1651 νὴ καὶ τὸ ποὺς γίνεται σκηνίπους καὶ συγκοπῇ σκίμπους. λέγεται δὲ καὶ σκίμπος χωρὶς τοῦ ˉυ, ὡς ἀρτίπος, ἀελλόπος. σκηνίπους τὶς ων, ὁ σκηνῶν τῷ σώματι. Σκίῤῥοσ. ὁ γύψος. καὶ σκιῤῥίται οἱ γυψεμπλάσται. Σκνιπὸς καὶ σκνιφόσ. ὁ μικρολόγος καὶ φειδωλός. παρὰ τοὺς σκνίπας καὶ τὴν τούτων σμικρότητα. Σκνίπεσ. ζῶα εἰσὶ βραχύτατα, ομως ἀργαλεώτατα, οὐ γὰρ μόνον κνησμοὺς ἐμποιοῦσιν ἀηδεῖς, ἀλλὰ καὶ εἰς τὸ ἐντὸς βιάζεται διὰ τῶν μυκτήρων καὶ ωτων. σίνεται δὲ καὶ κόρας ὀφθαλμῶν, εἰ μὴ φυλάξαιτό τις. †Σκοῖοσ. ὁ σκολιός.† Σκοπόσ. ὁ προορῶν. η προπορευόμενος τοῦ στρατοῦ. ῳ στοιχοῦσι πάντες καὶ ἀκολουθοῦσι. σκοπὸς καὶ τὸ σημάδιον. σκοπός ἐστι καὶ τὸ διὰ τέλος σπουδαζόμενον. η σκοπός ἐστι τὸ προσεπινοούμενον τέλος. σκοπός ἐστι τῆς πρακτικῆς, τὸ καθᾷραι τὸν νοῦν καὶ ποιῆσαι τοῦτον παντὸς πάθους ἀπαράδεκτον. Σκόλοψ. ὀξὺ ξύλον, οπερ ἐπήγνυον τῷ τείχει. παρὰ τὸ κολάπτω κόλοψ καὶ σκόλοψ. η παρὰ τὸ σχίζω σχόλοψ καὶ σκόλοψ, τὸ διεσχισμέsigma.1652 νον καὶ ἀπωξυμμένον ξύλον. σκόλοπες καὶ αἱ τῶν φοινίκων ἀκμαί. σκόλοψ καὶ ὁ πειρασμός. ὡς τό· ἐδόθη μοι σκόλοψ τῇ σαρκί. Σκόπελοσ. ὁ ὑψηλὸς τόπος, ἀφ' ου ἐστι τὰ κύκλῳ σκοπεῖν. Σκρινιάριοσ. ὑπογραφεύς. Σκυθρωπόσ. στυγνός· λυπηρός. Σκύμνοσ. ὁ τοῦ λέοντος σκύλαξ. Σκύλλοσ. κυρίως ἐπὶ κυνὸς νεογνοῦ. ειρηται δὲ ἀπὸ τοῦ ἐπισχεῖν τὴν ὑλακήν· σχύλαξ τις ων. Σκληρόσ. παρὰ τὸ σκλῶ μονοσύλλαβον, οπερ ἀπὸ τοῦ σκέλλω, τὸ ξηραίνω. Σκώληξ. ὁ μὴ εχων κῶλον, ηγουν ὀστοῦν, κατὰ ἀντίφρασιν. †Σκῶπεσ. γένος ὀρνέου.† Σκώψ. ορνεον κόβαλον καὶ μιμηλὸν, ομοιον γλαυκί. φασὶ δὲ ἀπὸ τοῦ ζώου τούτου τὸ σκώπτειν εἰρῆσθαι. τινὲς δὲ κακόφωνον λέγουσι τὸ ορνεον. παρὰ τὸ σκαιὰν εχειν οπα. ουτως Ωρος ὁ Μιλήσιος. Σκύμνοσ. τὸ τοῦ λέοντος σκυλάκιον. παρὰ τὸ σκύζω, τὸ ὀργίζομαι. σκυμνὸς δὲ ἐπὶ τῶν αλλων ζώων. Σκωπτηλόσ. γελαστής. Σκυτοδέψησ. δερματολέκτης· ὁ τὰς βύρσας κατασκευάζων. sigma.1653 (Θηλυκόν.) Σκαπάνη. ἡ δίκελλα. Σκλαβινία. ἡ Βουλγαρία. Σκαμμωνία. βοτάνη. †Στηπτουχία. βασιλείας κληρουχία.† †Σκίλλα. ἡ βοτάνη.† Σκάνδεια. πόλις. Σκαιά. ἡ ἀριστερά. Σκαιωρία. σκευωρία· κατασκευή· ἐπιβουλή. Σκειρωνία πέτρα. ἡ τοῦ Σκείρωνος λῃστοῦ. Σκηνή. ἡ κατοικία. παρὰ τὸ σχῶ, τὸ κρατῶ· σχηνὴ καὶ σκηνὴ, ἡ κρατοῦσα καὶ φυλάττουσα ἡμᾶς. σκηνὴ καὶ τὸ δρᾶμα καὶ ἡ ὑπόκρισις. Σκῆψισ. ἡ πρόφασις. σκέψις ἐστὶ, καὶ τροπῇ τοῦ ˉε εἰς ˉη σκῆψις· οἱ γὰρ προφασιζόμενοι σκέπτονται, τί ειπωσι. σημαίνει δὲ καὶ τὴν ἐκ μελέτης ψευδομαρτυρίαν. sigma.1654 Σκληραγωγία. ασκησις. Σκοπιά. ὑψηλὸς τόπος. Σκοτομήνη. ἡ ἀσέληνος νύξ. Σκοτόμαινα. νύξ ἐστιν, ἐν ῃ μαίνεται καὶ