357
πλάσμα, ὁμοίως ἡμῖν ἐξεικονίζεται, ὡς ἂν μηδὲν λείποι ἐν αὐτῷ τῶν ἀνθρωπίνων ἰδιωμάτων, μένων ὡς θεὸς ὁ αὐτὸς ἀπερίγραπτος, ὡς καὶ τὰ πατρῷα ἰδιώματα ἅπαντα ὑφ' ἑνὶ προσώπῳ κεκτημένος, καθὸ καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων πέφηνε, τῇ μεσότητι τοῖς ἄκροις κοινωνῶν καὶ δι' ἑαυτοῦ κοινωνοὺς ἡμᾶς θείας φύσεως ἀπεργασάμενος. ὡς γὰρ οὐκ ἐνδέχεται θεὸν αὐτὸν ὄντα καὶ ἴσον τῷ πατρὶ μὴ οὐχὶ ἔξω περιγραφῆς εἶναι (ἄπειρον γὰρ τὸ θεῖον καὶ ἀόριστον καὶ ἀπερίληπτον), τὸν αὐτὸν δὴ τρόπον ἀνεγχώρητόν ἐστιν ἄνθρωπον αὐτὸν ἀληθῶς ὄντα καὶ ὅμοιον ἡμῖν κατὰ πάντα γεγονότα μὴ οὐχὶ περιγραφῆς εἴσω μένειν· περιληπτὸν γὰρ αὐτοῦ τὸ σῶμα, ἁφῇ καὶ χροιᾷ ψηλαφώμενον. ὅπερ οὐχ ὁμολογοῦντες οἱ εἰκονομάχοι ἀρνησίχριστοι ἀριδήλως καθεστήκασι, τὸν ἐνσώματον ἀσώματον ὑπολαμβάνοντες καὶ τὸν μεθ' ἡμῶν γεγονότα ἔξω τῆς καθ' ἡμᾶς φύσεως δογματίζοντες. ἐντεῦθεν ἐδονήθη ὁ κόσμος, ἠρνήθη Χριστὸς διὰ τῆς σεπτῆς αὐτοῦ εἰκόνος, ἥ τε Θεοτόκος καὶ πᾶς τις τῶν ἁγίων· τῇ γὰρ παραδοχῇ τῆς εἰκόνος παραδέδεκται ὁ εἰκονιζόμενος, ὡς καὶ ἔμπαλιν τῇ ἀθετήσει ἠθέτηται. ἐντεῦθεν διωγμὸς ἀναβρασσόμενος καὶ πατριάρχης θεσπέσιος ἐκσκορακιζόμενος, ἱερεῖς τε καὶ ἱεράρχαι, μονασταί τε καὶ μιγάδες ἐνθεώτατοι, οἱ μὲν ἐξοριζόμενοι καὶ φυλακιζόμενοι, ἕτεροι δὲ μαστιγούμενοι καὶ λιμοκτονούμενοι, ἔνιοι δὲ καὶ ἀποκτενόμενοι· ἐντεῦθεν ἐν ὄρεσι φυγαδευόμενοι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς οἱ μηδὲν τῶν τῇδε προκρίνοντες θεοῦ· ἐντεῦθεν ναοὶ κατασκαπτόμενοι καὶ ἅγια βεβηλούμενα καὶ θεῖα ἀναθήματα πυρὶ παραδιδόμενα, καὶ κραυγῆς τὰ πάντα καὶ λεηλασίας πλήρη, ὡς ἐν συντόμῳ εἰπεῖν. Τοιαῦτα τὰ τῆς ἀσεβείας ἐγχειρήματα, ὡς ἂν ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκηται. ἐπειδὴ δὲ ὑμᾶς, ὡς προείρηται, ἡ θεία χάρις ἠγκαλίσατο διὰ τῆς καλῆς ὁμολογίας, ἧς ὡμολογήσατε τοῖς πατράσιν, ὑπὲ ἧς καὶ μέχρις αἵματος προθυμεῖσθε ἀντικαθίστασθαι, καὶ ἡμεῖς οἱ ταπεινοὶ ταύτῃ δή, ταύτῃ τῇ ὁμολογητικῇ πεποιθήσει σέ τε τὴν κυρίαν δέσποιναν, τόν τε κύριον καὶ δεσπότην σὺν τοῖς λοιποῖς εὐκλεέσι κλάδοις καὶ εἰσδεδέγμεθα καὶ συνεισκρίνομεν τῷ μέρει τῆς ὀρθοδοξίας, μᾶλλον δὲ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ· καί, ἥκοντας ὑμᾶς πρὸς τὴν ταπείνωσιν ἡμῶν, προσκυνοῦμεν καὶ συγκοινωνοῦμεν ὑμῖν, εὐχαριστήρια τῷ ἀγαθῷ θεῷ ἀναπέμποντες, τῷ ποιοῦντι μεγάλα καὶ ἀνεξιχνίαστα, ὧν οὐκ ἔστιν ἀριθμός, τῷ ἐκ σκότους εἰς φῶς ἄγοντι καὶ ἐξ ὁδοῦ πλάνης εἰς τρίβον εὐσεβείας μεταφέροντι πάντα τὸν ἐξ ἀληθινῆς καρδίας ἐφιέμενον σῴζεσθαι. Ταῦτα μὲν οὕτως. ἐπειδὴ δὲ ἀπεδόθη ὑμῖν παρὰ τοῦ μεγάλου βασιλέως εἰς κατοικητήριον διαίτης ἡ νῆσος τῆς Χαλκίτου, οὐ μικρῶς ἐλύπησεν οὐχ ἡμᾶς μόνους, ἀλλὰ καὶ πολλοὺς τῶν πατέρων ὅτι ἀδελφότης ὅλη σὺν καθηγουμένῳ τῆς πάλαι οἰκείας μονῆς ἐξεώθη καὶ νῦν ὧδε κἀκεῖσε περιφέρεται καὶ ὅτι ὤφθημεν ἀνοίγοντες γλώσσας ἐπὶ προτέραις δυσφημίαις. ὅμως, ἐπειδὴ ἀπελογήσασθε διὰ τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ Κλήμεντος, τοῦ εὐλαβεστάτου ἡγουμένου, οὕτως καὶ οὕτως ὑπάρξαι τὴν ὑπόθεσιν ἐκ βασιλικῆς ἐξουσίας, ἀπελύθημεν τῆς λύπης. τοῦτο δὲ παρακαλοῦμεν, ὅσον ἐνδέχεται ἐκβιάσασθαι ὑμᾶς, θεραπεῦσαι τὸ ἄλγος τῶν ἐξιόντων, ἐπειδὴ γέγραπται, μὴ δῷς ἀνθρώπῳ τόπον καταρᾶσθαί σε, καί, ἱνατί, φησίν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 539 {1Κασσίᾳ κανδιδατίσσῃ}1 Χρονία ἡ ἐπιστολὴ τῆς τιμιότητός σου, καὶ αὕτη ἐγκλητική, καὶ πῇ μὲν ὑποταπεινουμένη, πῇ δὲ κατεξανισταμένη τῆς οὐθενότητος ἡμῶν, ὡς ἁπλῶς καὶ ἀνεξετάστως προσιεμένων τὰς κατὰ σοῦ διαβολάς, οὐ μὴν ἀλλὰ καὶ ἀκρίτως ἐκφερόντων φωνάς, καὶ ταύτας ἐν τοῖς μάλιστα ἀναγκαίοις. ἡμεῖς δέ, κατειθισθέντες τοῖς τοιούτοις χαίρειν λέγειν, ἐκεῖνο δηλοῦμεν, ὅτι οὕτως ἀκούομεν τὰ θρυλλού μενα ὡς παιδιάς τινας καὶ οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ θεῷ, τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν, εἰ καὶ ἄλλως ἁμαρτωλοὶ τυγχάνομεν· εἰ γὰρ Βαλαὰμ ὁ οἰωνοσκόπος οὐ παρὰ