358
δεηθέντι, οὐδὲν οὐδέπω, οὔτε πρότερον, οὔτε νῦν ἐπιεικὲς ἐλέχθη. ὡς μὲν οὖν εὐθὺς ἐξαρχῆς ἐγώ τε τὰ δίκαια εἱλόμην καὶ τὰ κοινῇ λυσιτελοῦντα ἔπραττον, καὶ οὗτοι πολλὰς συκοφαντίας καὶ διαβολὰς πλασάμενοι τὸν πόλεμον κεκινήκασι, καὶ πολλὰ Ῥωμαίους εἰργάσαντο κακὰ, μᾶλλον δὲ συμπάντων αἴτιοι κατέστησαν, τὰ μὲν αὐτοχειρίᾳ πεποιηκότες αὐτοὶ, τὰ δ' ἐμὲ ἀναγκάζοντες οὐκ ἐθέλοντα, μάλιστ' ἄν τις ἐκ τῶν εἰρημένων σαφέστατα κατίδοι. ὅτι δὲ καὶ νῦν οὐ τὴν εἰρήνην ᾑρημένοι οὐδ' ἔλεόν τινα λαβόντες τῶν πιπτόντων καθ' ἡμέραν, ἀλλ' ἐμὲ πρὸς τοῖς ἄλλοις ὑποχείριον λαβεῖν βουλόμενοι καὶ τὴν σύμπασαν αὐτοὶ Ῥωμαίων ἀρχὴν ἔχειν, τοῦτο γὰρ αὐτοῖς σπουδάζεται περὶ πλείστου, ἕτερον δὲ οὐδὲν, τὴν πρεσβείαν ταυτηνὶ πεποίηνται, ἐκ τῶν πρεσβευομένων αὐτῶν δῆλον. εἰ γάρ τι ἐπιεικὲς καὶ λυσιτελὲς ἐνενόουν τῷ κοινῷ, οὐκ ἂν οὕτως ἐκείνῳ τῷ συκοφάντῃ καὶ ἀεὶ καταψευδομένῳ ῥᾷστα πειθόμενοι ὑπάγειν ἐπεχείρουν ἑαυτοῖς καὶ καταδουλοῦν ἐμέ· ὃς εἰ μή τι ἄλλο, διὰ τὸ γοῦν ἐπὶ τοσοῦτον χρόνον τὰ Ῥωμαίων διοικεῖν, βέλτιον ἂν τοῖς πράγμασι χρησαίμην καὶ λυσιτελέστερον αὐτῶν. πατριάρχῃ μὲν οὖν καὶ 2.467 τοῖς ἄλλοις οὐδενὸς ἐμέλησεν ἑτέρου, ἢ ὃ προὔθεντο ἐξαρχῆς εὐθὺς, τὸ διαφθείρειν ἐμὲ καὶ ποιεῖν ἐκ μέσου, ἵν' ἄρχειν ἀδεῶς ἔχοιεν αὐτοί. ἐγὼ δὲ τοῦ κοινῇ λυσιτελοῦντος ἕνεκα, ὥσπερ καὶ ἀεὶ, καὶ βούλομαί τε καὶ περὶ πλείστου ἄγω τὴν εἰρήνην, εἴ γε βούλοιντο καὶ αὐτοὶ τῶν πλασμάτων καὶ ψευδολογιῶν ἀποστάντες παρακοιμωμένου διαλύσεις τίθεσθαι. εἰ δ' αὖθις αὐτοὶ τὸν πόλεμον κινοῖεν, μὴ ἐμοὶ τὰ ἐσόμενα κακὰ ἐκ τοῦ πολέμου προσλογίζεσθαι, ἀλλ' ἑαυτοῖς, πολλῷ τῶν προϋπηργμένων δεινότερα, ὡς ὁρῶ, ἐσόμενα. ἐκεῖνοι μὲν γὰρ Μυσοῖς καὶ Τριβαλοῖς πόλεις καὶ χώρας καταπροϊέμενοι συμμάχους ἐποιήσαντο, οἷς ἐπ' ἐμὲ διανοοῦνται χρῆσθαι. οἷς ἀνθίστασθαι οὐκ ἂν δυναίμην μετὰ Ῥωμαίων τῶν παρόντων· λείπεται δὴ κἀμὲ συμμαχίαν ἑαυτῷ πορίζειν, ἣ τοῖς πολεμοῦσιν ἀντιστήσεται καὶ διαφθερεῖ. οὐ γὰρ ἑκὼν εἶναι προήσομαι τὴν ἐμαυτοῦ καὶ τῶν συνόντων σωτηρίαν. αὕτη δὲ οὐδαμόθεν ἄλλοθεν παρέσται, ἢ ἐξ Ἀσίας Περσική· οἳ βάρβαροί τε ὄντες καὶ ἀπ' ἐναντίας ἡμῖν περὶ τὸ σέβας διακείμενοι οὐδεμίαν φειδὼ ποιήσονται τῶν ἐμπιπτόντων ταῖς χερσὶν, ἀλλὰ τοὺς μὲν ἀποκτενοῦσι, τοὺς δὲ ἐπὶ δουλείᾳ ἀποδώσονται. εἰ μὲν οὖν τινα τῶν μελλόντων διαφθείρεσθαι ἔλεον λαβόντες πρὸς τὴν εἰρήνην ἐθέλωσι χωρεῖν, κἀγὼ μάλιστα βουλοίμην ἂν, καὶ ἐν ἡμέραις πεντεκαίδεκα πεμπέτωσαν τοὺς ἐροῦντας, ὅτι διαλύεσθαι συν 2.468 έθεντο, ὡς ἂν πέμψας κἀγὼ κωλύσω τοὺς βαρβάρους μὴ περαιοῦσθαι πρὸς τὴν Θρᾴκην· παρεσκευασμένοι γάρ εἰσιν. ὕστερον δὲ ἐφ' οἷστισιν ἡ εἰρήνη ἔσται θησόμεθα συμβάσεις πρὸς ἀλλήλους. εἰ δ' αὖθις ψηφισάμενοι πολεμεῖν μηδὲν ἀποκρινοῦνται πλέον, ἐγὼ μὲν μετὰ τὴν προθεσμίαν οὐδενὸς ὧν ἔγνωκα λυσιτελεῖν ἐμαυτῷ ἀφέξομαι, καὶ θεὸν μαρτυρόμενος καὶ ἀνθρώπους, ὡς ἄκων εἰς τὸν πόλεμον χωρῶ καὶ τῶν ἐσομένων κακῶν οὐδενὸς τό γε εἰς ἐμὲ ἧκον αἴτιός εἰμι. αὐτοὶ δ' εἰ μή τι ἄλλο, τῶν γοῦν πόλεων πρόνοιάν τινα ποιείσθωσαν τῶν αὐτοῖς προσεχουσῶν, ἵνα μὴ παντάπασι διαφθαρῶσιν ὑπὸ τῶν βαρβάρων· τὴν γὰρ ἐκείνων συμφορὰν ἐν τοσαύτῃ φροντίδι τίθεμαι, ὅσην καὶ τῶν ὑπ' ἐμέ.» τοιαύτην ὁ βασιλεὺς πρὸς τοὺς πρέσβεις ὑπὲρ ὧν ὁ πατριάρχης κατηγόρει τὴν ἀπολογίαν θέμενος, ἔπειτα γράψας καὶ τὰ ἴσα πρός τε πατριάρχην καὶ τοὺς ἄλλους, καὶ Χρυσοβέργην τὸν Ἰωάννην συνεξέπεμπεν αὐτοῖς εἰς βασιλίδα πρεσβευτήν. οεʹ. Ἔτι δ' ἐν ∆ιδυμοτείχῳ τῶν πρέσβεων διατριβόντων, ἧκον ἐκ Φερῶν πρὸς βασιλέα πρεσβευταὶ, πρῶτα μὲν παραιτούμενοι ἐφ' οἷς πρὸς αὐτὸν ἠγνωμονήκασι, μὴ μόνον οὐ πειθόμενοι τὰ βελτίω συμβουλεύοντι, ἀλλὰ καὶ τὸν ἥκοντα παρ' αὐτοῦ πρεσβευτὴν ἀπεκτονότες, ἔπειτα δὲ καὶ τὰς συμφορὰς ἐξετραγῴδουν, αἷς περιπεπτώκασιν ἐξ ἀβουλίας, καὶ ἐδέοντο σφίσι βοηθεῖν, ὡς, εἰ μὴ παρ' αὐτοῦ τινος ἐπικουρίας τύχοιεν, ἄρδην ἀπολούμενοι. μετὰ γὰρ τὴν βασιλέως ἐκεῖθεν ἀναχώρησιν περιστρατοπεδευσάμενος