358
μὲν τοιοῦτον τὸ τέλος ἐγένετο, ̓Αντώνιος δὲ διὰ τοῦ Βεντιδίου τοὺς Πάρθους ἐνίκησεν. ο τε γὰρ βασιλεὺς ἐκείνων ὁ Πάκορος ἐν τῷ πολέμῳ επεσε καὶ οἱ βάρβαροι οἱ μὲν ἐκτάνθησαν ἐν τῇ 2.416 μάχῃ, οἱ δὲ εφυγον, καὶ τὰς τῆς Συρίας πόλεις ὁ Βεντίδιος ὑπηγάγετο. ειτα κατὰ τοῦ ̓Αντιόχου τοῦ τῆς Κομαγηνῆς βασιλεύοντος ἐπεστράτευσεν. ἐνταῦθα δὲ οντι ἀθρόον ὁ ̓Αντώνιος ἐπιστὰς οὐ μόνον ἐπὶ τοῖς κατορθώμασιν οὐχ ησθη, ἀλλὰ καὶ ἐφθόνησε καὶ τῆς ἀρχῆς αὐτὸν επαυσεν, αὐτὸς δὲ τῷ ̓Αντιόχῳ προσέβαλε καὶ κατέκλεισεν αὐτὸν εἰς Σαμόσατα. ὡς δ' οὐδὲν ηνυε πολιορκῶν αὐτόν, συνθήκας σπονδῶν ἐποιήσατο καὶ εἰς τὴν ̓Ιταλίαν ἀφώρμησεν. ̓Ορώδης μέντοι ὁ τῶν Πάρθων βασιλεὺς ὑπέργηρως γεγονώς, καὶ τῷ τοῦ Πακόρου πένθει τὴν βασιλείαν ἀπαγορεύσας, Φραάτῃ τῷ πρεσβυτέρῳ τῶν λοιπῶν αὐτοῦ παίδων τὴν ἀρχὴν ἐνεχείρισεν. ὁ δὲ ἀνοσιώτατος γεγονὼς τοὺς ἀδελφοὺς αὐτοῦ ἐδολοφόνησε, καὶ αὐτὸν τὸν πατέρα δυσανασχετοῦντα δι' ἐκείνους ἀπέκτεινε, καὶ τῶν αλλων τοὺς ἀρίστους διέφθειρεν. ̓Αντώνιος δὲ πρέσβεις μὲν πρὸς τοὺς Πάρθους περὶ εἰρήνης ἐκπέπομφε, πρὸς δὲ πόλεμον ἡτοιμάζετο, ινα ἀπαρασκεύοις αὐτοῖς ἐντύχῃ διὰ τὴν ἐλπίδα τῆς συμβάσεως. καὶ μαθὼν τὸν Μῆδον ἐπὶ συμμαχίαν τοῦ Πάρθου χωρήσαντα, τὰ μὲν σκευοφόρα καὶ πολὺ τῆς στρατιᾶς ὑπελίπετο μετὰ τοῦ Στατιανοῦ ιν' εποιντο, αὐτὸς δὲ σὺν τοῖς ἱππεῦσι καὶ τῶν πεζῶν τοῖς εὐζώνοις ἠπείγετο, ὡς αὐτίκα τὰ τῶν Μήδων καταστρεψόμενος. ὁ μέντοι Πάρθος καὶ ὁ Μῆδος τῷ Στατιανῷ ἀπροσδοκήτως ἐπιπεσόντες καὶ τῇ μετ' αὐτοῦ στρατιᾷ, πάντας ἐφόνευσαν, τοῦ ̓Αντωνίου σπεύσαντος μὲν βοηθῆσαι αὐτοῖς, πλὴν ὑστερίσαντος καὶ μόνους τοὺς νεκροὺς εὑρηκότος. ος οὐ πολλῷ υστερον συμβαλὼν τοῖς βαρβάροις ἐτρέψατο μὲν αὐτούς, οὐ μέντοι μέγα τι εβλαψε. πολιορκῶν 2.417 δὲ τὰ τοῦ Μήδου βασίλεια ἐπολιορκεῖτο μᾶλλον αὐτὸς ἐπιλιπόντων τῇ αὐτοῦ στρατιᾷ τῶν ἐπιτηδείων, καὶ ἐπὶ συναγωγὴν αὐτῶν ἐξιόντων σφόδρα παρὰ τῶν βαρβάρων κακουμένων, ἐνεδρευόντων αὐτοῖς. ̓Εν τούτοις οντος τοῦ ̓Αντωνίου ὁ Φραάτης ὑποβαλών τινας επεισε δι' ἐκείνων αὐτὸν ἐπικηρυκεύσασθαι συμβάσεων ενεκεν· καὶ ὁ Πάρθος τοὺς πεμφθέντας ἐξονειδίσας πολλὰ μὴ αλλως σπείσασθαι ειπεν, εἰ μὴ αὐτίκα ἀποστρατοπεδεύσονται. καὶ ὁ ̓Αντώνιος ἀπανέστη. προσδεχομένου δ' αὐτοῦ τὰς σπονδὰς οἱ Μῆδοι τάς τε πολιορκητικὰς κατέκαυσαν μηχανὰς καὶ τὰ χώματα διεσκέδασαν. οἱ δέ γε Πάρθοι πολλὰ καὶ δεινὰ αἰφνίδιον προσπεσόντες εἰργάσαντο. ὡς ουν εγνω οτι ἠπάτηται, ἐς τὴν ̓Αρμενίαν ἀπελθεῖν ἐπεχείρησε. καὶ διὰ χωρίων ἀπιὼν ἀγνώστων, πολλαῖς δυσχερείαις ἐνέτυχε. καὶ καν ἀπώλοντο οἱ μετ' αὐτοῦ ξύμπαντες εἰς ἐνέδραν ἐμπεσόντες καὶ πυκνοῖς βαλλόμενοι τοῖς τοξεύμασιν, εἰ μὴ τὴν χελώνην ἐποίησαν συνασπίσαντες. ̔Η δὲ χελώνη γίνεται ουτως. τὰ μὲν σκευοφόρα καὶ οἱ ψιλοὶ ἐν μέσῳ τοῦ στρατεύματος τέτακται, τῶν δ' ὁπλιτῶν οἱ μὲν ταῖς προμήκεσιν ἀσπίσι ταῖς κοίλαις χρώμενοι περὶ τὰ εσχατα τάσσονται καὶ τοὺς αλλους τὰ οπλα περιβεβλημένοι εξω τε βλέποντες περιέχουσιν, οἱ δὲ τὰς πλατείας ἀσπίδας φέροντες ἐν τῷ μέσῳ συσπειρῶνται, κἀκείνας ανω ἑαυτῶν τε καὶ τῶν λοιπῶν ὑπεραίρουσιν, ωστε μηδὲν ετερον η ἀσπίδας ὁρᾶσθαι διὰ πάσης τῆς φάλαγγος, καὶ ἐν σκέπῃ ἐκ τῶν βελῶν πάντας ειναι αὐτοὺς ἐκ τῆς πυκνότητος τῆς συντάξεως. ουτω γάρ τοι πεπύκνωται ὡς καὶ βαδίζειν τινὰς ἐπάνω αὐτῆς δύνασθαι. τὸ μὲν ουν σχῆμα τῆς τάξεως ταύτης τοιοῦτόν ἐστι, 2.418 καὶ διὰ τοῦτο καὶ τὴν χελώνης ελαχε κλῆσιν, διά τε τὸ ἰσχυρὸν αὐτῆς καὶ τὸ εὐσκεπές· χρῶνται δὲ αὐτῇ διχῇ· η γὰρ πρὸς φρούριόν τι προσμίσγοντες προσπορεύονται καὶ τειχομαχοῦσιν, η ὑπὸ τοξοτῶν περιστοιχισθέντες ποτὲ κυπτάζουσιν ουτω πάντες ὡς δοκεῖν οτι κεκμήκασι, πελασάντων δὲ τῶν ἐναντίων ἐξαίφνης ἐγείρονται, κἀντεῦθεν σφᾶς ἐκπλήττουσι καὶ ταράττουσιν. ο καὶ τότε συμβέβηκε. πολλοῖς γάρ, ὡς ειρηται, βαλλόμενοι βέλεσι, τόν τε συνασπισμὸν τῆς χελώνης ἐποίησαν καὶ τὰ γόνατα πρὸς τὴν γῆν ηρεισαν τὰ εὐώνυμα. νομίσαντες ουν αὐτοὺς οἱ βάρβαροι ὑπὸ τῶν