358
τὸ βούλημα τοῦ θεοῦ ἠνέσχετο ἀποκριθῆναι τῷ Βαλάκ, βασιλεῖ τῶν ἀλλοφύλων, πῶς ἡμεῖς, οἱ ἐν βαθμῷ ἱερωσύνης κείμενοι καὶ λόγον ὑφέξοντες ἐν ἡμέρᾳ κρίσεως ἀνθ' ὧν ἐρωτώμενοι ἀποκρινούμεθα, δυνατὸν παρατετραμμένως φθέγγεσθαι τοῦ δέοντος; Οὕτως οὖν ἀπεκρίθημεν τοῖς ἐρωτήσασιν, οὐκ αὐτοὶ ἀφ' ἑαυτῶν ἐπιτετραπότες τοῦτο κἀκεῖνο γενέσθαι, ὡς αὐτὴ προήχθης εἰπεῖν. καὶ τί βούλει, πρὸς τὸ ἀρέσκον ἑκάστῳ ἐμπορικῶς ἡμᾶς ἀποκρίνεσθαι ἢ ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας; μὴ τοίνυν μήτε αὐτὴ πλήττου εἰς ἡμᾶς τοὺς ταπεινοὺς ἀκαίρως μήτε ἡ κυρία ἡ ἀδελφὴ μήτ' ἄλλος, ὁ προαιρούμενος σκώπτειν καὶ διασύρειν ἡμᾶς, ἀλλὰ γίνωσκε ὅτι καὶ τὸν ἀείμνηστον στρατηγὸν οὐκ ἐχθρωδῶς ἔχομεν, ἀλλὰ καὶ μάλα ἀσπασίως, ὥσπερ καὶ τὴν ὁμόζυγον αὐτοῦ. λυπούμεθα δὲ καὶ ἀντεγκαλοῦμεν εἰκότως ὅτι ὑμεῖς, αἱ καὶ γνώσει διαφέρουσαι καὶ εὐλαβείας ἀντιποιούμεναι, οὐκ ἀληθινῇ ἀγάπῃ ἤχθητε ἐν τέλει πρὸς αὐτόν· ἐπεὶ ἔδει πρὸ πάντων καὶ ὑπὲρ πάντα τὸ σωτηριῶδες τῆς ψυχῆς αὐτοῦ εἰς τὸ μετασχεῖν τῶν ἁγιασμάτων ἀγωνίσασθαι, τὰ ἄλλα πάντα σκύβαλα ἡγούμεναι, ὥστ' ἂν εὑρεθῇ ἐν τῇ ὀρθοδόξῳ κοινωνίᾳ, ἐπειδὴ γέγραπται, ὅπου ἄν εὕρω σε, ἐκεῖ σε κρινῶ. Ἡμεῖς μὲν οὕτως φρονοῦμεν καὶ λέγομεν. εἰ δὲ ἄλλοι ἄλλως, αὐτοὶ κύριοι τῆς οἰκείας φωνῆς, καὶ ἡμεῖς γε σιωπῶμεν. οἶδεν Κύριος τοὺς ὄντας αὐτῷ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου, καθὰ γέγραπται. 540 {1Ὑπακοῇ μοναζούσῃ}1 Οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι καὶ τῷ κόσμῳ ἐντεῦθεν ἐσταυρωμένοι, ὡς ἤδη ἀνώτεροι γενόμενοι τῶν σαρκικῶν σχέσεων καὶ συμβάσεων, οὐ πεφύκασι κατακάμπτεσθαι ἐν ταῖς συμβατικαῖς τῶν συγγενῶν περιστάσεσιν οὐδὲ λυπεῖσθαι ἐν ταῖς τούτων ἀποβιώσεσιν. ἀλλ', ἐπειδὴ εὑρίσκομεν καὶ ἐπ' αὐτῶν τῶν ἁγίων κεκάμφθαι ἐν τῷ τῶν συναίμων πάθει καὶ δάκρυον ἀποστάζειν θερμὸν ἐν ταῖς τούτων ἀποβιώσεσιν, οὐ ξένον τι κρίνομεν καὶ ἡμεῖς τὰ αὐτὰ πεπονθέναι, καὶ μάλιστα ἐπὶ ἀδελφῷ, καὶ ἀδελφῷ καλλίστῳ κατά τε φρόνησιν καὶ περιφάνειαν καὶ οἷον ἐν τάξει πατρὸς ἐπέχοντι τῆς καθ' ὑμᾶς φροντίδος τὸν λόγον. ∆εινὸν ὄντως τὸ πάθος, ἀδελφὴ ἐν Κυρίῳ, καὶ ἥψατο ὑμῶν τῆς καρδίας ἡ πληγὴ καθάπερ ὑπὸ μαχαίρας τεμνούσης. τί τοῦτο; ἐκκαλυπτέον γὰρ τὸ πρόσωπον. ὁ κύριος ὁ ἀδελφός, ὥς φασι, κεκοίμηται· ᾤχετο ἀνὴρ ἀγαθός, ἐσβέσθη ὁ ὀφθαλμὸς τοῦ γένους, ἀπέπτη τὸ παραμύθιον ὑμῶν. ὀρφανοὶ μὲν οἱ παῖδες οὓς ἤνεγκεν, ὀρφανὴ δὲ καὶ αὐτὴ σὺν ταῖς ἀδελφαῖς, οὐκ ἔχουσα ποῦ ἐρείσῃ τὴν χεῖρα ὀκλάζουσα ἢ ποῦ ἀποβλέψοις περιστατουμένη. ἀλλ' ἱνατί ἐπὶ πλεῖον ἐλεεινολογοῦμεν τὸ πάθος; πρὸς θεοφιλῆ ἡμῖν ὁ λόγος, πρὸς συνετήν, πρὸς ἐχέφρονα, πρὸς πολύπειρον, πρὸς ἔμπλεων τῇ θείᾳ γνώσει, δυναμένην καὶ ἄλλους σωφρονίζειν τῷ καθ' ἑαυτῆς ὑποδείγματι. ἔκβαλε ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας σου τὸν πνευματικὸν πλοῦτον, τὰ φάρμακα τῆς παραμυθίας, ἐπαρκοῦσα σαυτῇ τε καὶ ταῖς ἀδελφαῖς· ἴσμεν γὰρ ὅτι κἀκείνων ἥψατο ἐξ ἴσου ἡ λύπη, ἐπεὶ καὶ τῆς κυρίας ἡγουμένης, ἀλλὰ γὰρ καὶ ὅλου τοῦ γένους, προσθείην δ' ἂν καὶ αὐτῆς τῆς συγκλήτου. τίς ἐπ' αὐτῷ μὴ ἐπιστενάξειε; τίς δὲ μὴ καταγάγοι δάκρυα, ὅπερ καὶ ἡμῶν τῶν ταπεινῶν, καίπερ οὕτω φιλοσοφούντων, ἥψατο ἡ λύπη; Ἀλλ', ἐπειδὴ ἀπεβλέψαμεν ὅτι οὐδεὶς εἰς γέννησιν ἐλθὼν μὴ οὐχὶ καὶ ἐκδημήσειε τῶν ἐνθένδε, καὶ τοῦτο ἀπὸ τοῦ προπάτορος ἡμῶν Ἀδάμ μέχρι τοῦ δεῦρο, οὐδὲν ξένον ἡγησάμεθα ἐπὶ τῷ συμβεβηκότι· ξένον δ' ἂν εἶεν, εἴπερ ἡ θεοσύνετός σου καρδία ἐνέγκοι εὐχαρίστως, ὑποτύπωσις γενομένη σὺν τῇ κυρίᾳ καθηγουμένῃ ταῖς τε ἀδελφαῖς καὶ ἐξαδέλφαις καὶ πάσῃ τῇ συγγενείᾳ. διάθου κατὰ τὸ εἰωθός σοι εὐψύχως πάντα, μεγαλοβούλως καθ' ὅσον ἐνδέχεται ἐπικουροῦσα καὶ τὴν οἰκίαν τοῦ ἀδελφοῦ εἰς τὸ μὴ ἐρήμην καταδραμεῖν τοὺς ἐφεδρεύοντας ἐν ταῖς περιστάσεσι τῶν ἀνθρώπων. φρόντισον οὖν ὅσον δυνατὸν καὶ τῆς τιμίας ψυχῆς τοῦ ἀγαθοῦ ἀνδρὸς ἐκείνου, ὅτι καὶ μετὰ θάνατον βοηθοῦνται παρὰ τῶν ζώντων οἱ