359
ὁ Κράλης, τὴν μὲν 2.469 χώραν ἔτεμε καὶ ἐδῄωσε κατὰ κράτος, τὴν πόλιν δὲ εἰς τοσοῦτον ἤγαγεν ἀπορίας πολιορκῶν ἐπὶ συχνόν τινα χρόνον ἐφεξῆς, ὡς κινδυνεύειν ἤδη παρανάλωμα λιμοῦ γενέσθαι. Φεραῖοι δὲ ἐν χρῷ κινδύνου ἤδη καθεστῶτες, μόλις τὰ λυσιτελοῦντα συνεώρων, παθὼν γὰρ νήπιος ἔγνω, καὶ ἐπεψηφίσαντο Καντακουζηνῷ τῷ βασιλεῖ προσχωρεῖν, ὡς τῆς εἰς ἐκεῖνον φιλίας ἀνήσοντα Κράλην τὴν πολιορκίαν· ὅπερ καὶ ἐγίνετο. μετὰ γὰρ τὴν βασιλέως εὐφημίαν καὶ τὴν μνήμην τὴν ἐν τοῖς ἱεροῖς ἀνακωχήν τινα παρέσχετο ὁ Κράλης τοῦ πολέμου, καὶ οὐ πολὺ τῆς πόλεως ἄπωθεν ἐστρατοπεδεύετο ἐλθών. ὅσοι δὲ βασιλέως ἦσαν φίλοι τῶν ἐν τέλει Τριβαλῶν, συνεβούλευον Φεραίοις τάχιστα ἐλθόντας πρὸς ἐκεῖνον ἄρχοντα τῇ πόλει δέχεσθαι, ὡς ἀφεξομένου παντάπασι τοῦ Κράλη, εἰ τοιαῦτα γένοιτο. τούτου μὲν οὖν ἕνεκα ἧκον οἱ Φεραῖοι καὶ ἐδέοντο βασιλέως δεδακρυμένοι πέμπειν σφίσιν ἄρχοντα καὶ ἀπαλλάττειν τοῦ κινδύνου. βασιλεὺς δὲ τό,τε ἄστατον τῆς τῶν ἀνθρώπων τύχης συνορῶν, οἱ γὰρ πρὶν μεγάλα φυσῶντες καὶ οὐδ' ἄκροις ὠσὶ δεχόμενοι τὴν ὑπὸ βασιλεῖ δουλείαν, ἀλλὰ καὶ τὸν πρεσβευτὴν ὠμῶς καὶ ἀπανθρώπως κατατεμόντες καὶ πολλὴν ἐπιδειξάμενοι αὐθάδειαν καὶ θρασύτητα, νῦν ἥκουσι ταπεινοὶ καὶ δεδακρυμένοι, ὑπὸ μεγάλων πιεσθέντες συμφορῶν, καὶ δεόμενοι ἐκεῖνα, ἃ εἰ τότε αὐτοῦ συμβουλεύοντος ἐπείθοντο, οὐκ ἂν εἰς τοιαύτας κατέστησαν ἀνάγκας, ἔπειτα ἐννοῶν 2.470 καὶ οἵας πόλεως πάντα ἀρίστης ἡ Ῥωμαίων ἡγεμονία ἀποστερεῖσθαι μέλλει, ἐδάκρυσε μὲν ἐπὶ μικρὸν, εἶτα ἐχρημάτιζε τοῖς πρέσβεσι, καὶ τῶν τε ἡμαρτημένων παρείχετο συγγνώμην καὶ χρηστότερα ἐλπίζειν ὑπετίθει, ὡς πᾶν ὁτιοῦν ὑπὲρ αὐτῶν ποιήσων. ἐκείνους μὲν οὖν οὕτως ἐψυχαγώγει λόγοις ἐκ τῆς πολλῆς ἀθυμίας ἀνακτώμενος. τοὺς ἐκ Βυζαντίου δὲ αὖθις πρέσβεις μετακαλεσάμενος, «ὁρᾶτε» εἶπεν «οἵων συμφορῶν Ῥωμαίοις ὁ πόλεμος κατέστη. τὰς γὰρ ἑσπερίους ἤδη πάσας πόλεις ἐποιήσαντο ὑφ' ἑαυτοῖς οἱ Τριβαλοί. δέδοικα δὲ μὴ, τούτου μηκυνομένου, καὶ Μακεδονίας ἄρξωσι παντάπασιν. ἤδη γὰρ οὐκ ὀλίγας ἔχουσι. Φεραῖοι δὲ ὥσπερ ἠκούσατε παρὰ τῶν πρέσβεων, εἰ μή τινος παρ' ἡμῶν ἐπικουρίας τύχωσιν, οὐκ ἂν ἔτι πρὸς τὸν πόλεμον ἀντέχειν δύναιντο, λιμῷ καὶ πολιορκίᾳ πιεσθέντες. ἔξεστιν οὖν ὑμῖν ἤδη τὸ τοῦ πολέμου κέρδος συνορᾷν, ἐγὼ δὲ ὑμῶν θαυμάζω, ὅθεν οἴεσθε δύνασθαι βασιλείαν ἔχειν, τῶν συνεχόντων αὐτὴν εὐποροῦντες οὐδενός. οὔτε γάρ ἐστιν ἐν ὑμῖν, ὃς ἂν τῶν ἄλλων ἄρχειν δύναιτο καὶ πρόνοιαν ποιεῖσθαι τῶν κοινῶν, εἰ μή πού γε φαίητε παρακοιμώμενον. οὔτε γὰρ βασιλεὺς διὰ τὴν ἡλικίαν τὴν Ῥωμαίων ἄγειν δύναται ἀρχὴν, ἥ τε βασιλὶς ἡ τούτου μήτηρ οὐ διὰ τὴν γυναικείαν ἀσθένειαν μόνον, οὐ γὰρ ἂν ἐξαρκοίη πρὸς τοσοῦτον πραγμάτων ὄγκον, ἀλλὰ καὶ τὸ τὴν ἐξουσίαν ὑπὸ τῶν ἀρχόντων περιηρῆσθαι, ὥσπερ ἐν φρουρᾷ διάγει τοῖς βασιλείοις, ὀλίγον 2.471 ἀποδέουσα τῶν ἐν δεσμωτηρίῳ διαγόντων. τί γὰρ ἐκείνων διενήνοχεν, εἰ μηδὲν μήτε βουλεύσασθαι, μήτε πρᾶξαι τῶν δεόντων δύναται, ἀλλὰ τοῖς ἐψηφισμένοις ὑπὸ τῶν ἀρχόντων ἕπεσθαι ἀνάγκην ἔχει; τάς τε πόλεις ἀπολωλέκατε, τὰς μὲν αὐτοῖς Μυσοῖς παραδεδωκότες, ἵν' ἔχητε συμμάχους ἐπ' ἐμὲ, τῶν δ' ὑπὸ Τριβαλοῖς δεδουλωμένων. καὶ αἱ λειπόμεναι δὲ, ἔτι πρὸς ἐμέ τε καὶ ὑμᾶς διῃρημέναι, τὰ μὲν αὐταὶ ἐφ' ἑαυταῖς στασιάζουσαι καὶ διαφθειρόμεναι, τὰ δ' ὑφ' ἡμῶν ἔξωθεν πολιορκούμεναι καὶ ἐξανδραποδιζόμεναι καὶ τὰ δεινότατα ὑπομένουσαι, εἰς ἐσχάτην ἀπορίαν ἤλασαν, καὶ ὀλίγου ἀποδέουσι τῶν ὑπὸ πολεμίοις γενομένων. χρημάτων τε πόρος οὐδαμόθεν· τά τε γὰρ ἀποκείμενα ἀνάλωται, καὶ τὰ κειμήλια ἀποδέδοται τὰ βασιλικὰ εἰς τοὺς καλοὺς ἀποστόλους, ὅθεν ὄνησις οὐδεμία περιγίνεται· ἐῶ γὰρ τὰ ἡμέτερα τοσαῦτα ὄντα λέγειν· καὶ αἱ πρόσοδοι ἐκλελοίπασι τῶν κοινῶν τῆς χώρας διεφθαρμένης. πρὸς τούτοις δὲ καὶ οἱ μέγα δυνάμενοι καὶ βασιλεῖ συμπράττοντες πρὸς τὴν ἀρχὴν οἱ μὲν διὰ τὴν εἰς ἐμὲ εὔνοιαν χρημάτων ἀποστερηθέντες καὶ πρὸς πεῖραν πολλῶν πρότερον κακῶν ἐλθόντες, νῦν οἰκοῦσι δεσμωτήρια, οἱ δ' ὅτι