359
ἐκδεδημηκότες. Καὶ ἁπλῶς τὰ πάντα ἐν πᾶσιν οἴδαμέν σε εὖ διατίθεσθαι καὶ στρατηγεῖν τὸν λογισμὸν μᾶλλον ἢ στρατηγεῖσθαι ὑπὸ τῆς ἀθυμίας καὶ μοχθηρίας. εἰς αὐτὸ γὰρ τοῦτο καὶ τὸν ἀδελφὸν Ἀθανάσιον ἀπεστάλκαμεν, ἐπιδεικνύντες τὸ περιπαθὲς ἡμῶν πρὸς τὸν ἄνδρα καὶ πρὸς τὴν ὑμετέραν τιμιότητα ἐπικαμπτικόν· ὃν εὐχόμεθα τάχιον ἀποδέξασθαι, ἄγγελον ἀγαθὸν τῆς εὐχαρίστου ὑμῶν ὑπομονῆς γιγνόμενον. 541 {1Ὀλβιανῷ πατρικίῳ}1 Γεώργιος ὁ θεοφιλὴς ἀνὴρ καὶ περίδοξος νοτάριος, προσηγορίαν ἡμῖν κεκομικὼς παρὰ τῆς πανευφήμου καὶ διαβοήτου ὑμῶν ὑπεροχῆς, ἀπῄτησε τὸν ἀντασπασμὸν ἐγγράμματον ἡμᾶς ποιήσασθαι, ὡς τοῦτο κελευούσης τῆς μακαριότητος ὑμῶν. ἡμεῖς δέ, ἑαυτοὺς πεπεικότες ὑπείκειν ἐν τοῖς φιλικοῖς καθήκουσιν, χαράττομεν τήνδε τὴν ἐπιστολήν, πρῶτον μὲν προσαγορεύοντες τὰ εἰκότα οἱ εὐτελεῖς, αὐτὸ τοῦτο ἀποδεχόμενοι καὶ ὑπεραποδεχόμενοι, ὅτι γλίχεται τῆς φωνῆς ἡμῶν ἀκοῦσαι, οἰκτρῶν ὄντων καὶ ἁμαρτωλῶν (καὶ γὰρ εὐσεβείας δεῖγμα τοῦτο οὐ τὸ τυχόν, ὅτι ὁ ὑψηλὸς τῇ ὑπεροχῇ πρὸς τὴν τῶν ταπεινῶν φωνὴν ἐπικάμπτεται, καὶ μάλιστα ἐν τῷ παρόντι καιρῷ, ὁπότε ἀποτροπάδην οἱ πολλοὶ καὶ τοὺς ἄγαν φίλους ἔχουσι, μὴ ὅτι γε καὶ τοὺς ἀφανεστέρους), ἔπειτα ὑπομνήσκοντες μεθ' ὑποστολῆς ἄρχειν καὶ διέπειν τὸ ὑπήκοον θεοπρεπῶς· εἰ γὰρ πᾶσα ἀρχὴ καὶ ἐξουσία ὑπὸ θεοῦ ἐστι τεταγμένη, ἀποστολικῶς εἰπεῖν, δῆλον ὅτι ὁ ἄρχων καὶ ἐξουσιάζων θεοτελῶς ὀφείλει διεξάγειν τὸν ὑπὸ χεῖρα λαόν, τοῦτο μὲν ἐν ἀδεκάστοις κρίμασι τῶν ἐν ταῖς διαδικασίαις ἀμφισβητουμένων, τοῦτο δὲ καὶ ἐν εὐμενεῖ καὶ εἰρηνικῷ προσώπῳ ὀπτάνεσθαι τοὺς προσιόντας καὶ διδεῖν τῇ εὐπροσίτῳ παραδοχῇ θάρσος φθέγγεσθαι τὸ παριστάμενον (πτωχὸς γάρ, φησίν, οὐχ ὑφίσταται ἀπειλήν), εἶτα καὶ περὶ τὸ πτωχὸν μέρος καὶ τεταπεινωμένον ἐπικάμπτεσθαι καὶ παιδεύειν μέν, ὁπηνίκα ἡ χρεία ἀναγκάζει, παιδεύειν δὲ μὴ ἐν θυμῷ, ἀλλὰ σκοπῷ διορθώσεως ἀταράχως, μηδὲ ἐν πολλαῖς μάστιξι (τὸ γὰρ ἀπηνὲς ἄφιλον θεῷ), ἀλλ' ἐγκεκριμένως καὶ ὅσον τὸ ἀπαίδευτον ἀναστεῖλαι καὶ τὸ διορθωτικὸν περιποιήσασθαι, οἷα πατὴρ παιδὶ καὶ ὡς ἰατρὸς τῷ κάμνοντι. καὶ μακάριος ὁ οὕτως δημαγωγῶν καὶ στρατηγῶν, ἐπειδὴ καὶ Μωσῆς ὁ θεράπων τοῦ θεοῦ ἀρχικὸς καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ στρατηγός· καὶ πολλοῦ ἐστι φάναι ὅσοι οὐ μόνον ἐν βασιλεῦσιν, ἀλλὰ καὶ κριταῖς καὶ ἄρχουσι καὶ πρὸ νόμου καὶ ἐν νόμῳ καὶ μετὰ τὴν χάριν ἀρχαΐζοντες καὶ πρωταρχοῦντες εὐηρέστησαν τῷ Κυρίῳ, σὺν εὐσεβείᾳ ἀναστρεφόμενοι. Ταύτῃ δὴ οὖν καὶ σέ, τὸν πανεύφημον καὶ ἐπιπόθητον ἡμῶν δεσπότην, φιλοῦμεν καὶ αἰτοῦμεν διέπειν καὶ τούτοις δὴ τοῖς σεσωσμένοις καὶ ἀξιαγάστοις ἐναρίθμιον γενέσθαι. καὶ μή τοι δέξῃ τὴν ὑπόμνησιν ἡμῶν ὡς αὐθαδιασμόν, ἀλλ' ὡς ἀγαπητικὸν τρόπον, ἐπειδὴ φιλοῦμέν σε, φιλοῦντα τὸν θεόν, καὶ φίλου δεῖγμα τὰ ἐπωφελῆ φθέγγεσθαι τῷ φιλουμένῳ· ὅπερ δέδειχεν τὸ εὐτελὲς ἡμῶν γράμμα. ἀξιώσειε δὲ ἡμᾶς ὁ ἀγαθὸς θεὸς ἡμῶν καὶ εἰς τὴν κατ' ὀφθαλμοὺς ὁμιλίαν ὀψέ ποτε ἐλθεῖν καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν, ἵνα, ὅσα ὁ λόγος τῆς ἀκοῆς οὐ παρίστησι, ταῦτα ἡ αὐτοπτικὴ ἱστορία ὑποδείξασα ἐνεργεστέρους ἡμᾶς καταστήσειεν τῆς φιλικῆς ἀνακράσεως, ἐπειδήπερ ἐξεδιδάχθημεν παρὰ τοῦ χρηστοῦ γραμματηφόρου οὐκ ὀλίγων κατορθωμάτων κεχαρακτηρίσθαι τὴν εὐσέβειαν ὑμῶν· ἣν καὶ διασώσειεν ὁ Κύριος ὡς κόρην ὀφθαλμοῦ, ὑπερθέουσαν πάσης βλαπτικῆς ἐπηρείας, καὶ σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. 542 {1Ἀντωνίῳ ἐπισκόπῳ}1 Πρέπουσαν προσφώνησιν ἡ πατρική σου ἁγιωσύνη πεποίηται τανῦν, οὐκ ἐφ' ἡμῖν τοῖς ταπεινοῖς, ἄπαγε (συνίσμεν γὰρ ἑαυτοὺς οἷοί ἐσμεν, ὡς ἀποδέοντες καὶ τῶν ἐν τῷ ἐσχάτῳ βαθμῷ ἀπονενεμημένων κατὰ τὸν τῆς ἀρετῆς λόγον), ἀλλὰ τοῖς πᾶσι θείοις τε πατράσι καὶ ὁμολογηταῖς, ὥσπερ τις ἄγγελος ἀγαθὸς ἀναγγέλλων τὰ προσαγορευτικὰ καὶ συνδέων τοὺς ἅπαντας ἡμᾶς τῷ ἀγαπητικῷ τρόπῳ γε. τοῦτο δίκαιον καὶ προσῆκον, τοὺς ἄλλους ἀλλαχῇ