ὥσπερ δὲ ἡ Βοιωτία Μυκαλησσὸς ἐκ μυκηθμοῦ, ὡς προεγράφη, οὕτω καὶ ἡ Μυκάλη αὕτη κατὰ τὸν Ἐθνολόγον, ἐπεὶ αἱ Γοργόνες ἐπὶ τοῦ ὄρους τούτου μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο.οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μυχῷ ἁλὸς τῆς Καρικῆς κεῖται. ἔστι δὲ καὶπόλις Καρίας Μυκάλη. Ὅμηρος μέντοι τοῦ ὄρους νῦν μέμνηται, ὡς δηλοῖ τὸ»Μυκάλης αἰπεινὰ κάρηνα». Σημείωσαι δέ, ὅτι Καρῶν πόλις ἦν καὶ ἡ Ἁλικαρνασσός, ἐξ ἧς ὥρμητο Αἴλιος ∆ιονύσιος Ἁλικαρνασσεύς, καθὰ δηλοῖ αὐτὸςἐν οἷς περὶ Ἀττικῶν ὀνομάτων διαλεγόμενος λέγει οὐ Κᾶρας εἶναι τοὺςἉλικαρνασσεῖς, ἀλλὰ Ἕλληνας ∆ωριεῖς τῶν ἀποικησάντων ∆ωριέων Καρίαν, ὃ καὶ Ἀθηναῖοι ποιήσαντες καὶ εἰς Καρίαν κατάραντες, ὧν ἦρχε Νηλεύς, πόλινἙλληνίδα, φησίν, ἐν αὐτῇ Μίλητον κατεσκευάσαντο, ἐφ' οἷς τοὺς τοιούτους ∆ωριεῖς σεμνύνας καὶ μίαν τῆς ἐν Ἀσίᾳ ἑξαπόλεως καὶ τὴν Ἁλικαρνασσὸνεἰπὼν εἶναι, ἐπάγει πρὸς τῷ τέλει, ὅτι οὐδὲν ἂν ἴσως κωλύῃ καὶ ἐν Καρίᾳεἶναί τινα Ἀττικὴν φωνὴν καὶ ἐν ταῖς Ἀθήναις Καρικήν, [φωνὴν Ἀττικὴνσεμνῶς εἰπὼν τὴν ἑαυτοῦ.] Ἰστέον δὲ καί, ὅτι οὐ μόνον ἡ τῶν καρβάνων ἤτοιβαρβάρων λέξις ἐκ τῶν Καρῶν εἰλῆφθαι δοκεῖ, ἀλλὰ καὶ οἱ παρὰ τῷ Παυσανίᾳκάρδακες, ὅ ἐστι στρατιῶται περὶ Ἀσίαν. [ὁ δὲ ῥηθεὶς] Αἴλιος ∆ιονύσιος οὕτωφησί· «κάρδακες οὐ δίκαιόν τι γένος, ἀλλὰ οἱ μισθοῦ στρατευόμενοι βάρβαροι,παρὰ Θεοπόμπῳ». ἁπλῶς δέ, φησίν, οἱ Πέρσαι πάντα τὸν ἀνδρεῖον καὶ κλῶπακάρδακα ἐκάλουν. Ἔτι ἰστέον, ὅτι παροιμία παρὰ Παυσανίᾳ φέρεται ἐπὶ τῶν ἐνεὐτελέσι τὰς πείρας ποιουμένων τὸ «ἐν Καρὶ τὸν κίνδυνον», ἐπεὶ Κᾶρες, φησί,πρῶτοι ἐμισθοφόρησαν. (ῃ. 876 ς.) Ὅτι Σαρπηδὼν Λυκίων ἦρχε «καὶ Γλαῦκοςἀμύμων τηλόθεν ἐκ Λυκίας, Ξάνθου ἀπὸ δινήεντος». τελευταίους δὲ τῶν ἐπικού1.582 ρων τοὺς Λυκίους ἔθετο, ἵνα καὶ οὕτως εἶεν ἐπίσημοι. οὐ γὰρ ἀεὶ τὸ τῆς μνήμηςὕστερον ὑπόπτωσιν τῶν μνημονευθέντων ποιεῖ. ἐν ὀλίγῳ δὲ καὶ τούτουςἐπιτρέχει, δι' ἣν αἰτίαν καὶ τοὺς λοιποὺς ἐπικούρους, καθυποδεικνύς, ὡς οὐμόνον ἐμπλατύνεσθαι γράφων πολυτρόπως δύναται, ἀλλὰ καὶ στενολεσχεῖνοὐχ' ἥκιστα. Ὅτι δὲ πολλοῦ λόγου ἄξιος ὁ Σαρπηδὼν καὶ οἱ περὶ αὐτὸν καὶ ὡςπολὺ ἐφείλκετο συμμαχικόν, ἐν τοῖς ἑξῆς φανήσεται. Ὅτι δὲ καὶ ὑποστρατήγωνχρεία τοῖς μεγάλοις ἀρχηγοῖς, ἱκανῶς ἡ τακτικὴ αὕτη Βοιωτία ἔδειξεν.ὕπαρχος οὖν καὶ τῷ Σαρπηδόνι Γλαῦκος, ἔτι γε μὴν καὶ φίλος ἑταῖρος, ὡς καὶἈχιλλεῖ Πάτροκλος καὶ Μηριόνης Ἰδομενεῖ καὶ ∆ιομήδει Σθένελος. Λυκία δὲ χώρα καὶ Λύκιοι τὸ ἔθνος ἀπὸ Λύκου, υἱοῦ Πανδίονος, ὃν ἐκπεσόντα τῆςοἰκείας ὁ ἐκ τῆς Κρήτης Σαρπηδὼν ἐδέξατο, φασίν, ἐπὶ μέρει τῆς ἀρχῆς. Σόλυμοι δέ, φασί, τὰ πρῶτα ἐλέγοντο. τοῦτο δὲ οὐχ' ὁμολογεῖ τοῖς τοῦ Ὁμήρου, ὃς ἐν Ἰλιάδι μὲν χωρίζει Λυκίους καὶ Σολύμους, ἐν δὲ Ὀδυσσείᾳ ἐκτετοπισμένους τινὰς πλάττει Σολύμους καὶ δυσγνώστους τοῖς πλείοσι. ∆ῆλον δέ, ὅτιμέχρι καὶ νῦν μέρος Λυκίας ὑποπτεύονται καὶ οἱ Σόλυμοι, ἐρυμνὸν μὲνχωρίον ἔχοντες, βαρβαρικώτερον δὲ [Τζέλυμοι] ὑπὸ τῶν ἐγχωρίων καλούμενοι.(ῃ. 876) Ἰστέον δέ, ὅτι Σαρπηδὼν μὲν οὗτος ὁ Λύκιος ∆ιὸς υἱὸς καὶ Λαοδαμείας τῆς τοῦ Βελλεροφόντου, ὁ δὲ ἀνωτέρω ῥηθεὶς Κρητικὸς ἀδελφὸς ἦν Μίνωκαὶ Ῥαδαμάνθυος, ᾧ Μίλητον συνέκτισαν κατὰ τὸν Γεωγράφον προσληφθέντεςνησιῶται Κᾶρες καὶ Λέλεγες, ὁμώνυμον τῇ Κρητικῇ Μιλήτῳ, ἣν εἶχε καὶ ὁ Κρητικὸς κατάλογος. Ὁ δ' αὐτός, φησί, Σαρπηδὼν καὶ Τερμίλλας ἐκ Κρήτης ἀγαγών- μερὶς δὲ Κρητῶν οἱ Τερμίλλαι-ὠνόμασε τοὺς ὑπ' αὐτὸν Τερμίλλαςτοὺς πρότερον καλουμένους Μινύας καὶ ἔτι πρότερον Σολύμους. ἐπελθὼν δέ,φησίν, ὁ Πανδίονος Λύκος ἀφ' ἑαυτοῦ Λυκίους προσηγόρευσε τοὺς ἑαυτοῦ.[̓Ιστέον δέ, ὅτι, ὥσπερ οὐκ ἦν Σαρπηδὼν εἷς, ὁ Λύκιος δηλαδή, οὕτως οὐδὲ Γλαῦκος. ἔστι γὰρ σὺν ἄλλοις καὶ ὁ προδηλωθεὶς Ἀνθηδόνιος καὶ Κρὴς δὲΓλαῦκος, ὁ καὶ Γλαύκων παρωνύμως, Μίνωος καὶ