360
ἐμνήσθησαν εἰρήνης, ὁρῶντες οἷ κακῶν ὁ πόλεμος χωρήσει, καίτοι γε κἀκεῖνοι τούτου αἰτιώτατοι γεγενημένοι, ἄπρακτοι κάθηνται ἐν ταῖς οἰκίαις, οὕτω προστεταγμένον ὑπὸ παρακοιμωμένου. ὥσπερ 2.472 ἀκούω καὶ πρωτοστράτορα τὸν Συναδηνὸν πεπονθέναι νῦν. καὶ ἡ στρατιὰ δὲ ἡ μὲν διέφθαρτο δοκοῦσα εὐνοεῖν ἐμοὶ, ἡ δὲ ὑποπτευομένη ἀμελεῖται, τὸ λειπόμενον δὲ ὀλίγον. πόθεν οὖν οἴεσθε τὴν ἀρχὴν συστήσεσθαι ὑμῖν μηδὲν ἔχοντες τῶν σώζειν δυναμένων; ἃ πάντα χρὴ καὶ ὑμᾶς σκεψαμένους, καὶ βασιλίδι καὶ πατριάρχῃ καὶ τοῖς ἄλλοις ἀπαγγείλαντας, τὴν εἰρήνην ψηφίσασθαι κοινῇ, καὶ μὴ διὰ κακοβουλίαν καὶ τὰ μικρὰ λείψανα ταῦτα, ἃ τῆς Ῥωμαίων ὑπολέλειπται ἡγεμονίας, διαφθεῖραι.» τῶν πρέσβεων δὲ πρὸς οὐδὲν ἕτερον ἀντειπόντων τῶν εἰρημένων, ἢ ὅτι ἡ βασιλὶς οὐχ ὥσπερ ἤγγελτο αὐτῷ, τοῖς βουλεύμασι τῶν ἀρχόντων ἕπεσθαι ἀνάγκην ἔχει, ἀλλ' αὐτὴ τῶν πραγμάτων οὖσα κυρία, τὰ δοκοῦντα πράττει, πάντων δουλευόντων ἀκριβῶς, «οὐδὲν ἂν» εἶπεν «εἰκῇ καὶ μάτην ἐξενήνεκτο παρ' ἐμοῦ, εἰ μὴ σαφέστατα ᾔδειν ὥσπερ ἔχει εἰρησόμενον. εἰ δ' αὐτοὶ ἀγνοεῖτε, πεῖραν ἐγὼ ποιήσομαι τοῦ πράγματος, ἐξ ἧς ἔσται καὶ ὑμῖν καταφανὲς εἰρημένον, ὥσπερ ἔχει. Χρυσοβέργῃ γὰρ τῷ παρ' ἐμοῦ πρεσβεύοντι λόγους ἀναθήσω τινὰς, ὥστ' αὐτοὺς μόνος μόνῃ βασιλίδι ἀπαγγέλλειν, ὥσπερ εἴωθα καὶ πρότερον ποιεῖν. εἰ μὲν οὖν ὑπὸ τῶν ἀρχόντων τοῦτο πράττειν συγχωρηθῇ, εὔδηλον, ὡς ἔξεστιν αὐτῇ πράττειν ἅττα ἂν ἐθέλῃ. ἂν δ' ἐπ' αὐτῶν κελεύωσι τοὺς λόγους ἀπαγγέλλειν, μηδεμίαν ἑτέραν ἀπόδειξιν ζητεῖν τοῦ τἀληθῆ περὶ αὐτῆς εἰρῆσθαι.» τοιαῦτα εἰπὼν συνεξέπεμπεν αὐτοῖς ἅμα καὶ τὸν Χρυ 2.473 σοβέργην, πεντεκαίδεκα προθεσμίαν ἡμερῶν πρὸς διάσκεψιν διδούς. ἐκεῖνος δὲ Φεραίοις τε ἄρχοντα ἐφίστη, καὶ πρεσβείαν ἔπεμπε πρὸς Κράλην, καὶ ὑπεμίμνησκε τῶν ὅρκων καὶ τῶν συνθηκῶν τῶν πρὸς αὐτόν. οἷς αὐτὸς ἐμμένων, ἠξίου κἀκεῖνον μὴ διαλύειν, ἀλλ' ἀφίστασθαι, Φεραίων αὐτῷ προσχωρησάντων, καὶ μήτε πολεμεῖν, ἀλλὰ καὶ ὅσα δυνατὰ συναίρεσθαι πολλὰ κεκακωμένοις ὑπὸ τοῦ πολέμου. αὐτοῖς τε Φεραίοις ἐλπίδας ὑπετίθει χρηστοτέρας, ὡς τάχιστα ἀφιξόμενος παρ' αὐτοὺς καὶ προνοίας τῆς δεούσης ἀξιώσων. τοιαῦτα μὲν ἐπαγγειλάμενος ἐξέπεμπε κἀκείνους. οἱ ἐκ τοῦ Μομιτζίλου δὲ ἀπιοῦσι συντυχόντες τοὺς μὲν καὶ συνέλαβον αὐτῶν, οὓς ὕστερον ἀπέλυσαν γυμνοὺς, οἱ δὲ μόλις διαδρᾶναι δυνηθέντες, αὖθις πρὸς βασιλέα ἐπανῆκον, πᾶσαν ἀπολέσαντες ἀποσκευήν. ἐφ' οἷς ἄγαν ἤχθετο ὁ βασιλεὺς ὁρῶν τὴν πόλιν κινδυνεύουσαν, καὶ ἐζήτει ὅπως ἀμύνοιτο Μομιτζίλον βλάπτοντα τὰ μέγιστα. οἱ ἐκ Βυζαντίου δὲ πρεσβευταὶ ἐπεὶ πρὸς βασιλίδα ἐπανῆκον, ἀπήγγελλόν τε τοῖς ἄρχουσι τὰ περὶ τῆς πρεσβείας, καὶ τὰ πρὸς πατριάρχην γράμματα παρείχοντο. οἱ δὲ ἤχθοντο ἀποτυχόντες ὧν ἐνόμιζον κατωρθωκέναι. μεταπεμψάμενοι δὲ καὶ Χρυσοβέργην ἠρώτων, εἴ τι ἀπαγγέλλειν ἔχει. ὁ δὲ περὶ μὲν τῆς κοινῆς ἔφη πρεσβείας οὐδὲν ἔχειν πλέον τῶν τοῖς γράμμασιν ἐγγεγραμμένων ἀπαγγέλλειν, ἰδίᾳ μέντοι πρὸς βασιλίδα λόγους τινὰς ἔχειν, οὓς ἐκελεύσθη μηδενὸς ἑτέρου παρόντος, πρὸς μόνην ἐκείνην λέγειν. οἱ δ' ἐκέλευον λέγειν πρὸς αὐτοὺς 2.474 καὶ μὴ ληρεῖν ἀδύνατα ἀξιοῦντα. τοῦ δὲ μηδενί τῳ ἑτέρῳ ἐξειπεῖν ἂν διισχυριζομένου, ἠπείλουν μαστιγοῦν καὶ ἔκφορα τὰ ἀπόῤῥητα ποιεῖν προσαναγκάσειν. ὡς δὲ οὐδὲν ἐνεδίδου πρὸς τὰς ἀπειλὰς, καὶ τὰς πληγὰς ἐπῆγον. ὁ δ' οὐδὲν ἧττον ἔφασκεν ἀποκρύψειν, ἂν καὶ δεινότερα τολμῶσιν· εἰδότα γὰρ οἷα πρὸς Βρουλᾶν τῆς εἰρήνης ἕνεκα πρότερον τετόλμηται ἐλθόντα, οὕτως ἥκειν παρεσκευασμένον, ὡς πᾶσαν οἴσοντα κάκωσιν καὶ παροινίαν. ὁ μὲν οὖν οὕτως ἀπτόητος ὡρᾶτο καὶ πρὸς καρτερίαν παρεσκευασμένος τῶν δεινῶν. οἱ δ' ἐπεὶ ἑώρων ἀδυνάτοις ἐπιχειροῦντες, πολλὰ εἰς αὐτὸν καὶ τὸν πέμψαντα ὑβρίσαντες, ἔπειτα ἐξήλαυνον τῆς πόλεως αὐθημερὸν μηδένα περὶ τῆς πρεσβείας λόγον ποιησάμενοι. ὁ δὲ πρὸς βασιλέα τὰ γεγενημένα ἀπήγγελλεν ἐλθών· κἀκεῖνος ἤδη τὴν εἰρήνην ἀπογνοὺς, ἐστράτευσεν ἐπὶ Γαρέλλαν. Κοντοστέφανος δὲ ὁ ταύτης ἄρχων προσεχώρησεν ἑκὼν τῷ βασιλεῖ καὶ παρέδωκε τὴν πόλιν· ἐν ᾗ καὶ