360
υἱῷ αὐτοῦ συνοικήσουσαν. καὶ ἐπὶ τούτοις ἐς τὴν ̓Ιωνίαν καὶ ἐς τὴν ̔Ελλάδα ἐπὶ τῷ πολέμῳ τοῦ Καίσαρος ωρμησεν. ὁ δέ γε Μῆδος συμμαχούμενος τοῖς ̔Ρωμαίοις ἐπελθόντας αὐτῷ τοὺς Πάρθους καὶ τὸν ̓Αρτάξην ἐνίκησε. τοῦ δ' ̓Αντωνίου τοὺς οἰκείους στρατιώτας μετακαλεσαμένου, τοὺς δ' ἐκείνου κατεσχηκότος, ἀνθήττητο καὶ ἑάλω. καὶ ουτως ἡ ̓Αρμενία μετὰ τῆς Μηδίας ἀπώλετο. Οἱ μέντοι ̔Ρωμαῖοι τὴν μὲν δημοκρατίαν ἀφῄρηντο, οὐ μὴν καὶ εἰς φανερὰν μοναρχίαν κατώλισθον, εως ο τε Σέξτος ἀπώλετο καὶ τὰ ἐπαναστάντα εθνη δεδούλωτο καὶ ὁ Πάρθος οὐδὲν παρεκίνει. τότε γὰρ φανερῶς ἐπ' ἀλλήλους ὁ ̓Αντώνιος καὶ ὁ Καῖσαρ ἐτράποντο, καὶ ὁ δῆμος ἀκριβῶς ἐδουλώθη. αἰτίαι δὲ τοῦ πολέμου αιδε σφίσιν ἐσκήπτοντο. ̓Αντώνιος μὲν Καίσαρι ἐνεκάλει οτι τὴν τοῦ Λεπίδου χώραν καὶ τὴν δύναμιν καὶ τὴν τοῦ Σέξτου ἐσφετερίσατο, καὶ τούτων ἀπῄτει τὰ ἡμίση καὶ τῶν στρατιωτῶν ους ἐκ τῆς ἀνηκούσης αὐτῷ ̓Ιταλίας ἐστράτευσεν· ὁ δὲ Καῖσαρ ἐκείνῳ οτι τὴν Αιγυπτον καὶ αλλα μὴ λαχὼν ειχε, καὶ οτι τὸν Σέξτον ἀπέκτεινεν, αὐτὸς γὰρ ἑκὼν ἐκείνου φείσασθαι ελεγε, καὶ οτι τὸν ̓Αρμένιον ἀπάτῃ συνειληφὼς εδησε κἀκ τούτου ̔Ρωμαίοις κακοδοξίαν προσέτριψε, καὶ τὰ ἡμίση τῶν λαφύρων καὶ αὐτὸς ἀπῄτει, καὶ τὴν Κλεοπάτραν αὐτῷ καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς καὶ τὰ δωρηθέντα σφίσι πρὸς πάντας ἐπέφερεν, ἐν τοῖς μάλιστα δ' ᾐτιᾶτο οτι τὸν Καισαρίωνα ἐς τὸ γένος εἰσῆγε τοῦ Καίσαρος. Ταῦτ' ουν ἐπενεκάλουν ἀλλήλοις. καὶ τέως οὐκ 2.422 ἀναφανδὸν κατ' ἀλλήλων ὡπλίζοντο, εως ∆ομίτιος Γναῖος καὶ Σόσσιος Γάιος, τῆς τοῦ ̓Αντωνίου μερίδος οντες, ὑπάτευσαν. τότε δὲ προδήλως ἐπολεμώθησαν. ὁ γὰρ Σόσσιος πολλὰ μὲν ἐν τῇ νουμηνίᾳ ἐπῄνεσε τὸν ̓Αντώνιον, πολλὰ δὲ κατεῖπε τοῦ Καίσαρος. καὶ τότε μὲν ὁ Καῖσαρ τῆς πόλεως ἐξεχώρησεν, αἰτίαν αλλην πλασάμενος· μετὰ δὲ ταῦτα ἐπανελθών, καὶ φρουρὰν ἑαυτῷ περιστήσας στρατιωτῶν, μέτρια μὲν ὑπὲρ ἑαυτοῦ διειλέχθη, τοῦ δὲ ̓Αντωνίου καὶ τοῦ Σοσσίου πολλὰ κατηγόρησε, καὶ ἀδικοῦντα τὸν ̓Αντώνιον διὰ γραμμάτων ἐξελέγχειν ὑπέσχετο. οἱ ουν υπατοι μήτ' ἀντειπεῖν θαρροῦντες μήτε σιωπᾶν ὑπομένοντες, τῆς πόλεως ἐκχωρήσαντες ἀπῆλθον πρὸς τὸν ̓Αντώνιον, καὶ τῶν αλλων βουλευτῶν οὐκ ὀλίγοι αὐτοῖς συναπεληλύθασιν· καὶ αυθις ετεροι τὸν ̓Αντώνιον λιπόντες τῷ Καίσαρι προσεχώρησαν, οτι τήν τε τῆς ̓Οκταβίας συνοίκησιν ἀπείπατο καὶ οτι τῇ Κλεοπάτρᾳ ηχθοντο. ἐξ ων μαθὼν ὁ Καῖσαρ τά τε αλλα τοῦ ̓Αντωνίου καὶ τὰς διαθήκας αὐτοῦ καὶ παρὰ τίνι ἐτύγχανον, ελαβέ τε αὐτὰς καὶ δημοσίᾳ ἀνέγνω, πρᾶγμα ποιήσας παρανομώτατον. τοσαύτην δὲ διὰ τὰ γεγραμμένα ὀργὴν καὶ οἱ πάνυ ἐκείνῳ προσκείμενοι ἐνεδείξαντο, ωστε τήν τε ὑπατείαν καὶ τὴν αλλην απασαν ἐξουσίαν ἀφείλοντο, καὶ τοῖς συνοῦσιν αὐτῷ αδειαν καὶ ἐπαίνους, ἐὰν ἐγκαταλίπωσιν αὐτόν, ἐψηφίσαντο· καὶ τῇ Κλεοπάτρᾳ πόλεμον ἐπήγγειλαν αντικρυς, ος μᾶλλον πρὸς τὸν ̓Αντώνιον ετεινεν· ῃδεσαν γὰρ αὐτὸν ὑπὲρ ἐκείνης πάντα ὑποίσοντα. ουτω γὰρ αὐτὸν ἐδουλώσατο ωστε βασιλίς τε καὶ δέσποινα ὑπ' ἐκείνου καλεῖσθαι, στρατιώτας τε ̔Ρωμαίους ἐν τῷ δορυφορικῷ αὐτῆς εχειν καὶ ταῖς ἀσπίσι πάντων τὸ ονομα αὐτῆς ἐπι2.423 γράφεσθαι. καὶ εἰς τὴν ἀγορὰν δὲ μετ' αὐτοῦ εἰσεφοίτα καὶ τὰς πανηγύρεις συνδιετίθετο τάς τε δίκας συνεξήταζε, καὶ συνίππευε, καὶ ἐν ταῖς πόλεσιν ἐκείνη μὲν ἐν δίφρῳ ἐφέρετο, ὁ δ' ̓Αντώνιος πεζῇ μετὰ τῶν εὐνούχων αὐτῆς ἠκολούθει· συνεγράφετό τε αὐτῇ καὶ συνεπλάττετο, αὐτὸς Οσιρις καὶ ∆ιόνυσος λεγόμενος, ἐκείνη δὲ Σελήνη καὶ Ισις. οθεν εκφρων ὑπ' αὐτῆς ἐκ μαγγανείας εδοξε γεγονέναι. καὶ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ τοὺς παρ' αὐτῷ δυναμένους καὶ ἐγοήτευσε καὶ κατέδησεν, ὡς ἐλπίσαι καὶ τῶν ̔Ρωμαίων αρξειν, εὐχήν τε ποιεῖσθαι μεγίστην καὶ ορκον τὸ ἐν τῷ Καπιτωλίῳ δικάσαι. ὁ δὲ ̓Αντώνιος ἀκινάκην τε ἐνίοτε παρεζώννυτο καὶ ἐσθῆτι ἐχρῆτο παρὰ τὰ πάτρια. Τούτῳ μὲν ουν ὑπάτῳ οντι καὶ στρατηγῷ ̔Ρωμαίων εἰς αἰτίαμα ἐλογίσθη ἡ εξω τῶν πατρίων στολή, τοὺς δὲ νῦν βασιλεῖς ̔Ρωμαίων πῶς αν τις ἐξαιρήσαιτο μώμων καὶ αἰτιάσεως, μεταμφιεννυμένους παρὰ τὰ πάτρια, καὶ οὐκ ἐνίοτε, ἀεὶ δὲ