360
κύριον. καὶ κλίνεται Σπένδιος. Σπεράτοσ. κύριον. Σπευριεὺς καὶ Σπατῖνοσ. κύρια. Σπινθήρ. λαμπηδών. οιον σπορεὺς τὶς ων τοῦ θέροντος πυρός. πεποίηται τὸν τοῦ πατρὸς εχων λόγον, παρὰ τὸ σπεῖραι. Σπῖλοσ. ῥύπος, μολυσμός. Σπλήν. ἀπὸ τοῦ εἰς αὐτὸν ἐπισπᾶσθαι τὰ φαυλισθέντα τῶν ὑγρῶν. *Σπαρτίον. τὸ σχοινίον. καὶ κλῆρος. καὶ στέργει σπάρτα, ηνπερ ελαχε.* sigma.1664 Σπόγγοσ. διὰ τὸ ἀποσπᾷν τὰ ὑγρά. Σπυριδωνάκησ. κύριον. Σπόκιλλοσ. κύριον. †Σπῶροσ. ονομα κύριον.† Σπῆλυξ. τὸ σπήλαιον. καὶ κλίνεται σπήλυκος. Σπάδων. τὸ σπάσμα. τοῦ Ψελλοῦ· σπάδονα δὲ τὰ σπάσματα, πάθος δέ τι χιόνην. (Θηλυκόν.) Σπάθη. τὸ ὑφαντικὸν ἐργαλεῖον. παρὰ τὸ κατασπᾷν τὴν κρόκην. Σπεῖρα. ἡ σύναξις, πλῆθος στρατευμάτων. †εστι δὲ καὶ σύνταγμα διακοσίων ἀνδρῶν.† Σπεῖσισ. ἡ σπονδή· η ἡ θυσία. Σπήλυγγεσ. τὰ βεβρωμένα τῶν πετρῶν. παρὰ τὸ σπᾷν. Σπιλάδεσ. αἱ υφαλοι πέτραι. οιον ἀποσπάδες. η οτι τὸ κατ' αὐτὰς μέρος μελαίνεται. Σποδιὰ καὶ σποδόσ. ἡ στακτή. παρὰ τὸ σβέω, σβέσω, σβεδὸς καὶ σποδός. ἡ ἀμαυροῦσα τὴν φλόγα. sigma.1665 Σπονδάσ. συνθήκας. ορκια. η θυσίας καὶ ἐκχύσεις οινου. †Σπώδιγξ. ἡ πληγή.† (Οὐδέτερον.) †Σπέκιον. ειδος ἱματίου.† Σπέοσ. τὸ σπήλαιον· ἀφώτιστόν τι οικημα. παρὰ τὴν σβέσιν τοῦ φωτός· οιον σβέος τὶ ον καὶ σπέος· τὸ πολὺ γὰρ τοῦ φωτὸς ἐστέρηται· τροπῇ τοῦ ˉβ εἰς ˉπ. ὡς παρὰ τὸ σβέω, σβέσω, σβεδὸς καὶ σποδός. καὶ σπὲς τὸ σπήλαιον, καὶ σπεῖον τὸ σπήλαιον, καὶ σπῆϊ τῷ σπηλαίῳ. Σπέκλον. ἡ υαλος. Σπάργανον. παρὰ τὸ σπαράσσω, σπαράγανον καὶ σπάργανον. Σπείρημα. τὸ τοῦ οφεως ειλιγμα. παρὰ τὸ σπειρῶ, τὸ εἱλίσσω. σπείρημα καὶ τὰ ἱμάτια, παρὰ τὸ ἐνσπείρεσθαι καὶ συστρέφεσθαι αὐτοῖς. καὶ σπεῖρον τὸ ἱμάτιον. Σπωλήτιον. τόπος. ( ̔Ρῆμα.) Σπανίζεται. λείπεται, ὑστερεῖται. Σπασάμενοσ. ἑλκύσας. Σπαθᾷν. τὸ σπαταλᾷν. καὶ παρὰ τοῖς ῥήτορσι σπαθᾷν τὸ ἀφειδῶς ἀναλίσκειν. Σπαίρω. ψυχοῤῥαγῶ. sigma.1666 Σπέρχει. σπουδάζει, κατεπείγεται, σπεύδει καὶ συστρέφει. ισως ἀπὸ τοῦ περιέχει· συμπεριέχει καὶ κατὰ συγκοπὴν σπέρχει. Σπερμαίνω. γεννῶ. Σπένδω. ἀναιρῶ. ὡς τό· ἐγὼ δὲ ηδη σπένδομαι. παρὰ τὸ σπείω σπένδω. παράγωγον καὶ οὐ πλεονασμός. ωσπερ κυλίω κυλίνδω, καὶ ἀμείρω ἀμέρδω. Σπένδεται. θύεται. φύεται, φιλιοῦται. Σπένδομαι. φιλιοῦμαι. Σπένδοντοσ. προσφέροντος πίστιν η σπονδήν. εστι δὲ καὶ τὸ φιλιοῦσθαι. σπονδὰς γὰρ ἐκάλουν τὰς ἐπὶ τῶν πολεμίων συμβιβάσεις. Σπειρόμενος σῖτοσ. μικρόν. σπειρώμενος δὲ οφις, ο ἐστιν ἐντυλισσόμενος, μέγα. Σπείρω. παρὰ τὸ σπῶ· αμα γὰρ καταβληθῆναι τὴν σπορὰν, σπᾶται ὑπὸ τῆς γῆς τὸ χωρῆσαν εἰς αὐτήν. ὡσαύτως καὶ ἐπὶ τῶν θηλειῶν. Σπείσω. θύσω. Σπεῖσαι. παρὰ τὸ σπίσαι, ο ἐστι ποτίσαι τὴν γῆν τῷ οινῳ. Σπληνιῶντεσ. ..... Σπώμενοσ. συντριβόμενος. Σπένδομαι. ἀποθνήσκω. θυσίαν μέλλω καὶ σπονδὴν ἐμαυτὸν προσφέρειν Χριστῷ. ὁ ̓Απόστοsigma.1667 λος· ἀλλ' εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ τῇ λειτουργίᾳ. Σπειρηδόν. περιπεπλεγμένως. Σποράδην. ἐσπαρμένως. Τὸ Σ μετὰ τοῦ Τ. ( ̓Αρσενικόν.) Σταθμόσ. τὸ σταθμίζον. τὸ σταθμιζόμενον. ἡ μάνδρα τῶν προβάτων. σταθμὸς κατὰ ̔Ηρόδοτον καὶ Ξενοφῶντα μίλια εἰκοσιοκτὼ ημισυ. καὶ σταθμοὶ ἀντὶ τοῦ παραστάδες. Σταλαγμόσ. εστι στῶ, ου παράγωγον στάσω, ὁ μέλλων στάξω. ὡς φράζω φραγμὸς, ουτω στάζω σταλαγμὸς κατὰ πλεονασμὸν τῆς συλλαβῆς. ἐκ δὲ τοῦ στάσσω γίνεται κατὰ πλεονασμὸν τῆς ˉαˉλ συλλαβῆς σταλάσσω. Στάληξ. ὁ σταλαγμός. στάλιξ δὲ, ὁ σκόλοψ, ἰῶτα. Στατώριοσ. ὁ σκολιός. Σταμῖνεσ. τὰ καταστρώματα τῆς νηός. ἐφ' ων ἱστάμεθα. ̓Αρίσταρχος δὲ ὀρθὰ ξύλα λέγει στήμοσιν ἐοικότα. sigma.1668 Στατήρ. τὸ νόμισμα. παρὰ τὸ ιστημι, στήσω, στατήρ. οἱ δὲ ἀρχαῖοι ἐπὶ τοῦ δανείζειν. ὀβολοστάτας ουν οἱ ̓Αττικοὶ τοὺς ὀλίγα δανείζοντας ελεγον ὑπερβολικῶς. ὁ γὰρ στατὴρ ἐπενοήθη τῷ βίῳ πρὸς δανεισμὸν καὶ ἀπόδοσιν. καὶ στατῆρες οἱ χρεῶσται. *Στατῆρα. τινὲς νομίζουσι λίθον πολύτιμον εὑρισκόμενον κατὰ Συρίαν, οἱ δὲ ἐξάγιον τέταρτον νομίσματος.* Σταυρὸσ Χριστοῦ ἐστι πέρας ἐπιδόσεως καὶ κοπὴ ἁμαρτιῶν. σταυροὺς