360
διεσπαρμένους διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φθέγγεσθαι ἀλλήλοις τοῖς γράμμασι καὶ συνάπτεσθαι πνευματικῶς τοῖς ὑπομνήμασι, καὶ μηδαμῶς τῇ ἀφωνίᾳ ὡς τεθνεῶτας λελογίσθαι. τοῦτο γὰρ ἴσμεν καὶ τὸν μακάριον ἀπόστολον Παῦλον σὺν τοῖς ὁμοταγέσι θεοστόλοις ἀλλήλους μακρόθεν φωνοῦντας καὶ εἰς ταὐτὸν ἐρχομένους τῷ συναπτικῷ λόγῳ καὶ τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ θεοῦ καταγγέλλοντας παντὶ τῷ κόσμῳ, ἐν ᾧ καὶ ἡμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον, εἰ καὶ τολμηρὸν εἰπεῖν, θέμενον παρεγγυᾷ· λάλει γάρ, φησί, καὶ μὴ σιωπήσῃς, ὅτι λαός μοι πολύς ἐστιν ἐνταῦθα. καὶ ἀλλαχοῦ· ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ὥστε φοβερὸν τὸ κρίμα τῆς σιωπῆς, καὶ ταῦτα ἐν τῇδε τῇ ἐθελοκάκῳ κωφεύσει τῶν αἱρετιζόντων. ὅπερ ἡ ἁγιωσύνη σου, καθὰ γέγραφεν, ἐνεργοῦσα θεοπρεπῶς πολλοὺς πειρασμοὺς ὑφίστασθαι φαίη παρὰ τῶν οὐκ ἐθελόντων λόγον ὅσιον ἐνηχεῖσθαι, ἀλλ' ἠρνημένων τὴν θεόγραπτον Χριστοῦ εἰκόνα, τῆς Θεοτόκου καὶ οὑτινοσοῦν τῶν θεραπόντων αὐτοῦ. Μένοις οὖν, ὦ τριπόθητε, ἐπὶ τῆς λυχνίας τοῦ λόγου κείμενος εὐαγγελικῷ προστάγματι καὶ λάμπων πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ ὡς ἂν οἱ ἁπλοῦντες τὰς ὄψεις τὸ φῶς εἰσδέχοιντο, οἱ δὲ μύοντες τὰς αἰσθήσεις τῆς οἰκείας ἀβλεψίας τὸν καρπὸν δρέψωνται· καί γε εὔξαιο τοῦτο καὶ ἡμᾶς ποιεῖσθαι καὶ ἀνένοχον τὸ τῆς προστασίας δῶρον ἀπενέγκασθαι. γινώσκειν σε δὲ βουλόμεθα ὅτι εἷς τῶν λαμπτήρων ἀπέπτη πρὸς Κύριον, οὗτος δὴ ὁ ἁγιώτατος μητροπολίτης Συννάδων, ἐπεὶ καὶ πρότερον οἱ κλεινοὶ ἀδελφοὶ καὶ πατέρες, Ἀθανάσιος ὁ τοῦ Παυλοπετρίου καθηγεμὼν καὶ Ἰωάννης ὁ τῆς Χαλκίτου καθηγητής. καὶ οἱ αἱρετικοὶ μὲν δοκοῦσιν ὑποτέμνεσθαι τὸ ὁμολογητικὸν πλήρωμα τοῦ Χριστοῦ, ἀγνοοῦσι δὲ ὅτι καὶ μᾶλλον πληθύνεται, ζήλῳ τῶν προηθληκότων συνανιπτάμενον καὶ τὸ πτερορρυῆσαν τυχὸν στῖφος. Χριστὸς δὲ ἔτι καθεύδει, τοῖς μὲν ὑπανοίγων θύραν χρηστότητι ἀνεκδιηγήτῳ, τῶν δὲ δοκιμάζων τὸν πόθον ἐν ὑπομονῆς στεφανώματι, τοὺς δὲ καὶ ὡς χρυσὸν δεδοκιμασμένον προσλαμβάνων ἑκάστοτε εἰς διάδημα κάλλους δόξης αὐτοῦ. Ταῦτά σοι πρὸς ἡμῶν, ὦ μακαριώτατε. αὐτὸς δὲ ἔτι δυσωπήσειας τὸν θεὸν εἰρήνην ἐμποιῆσαι τῇ αὐτοῦ ἐκκλησίᾳ, ἐκτίλλων πᾶν κακὸν ἐκ μέσου καὶ τοὺς ὑπολελειμμένους ἡμᾶς ἀξιῶν εἰς τὴν κατ' ὀφθαλμοὺς ὁμιλίαν ἐλθεῖν, καθὰ καὶ εὐκτικῶς ὑπεδήλωσας. 543 {1∆ιονυσίῳ μονάζοντι}1 Οἱ παρὰ τῶν ἐπιστημόνων ἰατρῶν θεραπευόμενοι οὐ χρείαν ἔχουσι τῆς τῶν ὑφειμένων ἐπισκέψεως, εἰ μή τι ἆρα ἀγάπης τρόπῳ ἀφοσιούμενοι τοὺς γνησιεύοντας· ὥστε καὶ ἡ ἀδελφικὴ ὑμῶν τιμιότης περιττόν τι ἂν εἰργάζετο, παρὰ τοῦ θεοφιλεστάτου ἡμῶν πατρὸς καὶ ἀρχιεπισκόπου τοῦ ∆υρραχίου ἰαθεῖσα καὶ μὴ ἐμμείνασα, ἀλλ' ἔτι καὶ πρὸς ἡμῶν τῶν ὑφειμένων καὶ τεταπεινωμένων θεραπείαν ἐπιζητοῦσα. ἀλλ', ἐπεὶ ὁ λόγος τῆς ἀγάπης κεκίνηκε νῦν ὑμᾶς ἐπιστεῖλαι, πέπεικεν καὶ ἡμᾶς τοὺς οὐδαμινοὺς ἀντεπιστεῖλαι ὑμῖν καὶ συνάψαι πρὸς ἑαυτοὺς τῇ ἀγαπητικῇ διαθέσει· χρὴ γὰρ καὶ δίχα τινὸς ἀναγκαίου τοὺς τὸ αὐτὸ ἐπάγγελμα ἐπανῃρημένους καὶ τὸ αὐτὸ φρόνημα οὖν ἀσπαζομένους ἀγαπητικὸν συνανακρᾶσθαι. καὶ γὰρ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγῆναι τὴν τῶν πολλῶν ἀγάπην ὁ Κύριος εἴρηκεν. Τὸ μὲν οὖν τῆς ἰατρείας ὑμῶν κατὰ τὸ κεκανονισμένον ὑπὸ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου συντηρείσθω ἄνοσον. τοῦτο δὲ παραινοῦμεν καὶ ὑπομνήσκομεν, μὴ ὑφιζάνειν πάλιν εἰς τὰ ὀπίσω μηδὲ πρὸς τὴν ὀλεθρίαν ὑπόπτωσιν ἀπάγεσθαι διὰ τῶνδε καὶ τῶνδε τῶν γνωρισμάτων· ἀρκεῖ γὰρ καὶ τὰ πάλαι, ἐφ' οἷς καὶ ὀφείλομεν στένειν καὶ ποτνιᾶν εἰς τὸ ἀεί, κλάειν τε καὶ οἰμώζειν, ὅτι τῶν ἀδελφῶν ὁμοσχήμων πετασθέντων ὡς ἀετῶν ὑψοῦ τῇ ὁμολογίᾳ ἡμεῖς ὑπὸ παγίδα κεκρατήμεθα τῆς αἱρέσεως· κἀκείνων διωκομένων ἡμεῖς οἴκοι ἐμένομεν, καὶ τῶνδε ἠθληκότων μαρτυρικῶς ἡμεῖς ἔξαρνοι γεγόναμεν χειρὶ καὶ στόματι, κἂν οὐ καρδίᾳ, καὶ ἄλλων