361
Καταβοληνὸς Ἰωάννης πρὸς βασιλέα ἤχθη, τῶν οἰκετῶν τῆς βασιλίδος ὤν. ὃν ἔπεμπεν εἰς Βυζάντιον αὐτίκα, μηδενὸς, ὧν εἶχεν, ἀποστερηθέντα, ἠξίου τε αὖθις καταλύεσθαι τὸν πόλεμον καὶ μὴ διὰ τὴν πρὸς ἀλλήλους αὐτῶν φιλονεικίαν τὰ ἀνήκεστα δεινὰ Ῥωμαίους ὑπομένειν. πατριάρχης δὲ καὶ οἱ λοιποὶ οὐδὲν ἧττον, ἢ πρότερον, ᾑροῦντο πολεμεῖν. 2.475 οʹ. Βασιλεὺς δὲ καὶ τὴν μεγάλην εἷλε Καρύαν φρούριόν τι ὁμολογίᾳ. ἔνθα διατρίβοντι καὶ πρωτοκυνηγὸς ὁ Βατάτζης προσεχώρησε μετὰ τῶν συγγενῶν ὄντων οὐκ ὀλίγων· καὶ τό τε Πολύβοτον, πόλιν Θρᾳκικὴν ὑπὸ τῶν συγγενῶν κατεχομένην, προσῆγε βασιλεῖ, καὶ Τηρίστασιν τὸ φρούριον, ὃ πρότερον αὐτὸς ἔτι βασιλέως Ἀνδρονίκου περιόντος οἰκείοις ἀναλώμασιν ἐτείχισεν. ἔφασκέ τε, ὡς ἐν μὲν ταῖς ἀρχαῖς τοῦ πολέμου μάλιστα, νομίσας περὶ βασιλέα ἠγνωμονηκέναι καὶ τοῖς ἐκείνου παισὶν ἀδίκως ἐπιβουλεύειν καὶ παραιρεῖσθαι τὴν ἀρχὴν, ἀποστῆναί τε αὐτοῦ διὰ τὴν νομιζομένην ἀδικίαν καὶ πολεμεῖν ἁπάσῃ δυνάμει. τοῦ χρόνου δὲ τριβομένου καὶ τῶν Ῥωμαίων ἀπολλυμένων ἀκλεῶς ὑπὸ τοῦ πολέμου, ὁρῶν ὡς βασιλεῖ μὲν τά τε Ῥωμαίοις κοινῇ συνοίσοντα καὶ τοῖς βασιλέως σπουδάζεται παισὶ, παρακοιμωμένῳ δὲ καὶ τοῖς ἄλλοις τοῖς ἄγουσι τῶν Ῥωμαίων τὴν ἡγεμονίαν, οὐδέν ἐστι προὔργου, ἢ πάντας διαφθείραντας ἐκείνους ἄρχειν, βασιλέως δὲ τοῦ παιδὸς ὀλίγα ἢ οὐδὲν φροντίζοντας, καὶ τῆς τῶν ἄλλων σωτηρίας, συνιδών τε ἐκ τῶν γινομένων ὡς ἐκεῖνοι ἀδικοῖεν καὶ διαφθείροιεν φαυλότητι τρόπων τὴν ἀρχὴν Ῥωμαίων, ἀποστῆναί τε ἐκείνων καὶ προσχωρῆσαι βασιλεῖ, καίτοι γε μεγάλας ἀφορμὰς ἔχων τῆς πρὸς αὐτοὺς εὐνοίας. τῷ τε γὰρ υἱῷ συνῴκισε τὴν πατριάρχου θυγατέρα, καὶ τὴν αὐτοῦ τῷ μεγάλου δουκὸς υἱῷ ἐξέδωκε πρὸς γάμον. ἀλλὰ καὶ οὕτως ἔχων συγγενείας πρὸς 2.476 αὐτοὺς καὶ οἰκειότητος, βδελύξασθαί τε τοὺς τρόπους καὶ τὴν παρὰ βασιλεῖ διατριβὴν ἑλέσθαι μᾶλλον. βασιλεὺς δὲ ἀσμένως τε ἐδέξατο καὶ τῶν τε λόγων καὶ τῆς κρίσεως χάριν ὡμολόγει· καὶ τῆς εἰς αὐτὸν εὐνοίας καὶ τοῦ προσκεχωρηκέναι ἀμειβόμενος, αὐτῷ μὲν τὴν μεγάλου στρατοπεδάρχου παρείχετο ἀξίαν, τοῖς ἄλλοις δὲ τῶν συγγενῶν ἑκάστῳ ἀναλόγως καὶ τιμὰς παρείχετο καὶ προσόδους ἐτησίους. εἶτα σὺν ἐκείνῳ εἰς Τηρίστασιν ἐλθὼν, ἐκείνην τε παρελάμβανεν ἐκείνου παραδιδόντος, καὶ τὰ περὶ αὐτὴν πολίχνια καὶ τὰ φρούρια προσεχώρουν. Καλλιούπολις δὲ καὶ Ἐξαμίλιον ἀντεῖχον καὶ πᾶσαν δεῖν ᾤοντο μᾶλλον ὑπομένειν πολιορκίαν, ἢ προσχωρεῖν τῷ βασιλεῖ. ἔτι δὲ αὐτῷ περὶ Χεῤῥόνησον διατρίβοντι Σουλιμὰν, τῶν κατὰ τὴν Ἀσίαν σατραπῶν εἷς, εἰς Χεῤῥόνησον μετὰ στρατιᾶς περαιωθεὶς, συνεγένετο τῷ βασιλεῖ ἐν Αἰγὸς ποταμοῖς, καὶ ἵππους τε παρείχετο καὶ ὅπλα δῶρα καὶ στρατιὰν οὐκ ὀλίγην συμμαχεῖν. φιλοφρονηθεὶς δὲ ὑπὸ βασιλέως καὶ αὐτὸς, ἀνέστρεφεν εἰς τὴν Ἀσίαν. βασιλεὺς δὲ τὰ μήπω προσχωρήσαντα πολίχνια ἐπῄει καὶ κατεδουλοῦτο, καὶ πρὸς Μυριόφυτον ἐλθὼν ηὐλίσατο τὴν νύκτα ἐν οἰκίᾳ μεγάλῃ διωρόφῳ. εἴθιστο δὲ διά τε τὴν βραχύτητα τῆς ἡμέρας· χειμὼν γὰρ ἦν· καὶ τὸ ἀνάγκην ἔχειν ἄχρι νυκτὸς ἔφιππον εἶναι, οὐ γὰρ ἦν ὅποι τῶν ἵππων ἀποβάντας ἄριστον αἱρεῖσθαι, τῆς Θρᾴκης ἁπάσης ὑπὸ τοῦ πολέμου ἀοικήτου γενομένης πλὴν τῶν πόλεων, ἀρχομέ 2.477 νης εὐθὺς ἡμέρας ἀριστᾷν καὶ οὕτω διημερεύειν. οἱ περὶ αὐτὸν δὲ κατὰ τὸ ἔθος ἀναγκάζοντες ποιεῖν, οὐκ ἠθέλησε, δεῖσθαι μὲν τροφῆς εἰπὼν, ἀναχωρεῖν δὲ ἐπείγεσθαι οὕτως αὐτομάτως· αὐτίκα τε ἐπέβησαν τῶν ἵππων, κελεύσαντος ἐκείνου, καὶ πρὸς ἑτέραν πολίχνην οὐ πολὺ διέχουσαν Μυριοφύτου, Χώραν προσαγορευομένην, ἦλθον, ἔτι μήπω προσχωρήσασαν. πέμψας τε ὁ βασιλεὺς προσηγόρευε τοὺς πολίτας καὶ παρῄνει προσχωρεῖν. οἱ δ' ἀντὶ προσηγορίας κακῶς ἥκειν ἔφασαν αὐτόν. αὐτοὺς δὲ ἀμυνεῖσθαι προθυμότατα, ἂν ἐπίῃ, ἀπὸ τῶν τειχῶν. τοῦ πρεσβευομένου δὲ κατηγοροῦντος, ὅτι ἀνοήτως καὶ θρασέως ἀποκρίνοιντο βασιλεῖ προσαγορεύοντι, ἕτερον ἔφασαν ἐκεῖνοι βασιλέα ἔχειν, αὐτὸν δὲ ἐν οὐδένων ἄγειν μοίρᾳ, καὶ ὕβρεις αὐτίκα κατέχεον αὐτοῦ πολλάς. ἔτι δὲ περὶ τὰς ὕβρεις