361
κεχρημένους ἐσθῆτι βαρβαρικῇ; Ουτω μὲν ουν τῷ τε Καίσαρι καὶ τῷ ̓Αντωνίῳ συνηνέχθη τὰ πράγματα· οἱ δὲ παρεσκευάζοντο πρὸς τὸν πόλεμον, εκαστος πολλοὺς συμμάχους προσειληφώς. καὶ πολλὰ παρὰ τῶν ἀνθρώπων ἐθρυλεῖτο, πολλὰ δὲ καὶ σημεῖα γεγόνασι. πίθηκός τε γὰρ ἐς τὸ ∆ημήτριον ἐν ἱερουργίᾳ τινὶ εἰσελθὼν πάντα τὰ ενδον συνέχεε, καὶ παῖδες ἐν τῇ ̔Ρώμῃ πολλοὶ ἀθροισθέντες κελεύσαντος μηδενὸς συνέμιξαν ἀλλήλοις, οἱ μὲν ὡς Καισάρειοι, οἱ δὲ ὡς τοῦ ̓Αντωνίου μαχόμενοι, καὶ ἡττήθησαν οἱ τὸ τοῦ ̓Αντωνίου ονομα φέροντες· εἰκών τε αὐτοῦ λιθίνη αιμα ἀνῆκε, καὶ πῦρ τό τε ∆ημήτριον καὶ ναὸν ετερον ̓Ελπίδος διέ2.424 φθειρε, καὶ αλλα τοιαῦτα συμβέβηκεν. οὐδὲν δὲ τούτων αὐτοὺς ἐφόβησεν, ἀλλ' ὁ μὲν ̓Αντώνιος ωρμησεν ὡς ἐν τῇ ̓Ιταλίᾳ ἀδοκήτως αὐτοῖς τὸν πόλεμον ποιησόμενος, ἐλθὼν δὲ εἰς Κέρκυραν κἀκεῖθεν εἰς τὴν Πελοπόννησον ἀναπλεύσας αὐτὸς μὲν ἐν Πάτραις παρεχείμασε, τοὺς δὲ στρατιώτας πανταχόσε διέπεμψεν· ὁ δὲ Καῖσαρ ἀνήχθη μὲν ἐκ τοῦ Βρεντεσίου, χειμῶνι δὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώρησεν. ̓Ηργμένου δὲ εαρος ὁ μὲν ̓Αντώνιος οὐδαμῇ ἐκινήθη· σύμμικτοι γὰρ ἐκ πολλῶν ἐθνῶν οντες οἱ τριηρῖται αὐτοῦ καὶ πόρρω χειμάζοντες ἀπ' αὐτοῦ ουτ' ἐγυμνάζοντο καὶ νόσῳ καὶ αὐτομολίαις ἠλάττωντο, καὶ ὁ ̓Αγρίππας τὴν Μεθώνην ἐξ ἐφόδου κατασχὼν καὶ τὰς κατάρσεις τῶν ὁλκάδων ἐπιτηρῶν καὶ ἀποβάσεις αλλοτε αλλῃ τῆς ̔Ελλάδος ποιούμενος ἰσχυρῶς αὐτὸν ἐθορύβει· ὁ δὲ Καῖσαρ πάντας μὲν τοὺς στρατιώτας, πάντας δὲ τοὺς δυναμένους τι τῶν βουλευτῶν καὶ ἱππέων εἰς τὸ Βρεντέσιον συνήγαγε, τοὺς μὲν οπως αὐτῷ τι συμπράξωσι, τοὺς δ' οπως μὴ μονωθέντες τι νεοχμώσωσι, καὶ ιν' ἐνδείξηται οτι τὸ πλεῖστον καὶ κρατιστεῦον τῶν ̔Ρωμαίων ὁμόγνωμον κέκτηται. καὶ σὺν αὐτοῖς τὸν ̓Ιόνιον διαβέβηκε, καὶ τὴν Κέρκυραν ἐκλειφθεῖσαν ὑπὸ τῶν φρουρούντων λαβὼν εἰς τὸν λιμένα τὸν Γλυκὺν κατῆρε, καλεῖται δὲ ουτως οτι ἐκ τοῦ ποταμοῦ τοῦ εἰς αὐτὸν ἐμβάλλοντος γλυκαίνεται, κἀκεῖθεν εἰς τὸ Ακτιον επλει. ὡς δ' οὐδεὶς ουτε ἀντέπλει ουτε ἐς λόγους ῃει αὐτῷ η πρὸς μάχην η πρὸς ὁμολογίαν 2.425 ἐκκαλουμένῳ τοὺς ἐναντίους, κατέλαβε τὸ χωρίον τοῦτο ἐν ῳ νῦν ἐστιν ἡ Νικόπολις, κἀκ τούτου ἐφήδρευε τῷ ̓Ακτίῳ κατὰ γῆν τε καὶ θάλασσαν. τὸ δὲ Ακτιον οἱ τοῦ ̓Αντωνίου προκατελάβοντο καὶ πύργοις ὠχύρωσαν ἑκατέρωθεν. ̓Επεὶ δὲ τὴν τοῦ Καίσαρος αφιξιν ἐπύθετο ὁ ̓Αντώνιος, ἠπείχθη μετὰ τῶν περὶ αὐτὸν εἰς τὸ Ακτιον· οὐκ εὐθὺς μέντοι καὶ ἠγωνίσατο, καίτοι τοῦ Καίσαρος παντὶ τρόπῳ εἰς ἀγῶνα τοῦτον ἐνάγοντος, ἀκροβολισμοῖς δ' ἐπὶ πλείους ἡμέρας ἐχρήσατο, μέχρι συνήθροισε τὰ στρατεύματα. ὁ δὲ Καῖσαρ εἰς τὴν ̔Ελλάδα τήν τε Μακεδονίαν επεμψε στρατιάν, οπως πρὸς ἐκεῖνα μετενέγκῃ καὶ ακοντα τὸν ̓Αντώνιον. καὶ ὁ ̓Αγρίππας τῆς τε Λευκάδος καὶ τῶν ἐν ταύτῃ σκαφῶν αἰφνιδίως ἐπιπλεύσας ἐκράτησε, καὶ Πάτρας ειλε καὶ τὴν Κόρινθον παρεστήσατο. καὶ ὁ Τίτιος ὁ Μάρκος Ταῦρός τε ὁ Στατίλιος τὸ ἱππικὸν τοῦ ̓Αντωνίου ἀθρόον ἐκδραμόντες συνέσχον καὶ Φιλάδελφον βασιλέα Παφλαγονίας προσεποιήσαντο· καὶ ὁ ∆ομίτιος ὁ Γναῖος καὶ αλλοι τῷ Καίσαρι προσεχώρησαν. φοβηθεὶς ουν ὁ ̓Αντώνιος μὴ οσοι ἐς τὴν Μακεδονίαν καὶ τὴν Θρᾴκην ἐπέμφθησαν παρ' αὐτοῦ τῷ Καίσαρι πρόσθωνται, ωρμησε πρὸς αὐτούς. Κἀν τούτῳ ναυμαχία τις συνέστη, καὶ παρὰ μὲν τῇ πρώτῃ προσβολῇ ἐτρέψαντο οἱ τοῦ ̓Αντωνίου τοὺς τοῦ Καίσαρος ὀλίγους οντας, τοῦ δὲ ̓Αγρίππου, ῳ πᾶν ἀνεῖτο τὸ τοῦ Καίσαρος ναυτικόν, κατὰ τύχην ἐπιδημήσαντος, οὐ μόνον οὐδὲν τῆς νίκης οἱ τοῦ ̓Αντωνίου ἀπώναντο, ἀλλὰ καὶ ἀπώλοντο. καὶ διὰ τοῦτο ἐπανελθὼν ὁ ̓Αντώνιος ἱππομαχίᾳ τινὶ πρὸς τὴν τοῦ Καίσαρος προφυλακὴν ἡττήθη. καὶ ἐπειδὴ καὶ 2.426 τὰ ἐπιτήδεια αὐτὸν ηρξαντο ἐπιλείπειν, βουλὴν ἐποιήσατο πότερον κατὰ χώραν μείναντες διακινδυνεύσουσιν η μεταστάντες χρόνῳ τὸν πόλεμον διενέγκωσι. καὶ αλλοι μὲν αλλα συνεβούλευσαν, ἡ δέ γε Κλεοπάτρα τὰ ἐπικαιρότατα τῶν χωρίων φρουραῖς παραδοθῆναι καὶ τοὺς λοιποὺς συναπᾶραι αὐτοῖς εἰς τὴν Αιγυπτον συμβουλεύσασα ἐνίκησε. εἰς δὲ ταύτην