361
ελεγον οἱ παλαιοὶ ὀρθὰ ξύλα παρὰ τὴν στάσιν, απερ εξωθεν περιτίθεται ταῖς αὐλαῖς πρὸς τὸ μὴ στενοχωρεῖσθαι τὰ ζῶα ἐν τοῖς συφεοῖς. καὶ ὁ παρ' ἡμῖν δὲ σταυρὸς παρὰ τὴν στάσιν καὶ τὸ ευρος, οιον ὁ μῆκος καὶ πλάτος εχων. Σταθηρόσ. ἰσχυρός. Σταίτιοσ. αρτος ἐξ ἀλεύρου. καὶ σταιήτιος, *καὶ σταιήτης,* καὶ σταιτίτης. Στεναγμόσ. παρὰ τὸ στενάζω· τοῦτο παρὰ τὸ στενάχω· τοῦτο παρὰ τὸ στένω. Στερεόσ. τὸ στεῤῥὸς τοῦ στερεὸς ἐστὶ συγκοπή. στερὸς καὶ πλεονασμῷ τοῦ ρ στεῤῥός. ἐμοὶ δὲ sigma.1669 δοκεῖ μᾶλλον τὸ στερεὸς ἀπὸ τοῦ στεῤῥὸς ειναι, κατὰ πλεονασμὸν τοῦ ˉε. τὰ γὰρ εἰς ˉνˉαˉι ἀπαρέμφατα ποιεῖ εἰς ˉρˉοˉς ὀνόματα ἰσοσύλλαβα. οιον μυῆναι μυαρός· διῆναι διερός· ῥυπῆναι ῥυπαρός· στηθῆναι σταθερός· στῆναι στερὸς, καὶ πλεονασμῷ τοῦ ˉρ στεῤῥὸς, καὶ τοῦ ˉε πάλιν στερεός. ουτως Ωρος ὁ Μιλήσιος περὶ πάθους. Στελεὸς καὶ στειλειόσ. τὸ ἀξινοκράτημα. Στεντόρειοσ. λόγος φωνητικός. ἀπό τινος Στέντορος ὀνομαζομένου, ος μεγαλοφωνότατος ὑπῆρχε. Στήμων. τὸ στημόνιον. παρὰ τὸ στῶ, στήσω, στήμων. ὡς φιλῶ, φιλήσω, φιλήμων. Στίχοσ. ἡ ἐπίστιχος τάξις. Στικτέοσ. καρτερικός. ἀπὸ τοῦ στίζω, τὸ μαστίζω. Στιγματίασ. ὁ οἰκέτης. ὡς στιζόμενος καὶ μαστιζόμενος, οια ἀχρήσιμος. Στόλοσ. κυρίως ἀποστέλλειν ἐστὶ τὸ διὰ νηὸς ἐκπέμπειν. οθεν καὶ στόλος ὁ πολλῶν νηῶν ἀπόπλους. Στῶλος δὲ ονομα πόλεως, μέγα. †Στολυξώδησ. μικρολόγος.† Στόνυξ. τὸ εἰς ὀξὺ λῆγον. καὶ κλίνεται στόνυχος. sigma.1670 Στοχασμόσ. παρὰ τὸ στείχω στοχάζω. στοχασμὸς δὲ λέγεται καὶ στοχάζειν, τὸ πρὸς εὐθεῖαν ὁδὸν τὸν λογισμὸν ἀπευθύνειν. Στόμαχοσ. δι' ου καταπίνομεν τὴν ὑγρὰν καὶ ξηρὰν τροφήν. ητοι στόμα ἐστὶ τῶν χεομένων, η οτι τὰ ἀπὸ τοῦ στόματος εἰς τοῦτον χεῖται. η σιτόμαχος, ὁ τοῖς σιτίοις μαχόμενος· θλίβουσι γὰρ αὐτόν. η ὁ θλίβων εμπαλιν ταῦτα. Στρατόνικος· Στράτων, Στράτωνοσ. ὀνόματα κύρια. Στρατόσ. τὸ συνεστραμμένον πλῆθος τῶν πολεμούντων. παρὰ τὸ στρέφω, ενθεν εστραπται, στραπτὸς καὶ στρατός. †Στρόβιλοσ. ειδος ὀρχήσεως.† †Στρόφοσ. στρέμμα, πλέγμα.† Στρυφνόσ. ὁ στύφων. καὶ τὸν οινον επινε τὸν στρυφνόν. καὶ βοτάνη τις. Στριφνόσ. ἐσφιγμένος· στερεός. παρὰ τὸ στρύφω, στρυφνὸς καὶ στριφνός. Στρόβιλοσ. ὁ ανεμος. Στρόβηλος δὲ ἡ νῆσος, ˉη. παρὰ τὸ στρέφω, στρόφιλος καὶ στρόβιλος. Στρουθόσ. παρὰ τὸ μετὰ οιστρου θέειν. Στρυμών. ονομα κύριον. καὶ ποταμὸς Στρυμὼν, καὶ κλίνεται Στρυμόνος. Στρῶβεσ. εθνος. sigma.1671 Στρωτήρ. τὸ πλέγμα, τὸ ἀπὸ τῶν παπύρων εἰς σκηνὰς καὶ καλύβας πεποιημένον. Στυγητόσ. μισητός. Στυγνόσ. κατηφὴς, λυπηρός. ὡς παρὰ τὸ επιθον πιθανὸς, ουτω στύγω, εστυγον, στυγανὸς, καὶ συγκοπῇ στυγνός. οἱ δὲ παρὰ τὴν Στύγα φασὶν εἰρῆσθαι. οἱ γὰρ ἀρχαῖοι τὰ ἀηδῆ καὶ λυπηρὰ ἀπὸ τῶν ψυχρῶν κατονομάζουσι· τὴν γὰρ Στύγα, λίμνη εστιν αυτη ἐν τῷ ᾳδῃ, μυθεύονται Ελληνες ψυχρότατον εχειν υδωρ. ὁμοίως καὶ τὸ στυγεῖν. Στύλοσ. ὡς παρὰ τὸ πλήθω πλῆθος, ουτω στῶ, στύω, στύσω, στύλος. καὶ χῶ, χύσω, χυλὸς, ὀξυτόνως· τὰ γὰρ ῥηματικὰ ταῦτα ὀνόματα διαφόρως τονίζεται. Στύραξ. τὸ κάτω τοῦ δόρατος τραχήλιον, ο καταπηγνύειν εἰς τὴν γῆν εἰώθαμεν. καὶ Θουκυδίδης φησί· στυρακίῳ ἀκοντίῳ ἀντὶ τοῦ βαλάνου χρησάμενος εἰς τὸν μοχλόν. η ὁ καλούμενος σαυρωτήρ. η ἡ τοῦ δόρατος ἀρχὴ, ἐφ' ῃ στηρίζεται. καὶ στυρακίζειν, τὸ κεντρίζειν, ἀπὸ τοῦ στύρακος. Στρόφοσ. ὁ τῆς πήρας κρεμαστήρ. παρὰ τὸ ἐστράφθαι. καὶ πᾶν τὸ στρεφόμενον. sigma.1672 Στωμύλοσ. κομψός· πιθανολόγος. η ὁ μετὰ γέλωτος ἐμπαίζων τινὰ καὶ διασύρων. Στόρθηξ. ἡ ἐπιδορατίς. Στροφέα. σπόνδυλον. τὸν ὀδόντα λέγει ὁ ̔Ιπποκράτης. τοῦ Ψελλοῦ· στροφέα δέ γε σπόνδυλον φησί που τὸν ὀδόντα. (Θηλυκόν.) Σταγὼν, σταγόνοσ. παρὰ τὸ στῶ ῥῆμα, ου παράγωγον στάζω. *Στραγγαλιάσ. ὁ μὲν ̓Ακύλας διαπλοκάς· σκολιότητας δὲ ὁ Σύμμαχος· ὁ δὲ Θεοδοτίων διεστραμμένα ἡρμήνευσεν.* Σταφυλή. παρὰ τὸ στάζω καὶ τὸ φίλον. ἡ ἀποστάζουσα τὸ φίλον πᾶσιν ἀνθρώποις. Στακτή. τὸ λεπτότατον τῆς σμύρνης. Σταχάνη. ἡ τρυτάνη ∆ωρικῶς. παρὰ τὴν στάσιν. Στεροπή. ἡ ἀστραπή. ἐγὼ