361
φυλακιζομένων καὶ λιμοκτονουμένων ἡμεῖς ἐν ἀδείᾳ διήγομεν. πῶς οὖν οὐκ ἐνθυμητέον ταῦτα καὶ διὰ τάδε ὀδυρτέον; πῶς ἔσομαι, φησὶν ὁ Μέγας Βασίλειος, μετὰ Ἰώβ, ὁ μηδὲ τὴν τυχοῦσαν θλῖψιν μετ' εὐχαιστίας δεξάμενος; πῶς δὲ μεθ' ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐτῶν ἐμπολιτευσάμενος; Ὁρᾶτε, ἀδελφοί, οἷοι οἱ φοβερισμοί, οἷα τὰ διαστήματα; τί, φησίν, ὠφελήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; οὐχὶ τοῦ Κυρίου φωνὴ αὕτη; οὐκοῦν φοβηθῶμεν καὶ τρομάξωμεν, καὶ περὶ μέντοι τῶν προτέρων δεηθῶμεν ἔτι τὴν συγχώρησιν, πρός τε τὰ ἑξῆς βαδιούμεθα ὀρθοποδοῦντες, μηδόλως σκελιζόμενοι μηδὲ ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις χωλανοῦντες κατὰ τὸ γεγραμμένον, ἀλλ' εὐθυποροῦντες ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ, τὴν πίστιν ἀκραιφνῆ, τὴν πολιτείαν ἀκίβδηλον συντηροῦντες, ἵνα κληρονομήσωμεν οὐκ ἀγροὺς καὶ ἀμπελῶνας καὶ συκᾶς καὶ ὅσα τῆς ἐπικήρου καὶ φθειρομένης ζωῆς, ἀλλὰ τὰ ἐν ἐπαγγελίαις ἀγαθά, τὴν ζωὴν τὴν αἰώνιον, τὴν βασιλείαν τῶν οὐρανῶν· τὸ γὰρ ἐναντίον ἐκ τῶν ἐναντίων πράξεων ἀπάντημα ἀπείη καὶ ἐννοεῖν καὶ λέγειν. Εἰρήνη ὑμῖν, ἀδελφοὶ ἐν Κυρίῳ· εἰρηνεύετε ἐν ἀλλήλοις, εὔχεσθαι ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν παρακλήθητε. 544 {1Ἰωσὴφ καθηγουμένῳ τῶν Κεραμένων}1 Καὶ πρὸ τῆς ἐλεύσεως τοῦ καλοῦ Σεργίου ἠκουτίσθη ἡμῖν τὸ περὶ τὸν μακάριον μητροπολίτην πένθος ὑμῶν, ὦ ἀδελφοὶ τιμιώτατοι, καὶ ὅσον ἐστενάξαμεν, προσθείημεν δ' ἂν καὶ ἐδακρύσαμεν, οἶδεν ὁ τῶν ἀφανῶν γνώστης, ἐπειδὴ κοινὸς ὁ πατὴρ καὶ ὑμῶν καὶ ἡμῶν φίλος τε πιστός, τὸ παρὰ πᾶσι ζητούμενον καὶ σπάνιον εὑρισκόμενον. ὤ, πῶς κατέπεσε στῦλος τῆς ἐκκλησίας ἀκράδαντος, πῶς δὲ ἀπεσβέσθη φῶς τῶν ἐν σκότει καὶ τὸ ὑμέτερον ἰδιαίτατον αὔγασμα; σεσίγηκε γλῶσσα ἡδυεπής, ᾤχετο νοῦς ἐμφρονέστατος, ὑπεσπάσθη ἔρεισμα πίστεως, πρόμαχος ἐκκλησιῶν, μειλίχιος λόγος, πειθήνιος φωνή, πᾶν ὅσον καλὸν καὶ ᾄδεται περὶ τοῦ ἀνδρὸς καὶ γνωρίζεται. καὶ γεγόναμεν (οὐ λέγω τὸ ὑμῶν μόνον, ἀλλὰ καὶ κατὰ τὸ τῶν ὀρθοδόξων πλήρωμα) ὀρφανοὶ ἐπὶ προλαβούσαις ὀρφανίαις· προύλαβεν ὅσδε ὁ μακάριος πατήρ, ἐπηκολούθησεν ἕτερος, συναπέπτη ἄλλος, σχεδὸν πάντες οἱ φωστῆρες τῶν πιστῶν ἔδυσαν κομιδῇ ὀλίγων ἐναπολειφθέντων. καὶ στυγνάζει μὲν ὁ οὐρανός, νέφει περιεχόμενος, στυγνάζει δὲ ὅτι μάλιστα ἡ ἐκκλησία νῦν, τοὺς ἀστέρας αὐτῆς ἀποβεβληκυῖα. πλὴν ὅμως ὁ τῆς δικαιοσύνης ἥλιος εἴληφε τοὺς ἀστέρας, μακαρίῳ τέλει ἀποβιώσαντας, καὶ αὐτὸς ὑπέσχετο ἕως συντελείας τοῦ αἰῶνος ἔσεσθαι μεθ' ἡμῶν· ὥστε, εἰ καὶ λυπηρὰ τὰ παρόντα, ἀλλὰ πάλιν περιχαρῆ διὰ τὴν ἐλπίδα ὅτι ἔχομεν εἰς θεὸν τοὺς πατέρας ἡμῶν ὑπερασπιστάς, ἄνωθεν ἐποπτεύοντας ἡμᾶς ἵλεως καὶ κάμπτοντας εἰς τὸν περὶ ἡμᾶς οἶκτον τὴν αὐτοῦ ἀγαθότητα. Λοιπὸν ἐφ' ὑμῖν ἐπιστρετέος ὁ λόγος. οὐ ποίμνιόν ἐστε ἠπορημένον, ὦ ἀδελφοί· ὁ γὰρ καλὸς ἀρχιποιμὴν ὑμῶν, ὁ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου ὁμώνυμος, ἤδη καὶ ἐτύπωσεν καὶ ἐστοιχείωσεν, ἔτι τε ζῶν ἡγούμενον ὑμῖν προεστήσατο καὶ πᾶν ὁτιοῦν ὀφειλόμενον διετάξατο· καὶ ὅλον ἐνιαυτὸν ὡς ἤδη ἀπαίρων καθ' ἑκάστην ἡμέραν τοὺς συντακτηρίους λόγους ἐπιφωνῶν κατήρτισεν ἕνα ἕκαστον. καὶ εὐχῆς μὲν ἔργον μὴ κατὰ τὴν δυσκολίαν τοῦ χρόνου ἄλλως ἀπαντήσοι τὰ πράγματα, ἀλλ' ὡς διετάξατο διαμεῖναι καὶ ὑμᾶς καὶ αὐτά. οὐ μήν, εἰ δι' ἐναντίας ἔλθοι, τούτου χάριν προέσθαι ὑμᾶς τὴν ἀλήθειαν, ἀλλά, καθὼς κἀκεῖνος διετάξατο ἐγγράφως, πάντα σκύβαλα ἡγήσασθαι διὰ Χριστὸν καὶ μὴ προδοῦναι τοὺς περὶ πίστεως καὶ ἀληθείας λόγους. Ταῦτα μὲν πᾶσιν ὑμῖν λεκτέον, προηγουμένως δὲ σοί, τῷ κυρίῳ καθηγεμόνι, ἐπειδὴ οἷον τὸ ἄρχον καὶ τὸ ἀρχόμενον πέφυκε γίνεσθαι. καί γε ἅπαξ ἑαλώκαμεν ἐπὶ τῇ αἱρετικῇ κοινωνίᾳ φειδοῖ τῶν ὁρω μένων, μὴ πάλιν, δεόμεθα καὶ ὑπομνήσκομεν, διὰ μοναστήρια, ἀμπελῶνάς τε καὶ ἐλαιῶνας καὶ συκῶνας, ἃ μικρὸν ὕστερον καὶ ἡμεῖς ὡς οἱ πατέρες ἡμῶν καταλείψομεν (καὶ καταλείψομεν εἰς αἰῶνας), προδῶμεν