Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
δαίμονες, καὶ τὴν τῆς θεότητος δόξαν ἀνοσίως καταλῃστεύοντες, καὶ ταῖς σφῶν αὐ- τῶν ἀνάπτοντες κεφαλαῖς, οἱ πάντολμοι τὰ τῆς ἑαυ- τῶν ἀπάτης ἐργαστήρια συγκροτεῖν ἐσπούδαζον. Ὑποκρινόμενοι δὲ τὸ εἰδέναι τὰ μέλλοντα, καὶ ἀπ- αγγέλλειν αὐτὰ δύνασθαι τοῖς ἐθέλουσι μαθεῖν, μέχρι καιροῦ διατετελέκασι γοῦν ἁρπάζοντες. Χρηστήρια γοῦν κατὰ χώρας τε καὶ πόλεις, ψευδομαντεῖαί τε ἦσαν πανταχοῦ, καὶ κλῃδωνισμοὶ, καὶ φενάκων πλη- θὺς τὰ ἀπὸ καρδίας αὐτῶν λαλούντων, κατὰ τὸ γε- γραμμένον, χρησμῳδοὶ, καὶ νεκυομάντεις, καὶ οἱ φωνοῦντες ἐκ γῆς, ἐγγαστρίμυθοί τε καὶ ἀλφιτομάν- τεις, καὶ ἁπαξαπλῶς ψευστῶν, καὶ φενάκων ἡ ὑφήλιος πεπλήρωτο. Ἦν οὖν ἄρα παρ' αὐτοῖς οὐδε- μία μὲν ἀληθὴς τῶν ἐσομένων ἡ γνῶσις, ψευδηγορίαι δὲ, καὶ βωμολογίαι καὶ ἀπάτη, καὶ δόλος, καὶ ἕτερον οὐδέν. Ταύτῃ τοι φησὶν ὁ τῶν ὅλων Θεός· Εἰ ἀναγγε- λοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα. Εἰ γὰρ δύναν- ται, φησὶν, ἀπαγγέλλειν, ἡκέτωσαν ἵνα γνῶσιν ἅμα, ἵνα τι κατὰ πρόσωπον οἱ πάντες εἰς ἓν συναγη- γερμένοι (ἦσαν μὲν γὰρ, ὡς ἔφην, ἀνὰ μέρος πλεισταχοῦ χρηστήρια. Ἄλλοι δὲ ἄλλως ἐφοίτων, καὶ ψευδηγοροῦντας ἐτίμων τοὺς ἀκαθάρτους δαίμονας)· εἰ δὲ ἀληθῶς ἀναγγεῖλαι δύνανται, φησὶν, ἅμα καὶ κατὰ ταὐτὸν γενόμενοι πάντες, γνώτωσάν τι τῶν ἐσομένων, τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ' ἀρχῆς. Τίς γὰρ τῶν δεισιδαιμόνων, ἢ τῶν παρ' ἐκείνοις προ- φητῶν, ἢ τῶν τοῖς μαντείοις προσκαθημένων, ἔγνω ποτὲ καὶ ἀπήγγειλεν ὅτι κατὰ καιροὺς ἐπιλάμψει τῷ κόσμῳ Χριστὸς, καὶ ὅτι τὸ τῆς ἀπάτης οἰχήσεται νέφος, καὶ ἀποσκεδασθήσεται μὲν ὁ τῆς ψευδωνύμου γνώσεως σκότος, ἀναλάμψει δὲ τοῖς ἐπὶ τῆς γῆς, ὡς νοητὸς ἑωσφόρος, ὡς αὐγὴ καὶ ἡμέρα, ὡς δικαιο- σύνης ἥλιος ὁ Χριστός; Ἀλλ' οὔτε, φησὶν, οἱ τὴν τῶν ἐσομένων γνῶσιν ἔχειν ὑποπλαττόμενοι δαίμονες ἀνήγγειλαν ταῦτα ἀπ' ἀρχῆς, οὔτε μὴν τῆς ἐκείνων ψευδοεπείας οἱ ὑπουργοί. Οὐδεὶς γὰρ τῶν παρ' Ἕλλησι ποιητῶν ἤτοι λογογράφων τῶν οὕτω λαμ- πρῶν ἐμνήσθη πραγμάτων. Τίς οὖν ταῦτα ἀκουστὰ πεποίηκεν ἀπ' ἀρχῆς; Τότε καὶ ἀνηγγέλη ὑμῖν, τοῦτ' ἔστιν, ἀπ' ἀρχῆς. Ἀνηγγέλη δὲ οὐ παρ' ἑτέρου τινὸς, παρ' ἐμοῦ δὲ μᾶλλον τοῦ πάντα εἰδότος, καὶ πρὶν γενέσθαι προαπηγγελκότος. Λελάληκα γὰρ ὑμῖν αὐτὰ διά τε Μωσέως, καὶ προφητῶν ἁγίων, οἳ τοὺς παρ' ἐμοῦ πρὸς ὑμᾶς διεπόρθμευσαν λόγους. Οὐκοῦν ἐγώ εἰμι, φησὶν, ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. Εἰμὶ δὲ δίκαιος, καὶ σωτήρ. Ἄδικοι μὲν γὰρ οἱ ἀλιτήριοι δαίμονες, καθὰ καὶ φθορεῖς, καὶ φιλαίμα- τοι, καὶ κατωθοῦντες εἰς ὄλεθρον τοὺς ἐπὶ τῆς γῆς. ∆ίκαιος καὶ σωτὴρ ὁ τῶν ὅλων Θεὸς, ἐπαμύνων τοῖς ἠδικημένοις, καὶ δεσμῶν ἀνιεὶς τοὺς διηρπασμέ- νους, καὶ σειραῖς ἁμαρτιῶν κατεσφιγμένους, καταφωτίζων δὲ τοὺς ἐσκοτισμένους, ἐνισχύων τὸ ἠσθενηκὸς, καὶ τὸ κείμενον ἀνιστὰς, καὶ τὸ πλανώ- μενον ἐπιστρέφων. Ταύτῃ τοι φησίν· Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἐπ' ἐσχάτου τῆς γῆς. Ἐν τούτοις εὖ μάλα τῆς διὰ Χριστοῦ χάριτος κατίδοι τις ἂν τὸ μέγεθος εἰς πάντας διῆκον τοὺς ὄντας ἐπὶ τῆς 70.985 γῆς. Συνεσταλμένη μὲν γὰρ ἡ διὰ Μωσέως χάρις, καὶ σωτηρία, ἡ ἐφ' ἓν ἔθνος ἰοῦσα τὸν Ἰσραήλ· μα- κρὰ δὲ ὥσπερ καὶ μέχρι τερμάτων τρέχουσα γῆς ἡ διὰ Χριστοῦ. Σεσαγήνευται γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν εἰς σωτηρίαν καὶ ζωὴν ἡ σύμπασα γῆ. 9Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος. Κατ' ἐμαυτοῦ ὀμνύω· εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στό- ματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀπο- στραφήσονται· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεὸν, λέγουσα· ∆ι- καιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν.9 Ἔδει τῆς ψευδωνύμου λατρείας καθῃρημένης παρ- ελθεῖν εἰς μέσον τὴν ἀλήθειαν, καὶ οἷον ἀπεληλαμέ- νου τοῦ σκότους περιαστράψαι τὸ φῶς. Ταύτῃτοι, καὶ μάλα εἰκότως μετά γε μὴν ἐπωφελῆ, καὶ ὀνησιφόρον ταυτηνὶ παραίνεσιν, τὴν ἑαυτοῦ δόξαν καθίστησιν ἐμφανῆ. Ἐγὼ γάρ εἰμι Θεὸς, φησὶ, καὶ οὐκ ἔστιν ἄλλος. Εἶτα τῶν ἔσεσθαι προσδοκωμένων διὰ Χριστοῦ προκαταμηνύει τὴν δύναμιν, ὅρκῳ πιστούμενος, ὅτι πάντη τε καὶ πάντως ἡ δι' αὐτοῦ λαλουμένη δικαιο- σύνη, τοῦτ'