362
ἐκείνων ὄντων, σεισμὸς ἐγίνετο ἐξαίσιος οἷος, καὶ τά τε τείχη κατέπιπτε τῆς πόλεως καὶ τῶν οἰκιῶν ὑπὲρ τὰς δύο μοίρας, καὶ κατεχώσθησαν ὑπό τε τῶν τειχῶν καὶ τῶν οἰκιῶν ὑπὲρ τριακοσίους. ὅσοι δὲ διέφυγον τὸν κίνδυνον, βασιλεῖ προσέδραμον ἐξελθόντες, καὶ ἐδέοντο μὴ σφᾶς καὶ τέκνα περιιδεῖν ὑπὸ τῶν βαρβάρων ἀνδραποδισθέντας ἄν. τῆς αὐτῆς δὲ ὥρας ὑπὸ τοῦ σεισμοῦ ἐκείνου καὶ ἡ οἰκία, εἰς ἣν ηὐλίσατο ὁ βασιλεὺς τὴν νύκτα, κατέπεσεν ἐκ θεμελίων, καὶ ἡ περὶ βασιλέα τοῦ θεοῦ πρόνοια ἐγίνετο καταφανὴς, οὕτως ἐκ προδήλου κινδύνου ῥυσαμένου. εἰ γὰρ, ὥσπερ οἱ περὶ αὐ 2.478 τὸν παρῄνουν, ἀριστᾷν ἐπείθετο ἐκεῖ, οὐδὲν ἂν ἐκώλυε μὴ αὐτόν τε καὶ τῶν συνόντων οὐκ ὀλίγους ὑπὸ τῆς οἰκίας καταχωσθῆναι· οὕτως ἦν βραχὺς ὁ μεταξὺ χρόνος παρεληλυθώς. τῆς δὲ περὶ αὐτὸν στρατιᾶς ὡρμημένης τὴν πολίχνην, ὡς πολεμίαν, διαρπάζειν, καὶ τῶν Περσῶν τοὺς ὑπολειπομένους ἀνδραποδίζειν ἐπιχειρούντων, ἐκώλυσεν ὁ βασιλεὺς ἐλθὼν καὶ περιέσωσε τὴν πολίχνην. καὶ διπλᾶς ἀπεδίδου τὰς εὐχαριστίας τῷ θεῷ, τοῦ τε ἀπὸ τῆς καταπεσούσης οἰκίας αὐτὸν καὶ τοὺς συνόντας περισωθῆναι, καὶ τοῦ τὴν Χώραν οὕτως ἑτοίμην προκειμένην ἐπὶ τὴν διαρπαγὴν περισῶσαι δυνηθῆναι. ἔπειτα αὐτοῖς τῶν εἰς ἐκεῖνον ὕβρεων συγγνώμην παρασχόμενος καὶ ἄρχοντας ἐπιστήσας, οἳ τὰ τείχη ἀναστήσουσιν, ἀπῇρεν ἐκεῖθεν πρὸς τὰς ἄλλας πόλεις. οἱ δὲ ἐπιτεταγμένοι πρὸς τὸν τειχισμὸν κατὰ τὸ βασιλέως πρόσταγμα πολλὴν εἰσενεγκάμενοι σπουδὴν, ἐν ὀλίγῳ χρόνῳ τῶν προτέρων ἀνέστησαν βελτίω καὶ ἐῤῥωμενέστερα. ἐπεὶ δὲ οὐδενὸς ἐνέδει πρὸς ἀπαρτισμὸν αὐτοῖς, ἐπιβουλεύσαντες οἱ κατὰ τὴν πολίχνην, ἐξήλασαν τοὺς βασιλέως αὖθις καὶ βασιλίδι προσεχώρησαν· καὶ πρὸς πολλῶν δυσχερῶν ἐλθόντες πεῖραν, ἄχρις οὗ καὶ Βυζαντίου βασιλεὺς ἐκράτησε, διέμειναν πολιορκούμενοι καὶ κακῶς πάσχοντες ὑπὸ τῶν περιοικίδων πόλεων. οζʹ. Βασιλὶς δὲ ἡ Ἄννα καὶ ὁ πατριάρχης, ηὐξημένον ὁρῶντες ἤδη Καντακουζηνὸν τὸν βασιλέα καὶ πόλεις τε ὑποποιησάμενον πολλὰς καὶ στρατιὰν οὐκ ὀλίγην ἔχοντα, νο 2.479 μίσαντες ἀπορίᾳ τοῦ κωλύσοντος αὐτὸν ηὐξῆσθαι, τὸν μέγαν δοῦκα στρατηγὸν αὖθις ἐψηφίσαντο, καὶ ἐπέτρεψαν τὸν πρὸς ἐκεῖνον πόλεμον. ὁ δ' εὐθὺς τὴν στρατιὰν ὅση ἦν παραλαβὼν, ἦλθεν εἰς Ἡράκλειαν. πυθόμενος δὲ περὶ βασιλέως, ὡς Χαριουπόλει ἐνδιατρίβει ὀλίγῳ πρότερον προσχωρησάσῃ, Λογγῖνόν τινα τοῦ δεσμωτηρίου ἐξαγαγὼν, ὃς τῆς εἰς βασιλέα ἕνεκα ἐδέδετο εὐνοίας, καὶ μετεωρίσας πολλαῖς ἐπαγγελίαις, εἰ δυνηθείη βασιλέα ἀνελεῖν, ἔπειτα προφάσεως ἕνεκα εὐπροσώπου καὶ γράμματα παρέσχετο πρὸς βασιλέα. ἐδήλου δὲ τὰ γράμματα τοιαῦτα, ὡς πρότερον μὲν αὐτῷ ∆ιδυμοτείχῳ ἐνδιατρίβοντι ἐπιστρατεύσας, συντεθείη συγγενέσθαι. τοῦ καιροῦ δὲ κωλύσαντος τὴν συντυχίαν, ἐκεῖνον μὲν οἴκαδε ἐπανελθεῖν, αὐτὸν δὲ καιροῦ λαβόμενον ταῖς ὑπὸ βασιλέα τελούσαις πόλεσιν ἐπιστρατεῦσαι, ἃ οὐκ ἐχρῆν ποιεῖν. ὑφ' ὧν ἀναγκασθέντα καὶ αὐτὸν, καίτοι βουλόμενον οἴκοι διατρίβειν, εἰς Ἡράκλειαν ἐλθεῖν μετὰ τῆς στρατιᾶς. εἰ μὲν οὖν αὐτῷ πειθόμενος εἰς τὴν οἰκίαν ἐπανέλθοι, κάλλιστ' ἂν ἔχοι· παύσαιτο γὰρ ἂν καὶ αὐτὸς τὴν στρατιὰν ἀνονήτοις πόνοις κατατείνων· εἰ δ' ἑτέρως ἔγνωκε, πλέον μὲν οὐδὲν ἐρεῖν, αὐτὸν δὲ εἰδέναι ὅτῳ ἔγνωκεν ἀντικαθίστασθαι. τὸν αὐτὸν γὰρ εἶναι, ὃν πάλαι οἶδε. βασιλεὺς δὲ ἐπεὶ τὰ γράμματα ἀνέγνω, τὸν ἄρχοντα Ἀπρίων, ὃς παρ' αὐτῷ ἦν, τῆς πόλεως προσχωρησάσης, ἔπεμπε πρὸς αὐτὸν, τοιαῦτα ἀντεπιστείλας· «ἀνέγνων σου τὰ γράμματα, παρακοιμώμενε, καὶ 2.480 τὴν μὲν ἐγκειμένην μεγαλαυχίαν καὶ τὸν τῦφον θαυμάζειν μάλιστα ἐπῆλθε· πάνυ γὰρ ἀνάρμοστα τῇ ἡλικίᾳ πράττεις. δέον γὰρ διὰ τὸ γῆρας τοῦ τολμήματος καὶ τῆς εἰς τὰς μάχας εὐψυχίας ὑφιέναι, σὺ δ' ἐν ἥβῃ μὲν ἦσθα δειλότερος λαγὼ, νυνὶ δ' ἐν βαθεῖ γήρᾳ συῶν οὐδαμῶς ἀμβλυτέραν ἔχεις τὴν ὁρμήν. εἰ μὴ τοῦτο φαίης, ὡς νέος στρατιώτης ὢν, ὥσπερ εἰκὸς, ἐκτήσω καὶ νέον τῦφον. τῆς ἀληθείας δέ σε καὶ πάνυ ἐπαινῶ. ἀεὶ γὰρ εἰωθὼς παρὰ τὸν βίον καταψεύδεσθαι καὶ αὐτοψεῦδος ὢν, νῦν με μάλιστα εἰδέναι σε εἰπὼν, πάνυ μάλιστα