362
ηλθε τὴν γνώμην ὑπὸ σημείων θορυβηθεῖσα καὶ ἐκ τῆς τοῦ στρατεύματος ἀθυμίας καὶ ἀρρωστίας δείσασα. καὶ τὸν ̓Αντώνιον ἐξεφόβησεν. οὐ μέντοι λάθρᾳ οὐδὲ μὴν φανερῶς ἐκπλεῦσαι ὡς φεύγοντες ἐβουλεύσαντο, ινα μὴ εἰς δέος τοὺς συμμάχους ἐμβάλωσιν, ἀλλ' ὡς ἐπὶ ναυμαχίαν παρασκευαζόμενοι· κἀντεῦθεν τὰ αριστα τῶν σκαφῶν ἐκλεξάμενοι, οτι ἐκ τῆς φθορᾶς τε καὶ τῆς αὐτομολίας οἱ ἐρέται ἠλάττωντο, κατέπρησαν τὰ λοιπά, καὶ νύκτωρ πάντα τὰ τιμιώτατα λαθραίως ἐμβαλόντες αὐτοῖς ετοιμα εἰς εκπλουν ἐποίησαν. καὶ τοὺς στρατιώτας παρεθάρρυνε πρὸς τὴν ναυμαχίαν διαλεχθεὶς αὐτοῖς ὁ ̓Αντώνιος. καὶ ουτως πάντας μὲν τοὺς πρώτους τῶν συνόντων αὐτῷ εἰς τὰς ναῦς ἐνεβίβασεν, ινα μή τι νεωτερίσωσιν ὡς ὁ ∆έλλιος καὶ αλλοι τινὲς αὐτομολήσαντες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας καὶ ὁπλίτας ἐνεβιβάσατο. τριήρεις μὲν γὰρ ὀλίγας ειχεν, αἱ δὲ λοιπαὶ τετρήρεις καὶ δεκήρεις ησαν αὐτῷ. Καῖσαρ δὲ καθεώρα μὲν καὶ τὴν παρασκευὴν αὐτῶν καὶ ηὐτρεπίζετο, μαθὼν δὲ καὶ τὴν διάνοιαν σφῶν ἐξ αλλων τε κἀκ τοῦ ∆ελλίου, συνήγαγε τὸ στράτευμα καὶ εἰς μάχην δι' ων ειρηκε παρεκάλεσε. κἀν τούτῳ ὑετοῦ γενομένου λάβρου καὶ ζάλης πολλῆς εἰς τὸ τοῦ ̓Αντωνίου ναυτικὸν ἐμπεσούσης ἀνε2.427 θάρσησεν ὁ Καῖσαρ καὶ τὸν εκπλουν αὐτῶν ἐπετήρει. ὡς δὲ παρετάξαντο μὲν οἱ τοῦ ̓Αντωνίου, οὐ μέντοι προῄεσαν, ωρμησε μὲν ὡς καὶ ἑστῶσι σφίσι προσμίξων η καὶ ἀναχωρῆσαι ποιήσων, ὡς δ' ουτ' ἐξώρμησαν ουτ' ἀνέστρεψαν, ἀλλὰ κατὰ χώραν εμενον τῇ συντάξει τε ἐπεπύκνωντο, ἀνέσχε χρόνον τινά, ειτα συμπεσόντες ἐναυμάχουν. ̓Αγχωμάλου δὲ τῆς ναυμαχίας ουσης ἐπὶ πολὺ καὶ ἀκρίτου, αἱ Κλεοπάτρας ἑξήκοντα νῆες συνθήματος παρ' αὐτῆς δοθέντος πρὸς ἀπόπλουν ηρκασι τὰ ἱστία καὶ πρὸς τὸ πέλαγος ωρμησαν. ὁ δ' ̓Αντώνιος τὴν Κλεοπάτρας ναῦν ἰδὼν ἀποπλέουσαν, πάντων ἐπιλαθόμενος εἰς πεντήρη μεταβὰς ἐδίωκε τὴν ἀπολωλεκυῖαν αὐτὸν καὶ ετι προσαπολέσουσαν. ἐκείνη δὲ γνωρίσασα τὸ τῆς νεὼς σημεῖον, ἀνέσχε· καὶ ἀναληφθεὶς εἰς τὴν ἐκείνης ναῦν, μόνος παρελθὼν ἐς πρῷραν ἐκάθητο σιωπῶν. καὶ τρεῖς μὲν ἡμέρας ουτως διήγαγεν, ἐν δὲ Ταινάρῳ γενομένους αἱ συνήθεις γυναῖκες καὶ συνήγαγον καὶ συνδειπνεῖν καὶ συγκαθεύδειν ἀνέπεισαν. τὸ δὲ τοῦ ̓Αντωνίου ναυτικὸν μετὰ τὴν αὐτοῦ ὑποχώρησιν ἀντισχὸν μέχρις ωρας δεκάτης, πυρὸς ἐπενεχθέντος τοῖς σκάφεσι κελεύσαντος Καίσαρος τὸ μὲν κατεφλέχθη, τὸ δὲ ἑάλω· λέγεται γὰρ περὶ τριακοσίας νῆας ἑαλωκέναι. Τοιοῦτον μὲν ουν τῇ ναυμαχίᾳ τέλος ἐγένετο κατὰ τὴν δευτέραν τοῦ Σεπτεμβρίου, καὶ τότε μόνῳ τῷ Καίσαρι τὸ κράτος απαν περιελήλυθεν, ὡς ἐκ τούτου δὴ τοῦ καιροῦ τὴν αὐτοῦ μοναρχίαν ψηφίζεσθαι. πόλιν δ' ἐν τῷ τοῦ στρατοπέδου τόπῳ συνῴ2.428 κισε, Νικόπολιν καλέσας αὐτήν. εστησε δὲ καὶ στήλας χαλκᾶς ἀνθρώπου καὶ ονου. λέγεται γὰρ νυκτὸς ετι ουσης, καθ' ην ἡμέραν ἡ ναυμαχία συνέστη, ἀπὸ τῆς σκηνῆς αὐτῷ προελθόντι καὶ περιιόντι τὰς ναῦς ανθρωπος συναντῆσαι ονον ἐλαύνων, πυθομένῳ δὲ τουνομα εἰπεῖν "ἐμοὶ μὲν Ευτυχος ονομα, τῷ δ' ονῳ Νίκων." αἱ στῆλαι δ' αυται υστερον ἀνακομισθεῖσαι εἰς τὸ Βυζάντιον εστησαν ἐν τῷ τῆς ἱππηλασίας θεάτρῳ. ̔Η δὲ πεζή τε καὶ ἱππικὴ δύναμις τοῦ ̓Αντωνίου μετὰ τὴν ἐκείνου φυγὴν ἡμέρας ἑπτὰ συμμείνασα, τέλος τῷ κρατήσαντι προσεχώρησεν. τινὲς δὲ καὶ μάλιστα τῶν ̔Ρωμαίων ἀπῆλθον πρὸς τὸν ̓Αντώνιον, οἱ δέ γε σύμμαχοι οικαδε. ὁ μέντοι Καῖσαρ εἰς τὴν ̓Ιταλίαν ἠπείχθη, μή τι στασιάσωσι φοβηθείς· ἐλθὼν δ' ἐς τὸ Βρεντέσιον, οὐκέτι πορρωτέρω προυχώρησεν· η τε γὰρ γερουσία καὶ ἡ ἱππὰς τοῦ τε δήμου τὸ πλεῖον καὶ ετεροι συνῆλθον ἐκεῖ. ενθα τὰ αὐτῷ δοκοῦντα καταπραξάμενος ἐς τὴν ̔Ελλάδα αυθις ἀπῆρε. καὶ διὰ τοῦ ̓Ισθμοῦ τῆς Πελοποννήσου τὰς ναῦς διὰ τὸν χειμῶνα διαγαγὼν ταχέως εἰς τὴν ̓Ασίαν ἀνεκομίσθη. Κλεοπάτρα δὲ φυγοῦσα καταλαβεῖν τὴν Αιγυπτον εσπευσε, δεδοικυῖα μή τι νεωτερίσωσι. καὶ γενομένη ἐν ταύτῃ πανταχόθεν συνέλεγε χρήματα ηθροιζέ τε δυνάμεις. ̓Αντώνιος δὲ εἰς Λιβύην ἀπέπλευσεν. ἐπεὶ δὲ καὶ οπερ ειχεν ἐκεῖ στράτευμα ἀπέστη αὐτοῦ,