362
ἀστεροπὴν οιδα τὴν ἀστραπήν· εἰ μὴ ἐστὶν ἀποβολῇ τοῦ ˉα ποιητικόν. Στερίφη. αγονος· στεῖρα. Στεριφόπεπλοσ. ἡ μικρὸν πέπλον καὶ ἱμάτιον εχουσα. sigma.1673 Στεῖρα. ἡ στερουμένη τοῦ τίκτειν. η ἡ τοῦ κυῆσαι στάσιν εχουσα. παρὰ τὸ στῶ στείω. ὡς σῶ σείω. καὶ ἐκεῖθεν στεῖα καὶ στεῖρα. Στίβοσ. ἡ ὁδός. ἀπὸ τοῦ στίβω, τὸ περιπατῶ. Στιβή. βοτάνη. Στιβάσ. παρὰ τὸ στοιβάζω. †καὶ στιβάσι λαμπροτέραις ἀνακλιθῶμεν ὠστίναις τε.† *λέγεται καὶ ἡ κλίνη.* Στιλπνότησ. ἡ λαμπρότης. ἡ λαμπηδών. καὶ στιλβηδὼν, στιλβηδόνος. Στίξ. ἡ τεσσαράκοντα ἀνδρῶν στάσις η τάξις. Στιγμή. διανοίας ἀπηρτισμένης σημεῖον. γίνεται δὲ στιγμὴ ἀπὸ τοῦ στίζω, στίξω, στιγμή· ιστησι γὰρ τὴν φωνήν. τὸ δὲ ἀπηρτισμένης ἀντὶ τοῦ πεπληρωμένης. στιγμαὶ δὲ εἰσὶ τρεῖς· τελεία, μέση καὶ ὑποστιγμή. καὶ τελεία εστι διανοίας ἀπηρτισμένης σημεῖον· μέση δὲ σημεῖον πνεύματος ενεκεν παραλαμβανόμενον, τουτέστι χάριν ἀναπνοίας· ὑποστιγμὴ δέ ἐστι σημεῖον διανοίας μηδέπω ἀπηρτισμένης, ἀλλ' ετι ἐνδεούσης σημεῖον. διαφέρει δὲ στιγμὴ ὑποστιγμῆς χρόνῳ· ἐν μὲν γὰρ τῇ στιγμῇ πολὺ τὸ διάστημα, ἐν δὲ τῇ ὑποστιγμῇ παντελῶς ὀλίγον. στιγμαὶ δὲ κατὰ Νικάνορα ὀκτώ· τελεία· ὑπερτελεία· ἀτελής· ανω πρώτη· ανω δευτέρα· sigma.1674 ἀνυπόκριτος· ἐνυπόκριτος· ὑποδιαστολή. διαsigma.1674 φέρει δὲ στιγμὴ τῆς ὑποδιαστολῆς, οτι ἡ μὲν στιγμὴ μόνην τὴν φωνὴν διΐστησιν, ἡ δὲ ὑποδιαστολὴ αμα τὴν φωνὴν καὶ τὴν διάνοιαν. στιγμὴ δὲ παρὰ τὸ στίζω, σιγὴ η στιγὴ, καὶ πλεονασμῷ τοῦ μ στιγμή. τὸ δὲ στίζω παρὰ τὸ στῶ, στίζω. ὡς φοιτῶ φοιτίζω. ὁ δὲ Φιλόξενος τὸ ἐν τῇ ἀναγνώσει ἀναφορᾶς στάσιν ποιεῖν. Στοργή. φιλία εμμονος. παρὰ τὸ στέργειν, τὸ ἐμμένειν. Στοιβάσ. ἡ στρωμνή· η τρυφῆς θρύψις. παρὰ τὸ στοιβάζω. Στοιχείωσισ. ἡ πρωτομάθησις καὶ ἡ διατύπωσις καὶ ἡ διάταξις καὶ ἡ ὁδηγία. η στοιχείωσίς ἐστιν ἡ ἐκ διαφόρων συντεθεῖσα μονοειδὴς θεωρία. Στρατιά. τὸ πλῆθος. καὶ πόλις. καὶ ἐπίθετον ̓Αθηνᾶς. στρατεία δὲ, ἡ στράτευσις, δίφθογγον. Στραγγαλιάσ. διαπλοκάς· διεστραμμένας δολιότητας. Στραγγαλίδεσ. τὰ δύσλυτα αμματα. ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε. Στράγξ. ἡ ἐπισχεθεῖσα ῥύσις. παρὰ τὸ στάζω, στάξω, στὰξ, καὶ πλεονασμῷ τοῦ ˉγ καὶ ˉρ στράγξ. sigma.1675 Στρέβλη. παρὰ τὸ στρέφω, στρέψω, στρέβλη. ὡς στήσω, στήλη. καὶ στρεβλὸν τὸ στραβόν. ουτως Ευπολις. Στροφάλιγξ. ἡ συστροφή. ὡς παρὰ τὸ λάϊγξ λάϊγγα, ουτω στρέφω, στρόφος, στρόφιγξ, καὶ πλεονασμῷ τοῦ ˉγ καὶ τῆς ˉαˉλ συλλαβῆς στροφάλιγξ, καὶ στροφαλίζω. στρόφος δὲ λέγεται ὁ τῆς πήρας κρεμαστὴρ, παρὰ τὸ ἐστράφθαι. καὶ πᾶν τὸ στρεφόμενον. †Στροφή. ἡ ἀστραπή.† Στρόφιγξ. τὸ τῆς θύρας στροφίγγιον. ο καὶ θαιρὸς λέγεται. †Στροφίσ. ἡ δυναμένη πάντη στρέφεσθαι.† †Στρυφνοτέρα νόησισ. ηγουν στερεωτέρα.† Στρωμνή. παρὰ τὸ στορέσω, ο σημαίνει τὸ στρώσω, γίνεται στερεμνὴ, καὶ συγκοπῇ στρωμνή. Στὺξ, Στυγόσ. λίμνη ἐν τῷ αδῃ κατὰ Ελληνας. †Στῶλοσ. πόλις Θρᾴκης.† Στίβη. ψύχος· πάχνη. τοῦ Ψελλοῦ· σκυτάλη τὸ φραγέλλιον, στίβη, ψύχος καὶ πάχνη. (Οὐδέτερον.) Στάδιον. ὁ ὀρθὸς δρόμος. παρὰ τὴν στάσιν· ἑστῶτες γὰρ εθεον. οἱ δὲ περιττὸν τὸ ˉς· λέγουσι sigma.1676 γὰρ ειναι τάδιον, παρὰ τὴν ἐν τῷ δρόμῳ τάσιν. ουτως Ωρος ὁ Μιλήσιος. †Στάδιον. ὁ τόπος τοῦ ἀγῶνος. καὶ μέρος τι τοῦ λεγομένου μιλίου· ἑπτὰ γὰρ στάδια ποιοῦσι μίλιον εν. λέγεται στάδιον καὶ τὸ ἁπλῶς ιστασθαι καὶ ἀκινητίζειν.† Σταθευτόν. τὸ μὴ λίαν ὀπτόν. Σταθερόν. τὸ μέσον τῆς ἡμέρας, τὸ μεσημβρινὸν, οτε ισταται ὁ ηλιος· ηττον γὰρ δοκεῖ τότε κινεῖσθαι. Στελέχη. οἱ κλάδοι. καὶ στέλεχος, ὁ κορμὸς τοῦ δένδρου. *ὁ στέλεγχις.* Στελγίσματα. ἀποξύσματα. στελγίδες γὰρ αἱ ξύστραι αἱ τοῦ σώματος τὰς πληγὰς ἀποξύουσαι. κᾳν πρὸς τὸ γυμνάζεσθαι καὶ παλαίειν δέῃ τὴν στελγίδα καὶ τὴν λήκυθον, οισει δὲ ἡδέως. ενιοι δὲ στελεγγίδας γράφουσι. καὶ στελεγγιποιὸς ὁ χαλκεὺς καὶ ποιῶν τὰς στελεγγίδας. αλλοι στλεγγιδοποιός. η στελεγγὶς τὸ κτένιον. Στέαρ πυροῦ. ἡ σεμίδαλις. καὶ στέαρ τὸ πεπηγμένον λίπος. παρὰ τὴν στάσιν καὶ πῆξιν. Στέμμα. τὸ προσειλημμένον εριον τῷ θαλλῷ. sigma.1677 Στέφοσ. ὁ στέφανος.