362
τὴν ἀκρίβειαν τοῦ ἐπαγγέλματος καὶ χρανθῶμεν τῇ ἑτεροδόξῳ κοινωνίᾳ, τὰ σκαμβὰ ὑποδείγματα κυκλόθεν περιβλέποντες. οὐ προστήσεται ἡμῖν ἐν καιρῷ θανάτου, ἐν ὥρᾳ κρίσεως εἰς βοήθειαν ταῦτα, ἀλλὰ τὸ χρηστὸν συνειδὸς καὶ ἡ ἀκατάγνωστος πολιτεία. καὶ ταῦτα οὐχ ὡς βουλόμενοι ὑμᾶς πάσχειν τι δεινὸν προτρεπόμεθα, ἀλλ' ὡς ἀδελφοὶ ἀδελφοῖς βοηθεῖν προαιρούμενοι κατὰ τὴν κελεύουσαν ἐντολήν. ἐπεὶ καὶ κατελεοῦμεν καὶ οἰκτείρομεν τὸν κύριον Γρηγόριον, τὸν πνευματικὸν ἡμῶν ἀδελφόν, ὡς ἤδη λιπαρῶς γεγηρακότα καὶ τοιοῦτον ὄντα οἷον ἴστε ἀπό τε τῶν σαρκικῶν καθηκόντων καὶ ἀπὸ τῶν πνευματικῶν κατορθωμάτων, εἰ καὶ ὅτι χριστομιμήτῳ ταπεινώσει οἴσειν πάντα προέκρινεν ἤ τι ἐναντίον τῶν πατρικῶν ὁρισμῶν διαπράξασθαι. Χαρισθείη ὑμῖν ἡ εἰρήνη τοῦ θεοῦ, ἥνπερ ἐπεφθέγξατο τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις ἀπαίρων ἐν οὐρανοῖς, ἀλλὰ μὴν καὶ ἡ εἰς ἀλλήλους ἀγάπη· ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. εὐθύμει, ὁ κύριος ὁ ἡγούμενος, αὐτὸς ὁ κύριος Γρηγόριος, εἶτα εἷς ἕκαστος τῶν ἑξῆς, ἀνανεύοντες ἅπαντες ἀπὸ τῆς λύπης καὶ ὁδοποιοῦντες ὥσπερ νέαν τινὰ ὁδὸν τὸν πνευματικὸν ὑμῶν ἀγῶνα, προσευχόμενοι καὶ περὶ ἡμῶν τῶν ταπεινῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας. 545 {1Εὐθυμίῳ Σάρδησ}1 Σὺ μέν, ὦ μακάριε, τῇ συνήθει ταπεινοφροσύνῃ χρώμενος, οὐ διαλιμπάνεις ἀποσεμνύνειν ἡμᾶς τοὺς ἀγεράστους· ἡμεῖς δέ σε ἴσμεν ὡς ἀληθῶς καὶ κρηπῖδα τοῦ λόγου καὶ ἔρεισμα τῆς ἐκκλησίας, καὶ μάλιστά γε ἄρτι, ὁπηνίκα ἀπολελοίπασιν ἡμᾶς ὁ δεῖνα καὶ ὁ δεῖνα, οἱ διαφανεῖς πατέρες, τὸ κλέος τῶν ὀρθοδόξων, καὶ ὡς εἷς σχεδὸν πυρσὸς ὑπερλάμπων τῶν ὑφειμένων διαθέεις τῶν ἐν ἄστει, πολλοὺς μὲν φωτίζων μυωπάζοντας ἐκ φωτολειψίας, πλείους δὲ προσάγων τῷ θεῷ διὰ τῆς ἐπικλυζούσης οἷον ῥεύματί τινι μελισταγοῦς διδαχῆς σου. Ἀλλὰ φυλαχθείης ἡμῖν ἔτι, ὦ τριπόθητε, οὐ μὴν ἀλλὰ καὶ πάσῃ τῇ ἐκκλησίᾳ εἰς στηριγμόν τε καὶ θεῖον ἀγαλλίαμα. περὶ οὗ δὲ πρεσβυτέρου ἐκέλευσας σημᾶναι οὕτως καὶ οὕτως, εἶναί τε καὶ ἐκλελυτρῶσθαι τῆς βαρβαρικῆς αἰχμαλωσίας συνίσμεν, πρὸς αὐτοῦ τούτου ἕκαστα ἐκμεμαθηκότες. ἀλλ' ὁ ἀνὴρ οὐ βούλεται εἴτουν οὐκ ἀνέχεται τῷ καθ' ἡμᾶς τύπῳ κεκανονίσθαι· οἶσθα γάρ, θεοτίμητε, ὅτι κοινῇ ψήφῳ τῶν τε ἔτι ὑπὲρ γῆν ὄντων καὶ τῶν ἔναγχος ἐκδημησάντων πρὸς Κύριον ὁμολογητῶν τοὺς ἅπαξ ἑαλωκότας τῇ αἱρετικῇ κοινωνίᾳ ἱερωμένους εἶρχθαι τῆς ἱερουργίας διώρισται, ἕως δῆλον ὅτι καιροῦ ἐπισκοπῆς τῆς ἄνωθεν προνοίας. καὶ πῶς ἂν δυνηθείημεν λῦσαι τὸν κανόνα καὶ διὰ τῆς τοῦ ἑνὸς παραδοχῆς νόμον ἐπὶ ἅπαντας τοὺς προειργομένους ἀποῖσαι κἀν τούτῳ ὑπεναντία μὲν δρᾶσαι τῷ θείῳ ἡμῶν καὶ πρωτάρχῳ καθηγεμόνι, ὅτι μηδὲ ἁπλῶς αὐτὸς τοὺς τοιούτους εὐλογεῖν κοινὴν βρῶσιν ἀνέχεται, μὴ ὅτι γε πλέον τι ἐνεργεῖν ἱερατικῶς, τοὺς ἄλλους τε τῶν ὁμολογητῶν σκανδαλίσαι καὶ ὑποῖσαι διχόνοιαν τοὺς ἀκριβείας ἀντεχομένους; κἄν τινες ἴσως ἔφθασαν τῇ κατ' αὐτοὺς διακρίσει διὰ τὸ στενὸν τοῦ χρόνου καὶ τὸ τῶν ἐπιζητούντων ἀναγκαστικὸν τινὰς τῶν πρεσβυτέρων μετὰ τὴν ἐπιτιμίαν ἀπολελυκέναι, ἡμῖν δὲ οὐδαμῶς τοῦτο κατεργάσασθαι ἄτερ τοῦ προέδρου, ὅτι καὶ νομιστέον εὖ ἔχειν τὸν λόγον τῆς καθείρξεως. ποῦ γὰρ φανείη τὸ διάφορον τῶν προδωσάντων τὴν ἀλήθειαν καὶ μή, τῶν γενναίως ἐνηθληκότων καὶ μηδαμῶς ἑλομένων ὑπὲρ τοῦ καλοῦ τληπαθεῖν; καὶ ποῦ ὁ Χριστὸς καὶ ὁ Βελίαρ, τὸ φῶς καὶ τὸ σκότος, εἴπερ ἀναμὶξ τὰ πάντα καὶ πρὸ κρίσεως συνοδικῆς κρίσις καὶ πρὸ εἰρήνης εἰρήνη; ἀπώμοτον τοῦτο, ὦ πατέρων κράτιστε, ὡς ἡμῖν γε δοκεῖ, εἴποιμεν δ'ἄν, καὶ τῇ ἀληθείᾳ· ἀρκετόν γε τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, ὥς φησιν ὁ ἀπόστολος, ὡς ἂν μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. οὐ μὴν προακτέον εἰς τὸν ἀφ' οὗ εἴρχθη διὰ τὴν παράβασιν βαθμὸν ἕως τοῦ δέοντος καιροῦ, ἵνα καὶ τὸ τοῦ πλημμεληθέντος εἶδος ἔτι κολάζοιτο παραπληκτικώτερον καὶ ὁ τῆς ὑγιώσεως τρόπος ὑποφαίνοιτο, διὰ τῆς προλήψεως τὸ ἱκανὸν ἔχων, εἰ καὶ ὅτι