Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters CCCLXI. and CCCLXIII., to Apollinarius, and Letters CCCLXII. and CCCLXIV., from Apollinarius to Basil, are condemned as indubitably spurious, not only on internal evidence, but also on the ground of Basil’s asseveration that he had never written but once to Apollinarius, and that “as layman to layman.”1558 Ep. ccxxiv. § 2. Ep. ccxxiv. § 2. Ep. ccxxiv. § 2. Ep. ccxxiv. § 2. Ep. ccxxiv. § 2. Letter CCCLXV., “to the great emperor Theodosius,” on an inundation in Cappadocia, is also condemned by the Ben. Ed. as spurious, and contains nothing of ecclesiastical or theological interest. Tillemont however (vol. v., p. 739) thought its style not unworthy of a young man and a rhetorician, and conjectures the Theodosius to whom it is addressed to be not the great emperor, but some magistrate of Cappadocia.
ΒΑΣΙΛΕΙῼ ΑΠΟΛΙΝΑΡΙΟΣ
[1] Φιλοθέως πιστεύεις καὶ φιλολόγως ζητεῖς, καὶ παρ' ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο διά τε τὸ ἡμέτερον ἐνδεὲς καὶ τὸ τοῦ πράγματος ὑπερφυές. Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομένων, ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες καὶ Δαβὶδ ὁ τοῦ Δαβὶδ υἱὸς ὡς ταὐτὸν ὢν ἐκείνῳ, καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν ὅπερ ὁ Πατήρ. Οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς ὁ Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός, ὥς που καὶ εἷς Ἀδὰμ ὁ ἀνθρώπων γενάρχης καὶ εἷς Δαβὶδ ὁ τοῦ βασιλείου γένους ἀρχηγέτης. Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον ἢ μίαν ὕλην ὑποκειμένην ἐπὶ Πατρὸς καὶ Υἱοῦ περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν τὴν γεναρχικὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς καὶ τὰ ἐκ τῶν γενάρχων γένη πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα. Μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται. Καθὸ μηδὲ τοῦ Ἀδὰμ ὡς θεοπλάστου καὶ ἡμῶν ὡς ἀνθρωπογεννήτων ἓν ὑπέρκειται γένος, ἀλλ' αὐτὸς ἀνθρώπων ἀρχή: μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλ' αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις. Μήτε μὴν τοῦ Δαβὶδ καὶ τοῦ γένους τοῦ ἐκ Δαβὶδ προεπινοεῖται καθὸ Δαβίδ, ἐπείπερ ἡ τοῦ Δαβὶδ ἰδιότης ἀπὸ τοῦ Δαβὶδ ἄρχεται καὶ ἡ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός, ἀλλ' ἐπειδὴ ταῦτα ἀπολείπεται καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν: ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦτον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχὴ καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς. Οὐκοῦν οὐδὲ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον ὥσπερ ἐπὶ σωμάτων, ἀλλ' ἀπογέννησις. Οὐδὲ γὰρ ἡ Πατρὸς ἰδιότης καθάπερ εἰς Υἱὸν ἀπομεμέρισται, ἀλλ' ἡ τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς ἐκπέφηνε: ταὐτὸν ἐν ἑτερότητι καὶ ἕτερον ἐν ταὐτότητι, καθὸ λέγεται Πατέρα εἶναι ἐν Υἱῷ καὶ Υἱὸν ἐν Πατρί. Οὔτε γὰρ ἡ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν τῆς υἱότητος οὔτε ἡ ταὐτότης αὖ τὸ ἀμέριστον τῆς ὑποστάσεως, ἀλλ' ἑκάτερον σύμπλοκον καὶ ἑνοειδές: ταὐτὸν ἑτέρως καὶ ἕτερον ὡσαύτως, ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται, βεβαιοῦντος ἡμῖν τοῦ Κυρίου τὴν ἔννοιαν καὶ ἐν τῷ μείζων μὲν ἰσότητι παριστάναι τὸν Πατέρα, τὸν δὲ Υἱὸν ἐν ὑποβάσει τὸ ἴσον ἔχοντα: ὅπερ ἐδίδαξεν ἐν ὁμοειδεῖ μέν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τὸν Υἱὸν μὴ τὴν οὐσίαν ἐξαλλάττοντας, ἀλλὰ τὸ αὐτὸ ὑπερβεβληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. Οἱ μὲν γὰρ τὴν οὐσίαν ἐν οὐδεμιᾷ ταὐτότητι παραδεξάμενοι τὴν ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υἱῷ προστιθέασιν, ὃ δὴ καὶ ἕως ἀνθρώπων διαβαίνει τῶν ὁμοιουμένων τῷ Θεῷ. Οἱ δὲ τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν εἰδότες ἐν ταὐτότητι μὲν τὸν Υἱὸν συνάπτουσι Πατρί, ὑφειμένῃ δὲ τῇ ταὐτότητι, ἵνα μὴ αὐτὸς ὁ Πατὴρ ἢ μέρος Πατρός, ἃ δυνατῶς παρίσταται τῷ »ἄλλος Υἱός«, οὕτω Θεός, οὐχ ὡς ἐκεῖνος, ἀλλ' ὡς ἐξ ἐκείνου, οὐ τὸ πρωτότυπον, ἀλλ' εἰκών. Οὗτος ὁμοούσιος ἐξῃρημένως παρὰ πάντα καὶ ἰδιαζόντως, οὐχ ὡς τὰ ὁμογενῆ, οὐχ ὡς τὰ ἀπομεριζόμενα, ἀλλ' ὡς ἐκ τοῦ ἑνὸς γένους καὶ εἴδους τῆς θεότητος ἓν καὶ μόνον ἀπογέννημα ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ, καθ' ἣν μένον τὸ γεννῶν ἐν τῇ γεννητικῇ ἰδιότητι προῆλθεν εἰς τὴν γεννητικὴν ἰδιότητα.