363
ωρμησε μὲν ἑαυτὸν ἀνελεῖν, ὑπὸ δὲ τῶν φίλων κε2.429 κώλυτο, καὶ ἀνεκομίσθη εἰς ̓Αλεξάνδρειαν. καὶ παρεσκευάζοντο μὲν ὡς καὶ πολεμήσοντες, εστειλαν δέ τινας καὶ πρὸς Καίσαρα λόγους ὑπὲρ εἰρήνης κομίζοντας, τοῖς δὲ συνοῦσιν αὐτῷ χρήματα. καὶ ἡ Κλεοπάτρα κρύφα τοῦ ̓Αντωνίου σκῆπτρον αὐτῷ χρυσοῦν καὶ στέφανον ομοιον καὶ δίφρον βασίλειον επεμψεν, ὡς καὶ τὴν ἀρχὴν αὐτῷ δι' αὐτῶν διδοῦσα. ὁ δὲ τὰ μὲν δῶρα ελαβεν, οἰωνὸν αὐτὰ ποιησάμενος, ἀπεκρίνατο δὲ τῷ μὲν ̓Αντωνίῳ οὐδέν, Κλεοπάτρᾳ δὲ οτι ἀποκτεινάσῃ τὸν ̓Αντώνιον η ἐκβαλούσῃ αδειαν αὐτῇ δώσει καὶ τὴν ἀρχὴν ἐάσει ἀπαρεγχείρητον. ἐν τοσούτῳ δὲ τὰς ἐν τῷ ̓Αραβικῷ κόλπῳ ναυπηγηθείσας τῇ Κλεοπάτρᾳ τριήρεις κατέπρησαν οἱ ̓Αράβιοι, καὶ τὰς ἐπικουρίας οἱ δῆμοι καὶ οἱ δυνάσται ξύμπαντες ἀπηρνήσαντο. ̓Αντώνιος δὲ καὶ ἡ Κλεοπάτρα ἀκούσαντες τὰ παρὰ τοῦ Καίσαρος αὐτοῖς ἐπεσταλμένα επεμψαν αυθις, ἡ μὲν χρήματα αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων· καὶ ἑαυτὸν διαχειρίσασθαι ἐπηγγέλλετο, αν διὰ τοῦτο ἡ Κλεοπάτρα σωθῇ. οὐδὲν μέντοι οὐδὲ τότε ̓Αντωνίῳ ἀπεκρίθη, τῇ δὲ Κλεοπάτρᾳ πολλὰ καὶ τότε ἠπείλησε καὶ ὑπέσχετο. φοβηθεὶς δὲ μὴ τὰ χρήματα παμπληθῆ οντα διαφθείρῃ ἡ Κλεοπάτρα, α εἰς τὸ μνημεῖον, ο ἐν τοῖς βασιλείοις κατεσκεύασεν, ηθροισε, καὶ γὰρ πάντα κατακαύσειν ἠπείλει μεθ' ἑαυτῆς εἰ ων βούλοιτο διαμάρτῃ, Θύρσον οἰκεῖον επεμψεν ἐξελεύθερον, πολλὰ ἐροῦντα αὐτῇ φιλάνθρωπα καὶ οτι ερωτα τρέφει ὁ Καῖσαρ αὐτῆς. οθεν καὶ τὸ Πηλούσιον κατέσχεν ὁ Καῖσαρ, δυνάμει μὲν τὸ φαινόμενον, λάθρᾳ δὲ προδοθὲν ὑπὸ Κλεοπάτρας. ἐρᾶν γὰρ αὐτῆς ἐκεῖνον ἀκούσασα, καὶ τούτου ἐφιεμένη, εὐθὺς αὐτῷ 2.430 προήκατο τὸ Πηλούσιον. ὁ δ' ουν ̓Αντώνιος ἀπών, καὶ τὴν τοῦ Πηλουσίου κατάληψιν γνούς, ἐπανελθὼν πρὸ τῆς ̓Αλεξανδρείας τῷ Καίσαρι προϋπήντησε, καὶ συμβαλὼν τοῖς ἱππεῦσι κεκμηκόσιν ἐκ τῆς ὁδοιπορίας ἐνίκησε. κἀκ τούτου ἀναθαρσήσας, καὶ οτι τοξεύμασιν ἐς τὸ στρατόπεδον τοῦ Καίσαρος γραμμάτια επεμψε, πολλὰ χρήματα τοῖς στρατιώταις ἐπαγγελλόμενος, προσέμιξε καὶ τῷ πεζῷ, καὶ ἡττήθη. καὶ ὁ μὲν ἐλαττωθεὶς ἀπέκλινε πρὸς τὸ ναυτικὸν καὶ ὡς ναυμαχήσων παρεσκευάζετο η πρὸς ̓Ιβηρίαν πλευσούμενος, γνοῦσα δὲ τοῦτο ἡ Κλεοπάτρα τὰς μὲν ναῦς αὐτομολῆσαι ἐποίησεν, αὐτὴ δὲ εἰς τὸ ἠρίον εἰσέδυ αἰφνίδιον, ὡς τάχα τὸν ̓Αντώνιον φοβουμένη ὑπειληφότα προδίδοσθαι παρ' αὐτῆς. δύο δὲ ησαν ἐκεῖ σὺν αὐτῇ θεράπαιναι καὶ εὐνοῦχος εις. εἰσελθοῦσα δὲ τὰς μὲν θύρας κατέκλεισεν ἀσφαλῶς, πρὸς δὲ τὸν ̓Αντώνιον τοὺς ἀπαγγελοῦντας επεμψεν οτι τέθνηκεν. πιστεύσας δ' ἐκεῖνός τινι τῶν παρόντων ἐπέτρεψεν ἀποκτεῖναι αὐτόν. ὡς δ' ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, "ευγε" ειπεν "ω Ερως" τοῦτο γὰρ ην ονομα τῷ ἀνθρώπῳ "οτι με τί χρὴ ποιεῖν διδάσκεις," καὶ πλήξας ἑαυτὸν διὰ τῆς κοιλίας εἰς τὴν κλίνην ἀφῆκεν. ην δὲ οὐκ εὐθυθάνατος ἡ πληγή. θορύβου δὲ γενομένου ῃσθετο ἡ Κλεοπάτρα. καὶ τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, ανωθεν δὲ προκύψασα, ουπω γὰρ τὰ πρὸς τῇ ὀροφῇ ἐξείργαστο, καὶ μαθοῦσα τὸ γεγονός, κομίζειν αὐτὸν ἐς τὸν τάφον ἐκέλευσε. γνοὺς δὲ κἀκεῖνος ετι ζῶσαν αὐτήν, παρεκάλει κομισθῆναι ἐκεῖ, καὶ κομισθεὶς σειραῖς καὶ καλῳδίοις ἀνείλκετο παρ' αὐτῆς καὶ δύο τῶν θεραπαινίδων αὐτῆς. δεξαμένη δὲ αὐτὸν αιματι πεφυρμένον καὶ δυσθανατοῦντα, τοὺς πέπλους 2.431 περιερρήξατο ἐπ' αὐτῷ καὶ τὰ στέρνα ετυπτε καὶ κατεσπάραττε ταῖς χερσίν. ὁ δὲ οινον πιεῖν ῃτησε, καὶ πιὼν καί τινα ὁμιλήσας τῇ Κλεοπάτρᾳ ἐξέλιπε. Καῖσαρ δὲ ἀγγελθέντος αὐτῷ τοῦ θανάτου τοῦ ̓Αντωνίου ἀπεδάκρυσε, καὶ τὰς ἐπιστολὰς ἐκείνου τοῖς φίλοις ἀναγινώσκων κατεγίνωσκεν ἑαυτοῦ, ὡς εὐγνώμονα· αἰτοῦντος ἐκείνου καὶ δίκαια, αὐτοῦ δὲ φορτικῶς καὶ ὑπερηφάνως πρὸς τὰς ἀποκρίσεις διακειμένου. Εἰς δὲ τὴν Κλεοπάτραν επεμψε τὸν Προκλήιον, ζώσης αὐτῆς κρατῆσαι θέλων, μέγα πρὸς δόξαν ἡγούμενος διαγαγεῖν αὐτὴν εἰς τὸν θρίαμβον. ἡ δὲ ἐντὸς θυρῶν κεκλεισμένων ἰσχυρῶς στᾶσα διειλέχθη αὐτῷ. ὡς δὲ καταμαθὼν τὸν τόπον