363
Στεγανώτερον. στερεώτερον. τὸν στεγανὸν ἐμάλαττεν οὐρανόν. Στέρνον. τὸ στῆθος. ἀπὸ τῆς στεῤῥότητος. ενθεν αἱ μὴ τίκτουσαι στεῖραι λέγονται. καὶ στεῖρα ἡ τρόπις. Στερέμνιον. ἰσχυρόν· δυνατόν. Στέρφοσ. τὸ δέρμα. παρὰ τὴν στρυφνότητα καὶ πυκνότητα. η παρὰ τὸ ἐρέθειν καὶ ἐρέφειν, ο ἐστι σκεπάζειν τὸ σῶμα. ερεφος καὶ στέρφος. οἱ δὲ παρὰ τὸ στέφειν, ο ἐστι σκεπάζειν τὸ σῶμα, στέφος, καὶ στέρφος πλεονασμῷ τοῦ ˉρ. στέρφεσιν αἰγείοισιν ἐζωσμένους ἐξ αὐχένος. Στῆθοσ. παρὰ τὸ ἑστακέναι. διότι εστηκεν ἀσάλευτον. η οτι ἐν αὐτῷ τὸ ἡγεμονικὸν εστηκεν. η οτι δι' αὐτοῦ τὰ σιτία διωθεῖται. Στηθύνιον. μέρος τὶ τοῦ στήθους. καὶ τὸ ὑποκοριστικόν. Στειπτόν. τὸ βάσιμον. ἀπὸ τοῦ στείβω, τὸ περιπατῶ. Στίγματα. αἱ πληγαί. Στίμμι. ειδος βάμματος. Στίφοσ. τὸ πλῆθος. Στίπυον. τὸ τῆς ἐλαίας ὀστοῦν. sigma.1678 Στόμα. ἀπὸ τοῦ τέμω, τεμῶ, τέτομα, τόμα, καὶ στόμα προσθέσει τοῦ ˉς. Στραγγαλῶδεσ. διεστραμμένον. Στρατόπεδον. δύο σημαίνει, τὸ στράτευμα καὶ τὸν τόπον τοῦ στρατεύματος. στρατόπεδον ἐποίησαν, ἀντὶ τοῦ σκηνάς. Στρόφιον. τὸ τῆς γυναικὸς ἐνώτιον. η τὸ στρογγύλον ζωνάριον. ̓Αριστοφάνης· τὸ στρόφιον ηδη λύομαι. Στρώφιοσ. τόπος. †Στύποσ. κορμός· στέαρ.† †Στυρόν. τὸ μύρον.† Στοιχεῖα. ̓Αθηναῖοι μὲν τὰ γράμματα φασὶν, γραμματικοὶ δὲ πῦρ, υδωρ, ἀέρα, γαῖαν, ἐξ ων τὰ σώματα συνίστανται, καὶ εἰς α ἀναλύεται. ἰστέον, οτι τὰ στοιχεῖα τριχῶς ἑρμηνεύονται· πόῤῥω, προσεχῆ, καὶ προσεχέστατα. πόῤῥω μὲν, ὡς τὸ πῦρ, ἡ γῆ, τὸ υδωρ, καὶ ὁ ἀήρ· προσεχῆ δὲ, τὸ θερμὸν, τὸ ψυχρὸν, τὸ ξηρὸν, καὶ τὸ ὑγρόν· προσεχέστατα δὲ, τὸ αιμα, τὸ φλέγμα, ἡ ξανθὴ χολὴ, καὶ ἡ μέλαινα, ατινα διὰ τὴν ακραν αὐτῶν οἰκείωσιν προσεχέστατα ὀνομάζονται. στοιχεῖον ἐστὶ σύστασις οὐσίας κατ' ἐναντιότητας ἑκατέρας. στοιχεῖον ἐστὶν οὐσία ἁπλῆ, κτίσεως τετάρτης μοῖρα. καὶ ὁ ̓Απόστολος Παῦλος· οὐκέτι γινώσκομεν Χριsigma.1679 στὸν κατὰ σάρκα. τουτέστιν, οὐκέτι ἐστὶν ἐν οὐσίᾳ ῥευστῇ. ἡ ἁπλῆ δὲ καὶ αποιος οὐσία πάντη ἀπαθής ἐστι, ἐξάπτουσα τὸ ἑαυτῆς βούλημα εἰς ἀγγέλους, εἰς ψυχὰς, εἰς ετερα νοητὰ καὶ ἀθάνατα, εἰς αἰσθητὰ, εἰς γῆν, εἰς υδωρ, εἰς πῦρ, εἰς ἀέρα, εἰς ψυχρὸν, εἰς ξηρὸν, εἰς ο τι αν βούληται. στοιχεῖον ἐστὶ καὶ ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή· η φωνῆς ̔Ελληνίδος φθόγγος ἐλάχιστος. διατί ειπεν ἀμερής; οτι οὐ μερίζεται, ὡς ἡ συλλαβή. παρέπεται δὲ τῷ στοιχείῳ τέσσαρα· ονομα, σχῆμα, χαρακτὴρ, δύναμις. στοιχεῖον δὲ ειρηται παρὰ τὸ στοιχῶ, τὸ ἐν τάξει πορεύομαι. Στυπεῖον. παρὰ τὸ τύπτω τυπεῖον, καὶ πλεονασμῷ τοῦ ˉς στυπεῖον. ( ̔Ρῆμα.) Σταθεύειν. τὸ μὴ λίαν ὀπτῆσαι, ἀλλὰ πυρὶ χλιᾶναι. Στέγει. ὑπομένει. Στέργει. φιλεῖ· ἀγαπᾷ. η ἐμμένει. Στέρεσθαι καὶ στερίσκειν. τὸ ἀποστερεῖν. Στενολεσχεῖ. λεπτολογεῖ. Στέλλω. τὸ εὐτρεπίζω καὶ κοσμῶ. ἀποστέλλω sigma.1680 δὲ, ἡ πρόθεσις περισσόν τι δηλοῖ. ηγουν ἐκπέμπω τοῦ προετοιμάσαι καὶ κοσμῆσαι καὶ διευθετῆσαι πάντα. *Στερνιζόμεθα. ἀγαπητῶς δεχόμεθα. η ἀντὶ τοῦ ἐγκαρδίως φιλοῦμεν. στέρνα γὰρ τὰ στήθη.* Στεῦται. ὑπισχνεῖται· διαβεβαιοῦται. παρὰ τὸ στῆθος. οἱονεὶ ἐν τοῖς στήθεσι διανοεῖται· ἐκεῖ γὰρ τὸ λογιστικὸν καθ' Ομηρον· στῆθος δὲ πλήξας κραδίην ἐνίπαπε μύθῳ. Στείχω. τὸ ἐν τάξει πορεύομαι. διὰ διφθόγγου· ἀνεφάνη γὰρ τὸ στοιχεῖον. ἐξ ου καὶ ἀντίστοιχον. Στείβω. τὸ περιπατῶ. στιβεύω δὲ ˉι. ἀπὸ τοῦ στίβος, ἡ ὁδός. Στεῖλαι καὶ μεταστεῖλαι. ἀπὸ τοῦ στέλλω. στέλλε δὲ ψιλόν. Στηλιτεύσασ. παραδειγματίσας. ἀπὸ τῆς στήλης. Στημονίζω. λεπτύνω. Στίζεται. μαστίζεται. Στιχίζω. στίχους γράφω. Στοιχίζω δὲ, τὸ περικυκλῶ, δίφθογγον. sigma.1681 Στορέσασ. ὑποστρώσας. κατακοιμίσας· καταπραΰνας. Στοιβάζω. συνάγω. Στοιχίζω. κυκλῶ. πολλὰ κακά μοι περιεστοίχισας. Στρηνιᾷν. ἀτακτεῖν. καὶ στρηνιῶντες. παρὰ τὸ στερεῖν καὶ ἀποσπᾷν τὰς ἡνίας. ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων. καὶ ὁ ̓Απόστολος· οταν καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι. Στροβούμενοσ. συστρεφόμενος. στρωφῶ δὲ καὶ στρωφώμενος, μεγάλα. Στροβοῦντα. συστρέφοντα. †μεταβάλλοντα.† Στραγεύει. διαβάλλει. οὐκ εὐθὺς πορεύεται. Στρατολογῶ. τὸ