363
ἐξαίρετά τινα κατ' ἀπορίαν, μὴ παρόντος σεσωσμένου, συγκεχώρηται δρᾶν ἱερατικῶς, ἃ καὶ συνεπίσταται ἡ τελειότης σου, ὁ ἤδη εἰργμένος ταύτῃ. ἀλλ', οἷον ὅσδε ὁ πρεσβύτερος, καὶ πρὸ τῆς βαρβάρων πεπραγμένα αὐτῷ συννοῶν καὶ ὡς πολλοὺς τῇδε ἐφώτισε καὶ δεῖν, φασί, διὰ πάντα ταῦτα λελυμένον εἶναι, οὐκ ἠνέσχετο ὑπελθεῖν ὁμοιοπαθῶς τοῖς ἐνταῦθα εἰρχθεῖσι· διὸ παρακεχωρήκαμεν αὐτῷ τὰ κατ' αὐτόν, ὡς ἂν διακρίνοιτο πρᾶξαι, οὔτε λύσαντες οὔτε εἴρξαντες. Ἔρρωσο ἐν Κυρίῳ, ὑπερεύφημε, ἡμεῖς τε καὶ οἱ μεθ' ἡμῶν ἀδελφοὶ πλεῖστα προσαγορεύομεν. 546 {1Ἰωάννῃ Γραμματικῷ}1 Χάριν ὁμολογῶ τῷ ἁγίῳ θεῷ, ὅτι σου ἠκουτίσθην, εἰ καὶ ὀψὲ τοῦ καιροῦ, τὴν φίλην φωνήν· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τῷ ταύτην ἀσυφήλῳ προπετείᾳ διακόψαντι. ἀλλ' ἐπειδὴ ὁμοῦ τῇ ἀποσκευῇ τῆς λύπης ἡ σοφή σου τιμιότης καὶ τὸν περὶ τῆς σεπτῆς εἰκόνος τοῦ Χριστοῦ λόγον ἀντεπεξήγαγεν, ἐκεῖνο ἔχω λέγειν, ὦ τριπόθητε, ὅτι συνηγοροῦσαν ἀλλ' οὐκ ἀντηγοροῦσαν τοῖς πρὸς ἐμοῦ ἀπεσταλμένοις πάλαι τὴν ἔναγχός σου ἐπιστολὴν συμβαίνουσαν εὗρον. ὁμολογουμένως γὰρ κατὰ τὰ προκατασκευασθέντα σου λημμάτια ὅτι πᾶσα εἰκὼν ἄλλου ἐστὶ δηλωτική, δηλονότι τοῦ πρωτοτύπου, καί, εἰ χρὴ φάναι κατὰ τὴν γραμματικὴν τεχνολογίαν, τοῦτ' ἂν εἴη ἀναφορικόν, ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται. καὶ μὴν οὐχ ὡς ὕλῃ δεῖν προσάγειν τῇ Χριστοῦ εἰκόνι τὴν προσκύνησιν, ἀλλ' ὡς αὐτῷ Χριστῷ, εἴπερ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὑπεξαιρουμένης τῆς ὕλης τῷ τῆς ἐπινοίας λόγῳ ἐκ τοῦ ἐν αὐτῇ σχηματιζομένου χαρακτῆρος. καὶ λατρευτῶς προσακτέον, ὡς φῆς, τὴν προσκύνησιν τῷ σωτῆρι Χριστῷ καὶ πρὸ σαρκὸς καὶ μετὰ σάρκωσιν καὶ πρὸ τῆς εἰκόνος καὶ δι' αὐτῆς, καὶ οὐδεὶς τῶν εὖ φρονούντων οἶμαι ἀντιφέρεσθαι τοῖς ὀρθῶς δεδογματισμένοις. ἀλλὰ γὰρ καὶ τοῖς ὑποδείγμασι τοῦ τε ἡλίου πρὸς τὸ ὕδωρ καὶ τοῦ ἀύλου τριγώνου, ἤτοι μαθηματικοῦ, πρὸς τὸ ἔνυλον οὐκ ἀπεμφαῖνον ἕπεσθαι, ἐπεὶ καθ' ὑπόθεσιν, εἰ ληφθείη λατρευτὸς ὁ ἥλιος ἢ τὸ τρίγωνον σχῆμα πρὸ τοῦ τὸν μὲν ἐν ὕδασι πάλλειν, τὸ δὲ πρὸ τοῦ ἐν ὕλῃ ὑποφανθῆναι, δῆλον ὅτι καὶ μετὰ τὴν ἐκεῖσε ἔμπτωσιν, ἤτοι συμφυΐαν, λατρευτὸν ἑκάτερον. οὕτω γὰρ καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀραρότως ὑπέδειξας καὶ μετὰ σάρκωσιν ὡς πρὸ σαρκώσεως λατρευτὸν εἶναί τε καὶ προσκυνεῖσθαι. Λατρευτὸς οὖν, ὦ τᾶν, ὁ Χριστὸς ὁμολογουμένως, ἀλλ' οὐχὶ ἡ σεπτὴ αὐτοῦ εἰκὼν λατρευτή, ὥσπερ καὶ ὁ ἥλιος καθ' ὑπόθεσιν συμμιγεὶς τῷ ὕδατι, ἀλλ' οὐχὶ ἡ εἰκὼν τοῦ ἡλίου, καὶ τὸ τρίγωνον ὑλωθέν, ἀλλ' οὐχὶ ἡ εἰκὼν τοῦ τριγώνου. ὅρα γὰρ ὅτι μία ἡ λατρεία ἡμῶν τῶν χριστιανῶν, μόνῃ τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι προσενηνεγμένη ὑπό τε πάσης ὁρατῆς φύσεως καὶ ἀοράτου, καὶ οὐκ ἐγχωρεῖ τὴν σεπτὴν εἰκόνα Χριστοῦ λατρευτὴν φάναι· δυοῖν γὰρ θάτερον, ἢ τὸ κατ' αὐτὴν λατρευτὸν τῇ τριαδικῇ λατρείᾳ συνεισκρίνειν, ὅπερ ἀδύνατον (ἐπείπερ οὐκ ἐνδέχεται προσθήκην τινὰ συνεισοίσειν τῇ Τριάδι· εὑρεθήσεται γὰρ τετρὰς οὖσα), ἤ, μὴ συνεισκρινομένου ἐκεῖσε, καθ' ἑαυτὸ δὲ ὄντος λατρευτοῦ, δύο τὰς λατρείας ἡμῶν δογματίζειν· καὶ τί ἂν ἄλλο ζητοῖεν Ἑλλήνιοι εἰκονομάχοι πρὸς ἡμῶν ἢ τὸ ἐντεῦθεν ἀποδεῖξαι ἡμᾶς τῇ δυϊκῇ λατρείᾳ λατρεύοντας, τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ οὐδὲν τῶν Ἀρειανῶν ἐλάττους κατὰ ἀσέβειαν; Προσκυνητέον οὖν τῇ εἰκόνι Χριστοῦ, οὐ λατρευτέον, ἀλλὰ τῷ ἐν αὐτῇ προσκυνουμένῳ Χριστῷ κατὰ τὸν τῆς ἀληθείας λόγον, ἐπειδὴ ταῦτα δύο, εἰκών τε καὶ πρωτότυπον, καὶ ἡ διαφορότης οὐκ ἐπὶ τῆς ὑποστάσεως, ἀλλὰ κατὰ τὸν τῆς οὐσίας λόγον. 547 {1Μιχαὴλ συγκέλλῳ Ἁγιοπολίτῃ}1 Ἄρτι ἐπιστέλλω τῇ τιμιότητί σου, ὁπηνίκα εὐωδώθη μοι ἐν τῷ θελήματι τοῦ θεοῦ εὑρεῖν διάκονον τοῦ γράμματος, ἐπεὶ ἔμελλον ἂν ἐξ αὐτῆς τῆς καθείρξεως ὑμῶν αὐτὸ τοῦτο ποιεῖν, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις ἴσως· οὐδὲ γὰρ ὅτι ὑμεῖς ἀλλοδαπεῖς ἡμεῖς ὑμῶν ἑτεροειδεῖς, ἀλλ' ὅτι ἐκ μιᾶς μητρὸς τῆς υἱοθεσίας γεγεννημένοι καὶ τῷ αὐτῷ