364
μεστὴν κινδύνων διὰ τὸ ἐπικρατεῖν τοὺς πολεμίους, διὰ τῆς θαλάσσης ἀνέστρεφε τριήρει, τὴν στρατιὰν ἐκεῖ καταλιπών. καὶ αἰσχίστη ἔδοξεν ἡ ἀναχώρησις καὶ ἀποδέουσα πολλῷ τῶν ἀπειλῶν. βασιλεὺς δὲ ὀκτὼ ἡμέρας περὶ τὸ Βυζάντιον διατρίψας καὶ κακώσας ἐς τὰ μάλιστα, ἀνέστρεφεν εἰς Θρᾴκην, καὶ πᾶσαι πόλεις αὐτίκα προσεχώρουν, τὴν ἐκ Βυζαντίου βοήθειαν ἀπογινώσκουσαι, πλὴν Αἴνου καὶ Ἐξαμιλίου καὶ Καλλίου πόλεως. τοὺς ἐν ἁπάσαις δὲ ἄρχοντας συναγαγὼν, οἳ παρὰ βασιλίδος ἦσαν ἐπιτετραμμένοι τὰς ἀρχὰς, καὶ πολλὴν περὶ αὐτοὺς ἐπιείκειαν καὶ ἡμερότητα ἐπιδειξάμενος, κελεύσας τε μηδενὸς ἀποστερηθῆναι τῶν ἐνόντων, ἐνίοις δὲ καὶ ἀναλώματα καὶ ἵππους παρασχόμενος ὅσοι μὴ εὐπόρουν, εἰς Βυζάντιον ἀπέπεμπε, περὶ τῆς εἰρήνης αὖθις οὐ βασιλίδος μόνον, ἀλλὰ καὶ πατριάρχου καὶ τῶν ἄλλων δεόμενος ἀρχόντων, τἀναντιώτατα τοῖς ἐκεῖσε ἄρχουσι διὰ σπουδῆς πολλῆς τιθέμενος ποιεῖν. ἐκείνων γὰρ οὐ μόνον τοὺς φανερῶς τἀκείνου ᾑρημένους, ἀλλὰ καὶ εἴ τις ἦθος ὑποφαίνοι πρὸς τὰ πραττόμενα 2.484 ἀγανακτοῦντος, πικρῶς καὶ ἀπανθρώπως κολαζόντων, οὗτος τοῖς συλλαμβανομένοις ἐκ τῶν προσκειμένων βασιλίδι παρείχετο καὶ δῶρα, καὶ πρὸς ὕβρεις αἰσχρὰς καὶ ἀνελευθέρους οὐ μόνον ἐκείνων τετραμμένων, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐκκαλουμένων, οὗτος πᾶσαν αὐστηρίαν ἐπεδείκνυτο, εἴ τις πατριάρχῃ ἢ μεγάλῳ δουκὶ ἢ ἑτέρῳ τῶν ἀρχόντων ὕβριν ἐπενέγκοι. βασιλίδα γὰρ ἀεὶ καὶ βασιλέα τὸν υἱὸν διὰ πάσης ἦγον εὐφημίας, αὐτοῦ κελεύοντος, ὥσπερ ἂν εἰ μὴ πρὸς ἐκείνους ἐπολέμουν, ἀλλ' ὑπ' ἐκείνους ἦσαν τεταγμένοι. οηʹ. Βασιλεὺς δὲ ἐπεὶ τὰς κατὰ τὴν κάτω Θρᾴκην πόλεις πλὴν ὀλίγων ὑπεποιήσατο ἁπάσας, ἐπὶ τὴν Ἀδριανοῦ ἐχώρει, καὶ Βιζύην καὶ τὰς μέχρι Πόντου καὶ ἐκάκου κατατρέχων καὶ ληϊζόμενος μὴ προσχωρούσας. προσπέμπων δὲ καὶ κρύφα διελέγετο τοῖς οὖσι φίλοις, ἐν τῇ Ἀδριανοῦ δὲ πρότερόν τε ἦσαν οὐκ ὀλίγοι, καὶ τότε ἐπεγένοντο ὁρῶντες ἤδη τὴν Ῥωμαίων ἡγεμονίαν πρὸς ἐκεῖνον ἀποκλίνασαν, οἳ καὶ πέμψαντες ἐκάλουν, ὡς δυνάμενοι, εἰ μόνον ὀφθείη, μιᾶς τῶν πυλῶν κρατήσαντες εἰσάγειν εἰς τὴν πόλιν. βασιλεὺς δὲ αὐτοὺς τῆς προθυμίας ἐπαινέσας καὶ τῆς εὐνοίας τῆς περὶ αὐτὸν, ἐκέλευε μὴ πρότερον ἐπιχειρεῖν, πρὶν ἐκεῖνον ἴδωσι τοῖς τείχεσιν ἐφεστηκότα. ἐδεδίει γὰρ, μὴ κατάφωροι γεγενημένοι, σφᾶς τε αὐτοὺς καὶ τὴν πρᾶξιν ἀπολέσωσιν. 2.485 ἅμα δὲ καὶ ἡμέραν συνετίθετο, ἐν ᾗ αὐτόν τε παρεῖναι ἔδει, καὶ τοὺς πράττοντας τὴν ἅλωσιν πρὸς τὸ ἔργον εἶναι παρεσκευασμένους. ἐκεῖνοι δὲ πρὶν βασιλέα ἥκειν, κατὰ συστήματα περιιόντες, ἐπεί τισιν αὐτῶν συνέβη Βράνῳ περιτυχεῖν, ὃς τὴν φυλακὴν τῆς πόλεως εὐθὺς ἐξαρχῆς διὰ τῶν ἀρίστων τὴν φθορὰν παρὰ βασιλίδος ἐπιστεύθη. ἐκεῖνος γὰρ τῆς στάσεως ἦρξε τὸν δῆμον τοῖς ἀρίστοις ἐπαγαγών. τοῦτον οὖν ἰδόντες παριόντα καὶ κατασχεῖν μὴ δυνηθέντες τὴν ὁρμὴν, ἄκρατον γὰρ ἐκείνῳ τὴν ὀργὴν ἐφύλαττον διὰ τὴν πρὸς αὐτοὺς γεγενημένην ὕβριν καὶ φθορὰν, ἀμελήσαντες τῶν βασιλέως παραινέσεων ἐπέθεντο, ἤδη δὲ τῆς προδοσίας φανερᾶς γεγενημένης, καὶ οἱ λοιποὶ προσεβοήθουν δείσαντες τὸν κίνδυνον. πολλοὶ δὲ ὄντες ἅμα καὶ τοῦ δήμου ἐνδιδόντος, ἐπιέζοντο γὰρ ὑπὸ τοῦ πολέμου κραταιῶς, περιεγένοντο τῶν πολεμίων, καὶ τοὺς μὲν συνελάμβανον αὐτῶν, οἱ δὲ ἦσαν ἀφανεῖς ἄσμενοι τὸν κίνδυνον διαφυγόντες. Ἀπόκαυκος δὲ Μανουὴλ ὁ τοῦ μεγάλου δουκὸς υἱὸς, τῆς πόλεως ἔχων τὴν ἀρχὴν, ὡς ἑώρα τοὺς τὰ βασιλέως πράττοντας περιγενομένους ἐκλιπὼν τὴν πόλιν, ἦλθεν εἰς Βουκέλου φρούριόν τι οὐ μακρὰν ἐκείνης ᾠκισμένον. ὁ Βράνος δὲ συλληφθεὶς τά τε κλεῖθρα παρείχετο τῆς πόλεως, καὶ ἐδεῖτο μὴ ἀποθανεῖν. οἱ δὲ, ὡς ἤδη καθαρῶς τῆς πόλεως ἦσαν ἐγκρατεῖς, ἐτράποντο ἐφ' ἁρπαγὴν, καὶ τήν τε Βράνου καὶ τὰς ἄλλων διήρπαζον οἰκίας. ἔπειτα καὶ πρὸς πότους καὶ φιλοτησίας διὰ τὴν νίκην ἑαυτοὺς ἐξέδωκαν. οἱ 2.486 νενικημένοι δὲ μεθύοντας καὶ παραφερομένους αὐτοὺς ὁρῶντες, ἀναθαρσήσαντες καὶ ἐπιθέμενοι ἀόπλοις καὶ μεθύουσιν, ἐκράτησάν τε ῥᾷστα καὶ ἀπέκτειναν αὐτῶν πολλούς· ἐνίους δὲ ἐξήλασαν τῆς πόλεως, τοὺς δὲ λοιποὺς ἤγαγον εἰς δεσμωτήρια