364
ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη αὐτῇ ἐντευξόμενος, ος ἐμήκυνε πρὸς ταῖς θύραις τὸν λόγον ἐπίτηδες, Προκλήιος δὲ κλίμακι διὰ θυρίδος εἰσῆλθε λαθὼν μετὰ δύο ὑπηρετῶν. τῆς δὲ μιᾶς τῶν αὐτῇ συγκαθειργμένων γυναικῶν ἀνακραγούσης "τάλαινα Κλεοπάτρα, ζωγρῇ," ωρμησε μὲν ἑαυτὴν πατάξαι, παρέζωστο γάρ τι ξιφίδιον, προσδραμὼν δὲ αὐτῇ ὁ Προκλήιος συνέσχεν αὐτήν, καὶ ἀφείλετο τὸ ξιφίδιον, καὶ μή τι κρύπτῃ φάρμακον ἐξηρεύνησεν. επεμψε δὲ Καῖσαρ ̓Επαφρόδιτον ἀπελεύθερον, κελεύσας ζῶσαν τηρεῖν πάνυ ἐπιμελούμενον. αὐτὸς δὲ Καῖσαρ εἰσήλασεν εἰς τὴν πόλιν. καὶ ὁ ̓Αντώνιος παρὰ τῆς Κλεοπάτρας ἐτάφη πολυτελῶς καὶ βασιλικῶς. πυρετῶν δὲ αὐτῇ γενομένων, ἐφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα καὶ ηλκωτο, τροφῆς ἀπείχετο, ὡς ἐντεῦθεν λυθησομένη τοῦ ζῆν. ο ὑπονοήσας ὁ Καῖσαρ ἀπειλὰς αὐτῇ καὶ φόβους περὶ 2.432 τῶν τέκνων προσέβαλεν, οις ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρείπετο, καὶ τροφήν τε καὶ θεραπείαν προσίετο. ηκε δὲ μετ' ὀλίγον καὶ ὁ Καῖσαρ αὐτῇ ἐντευξόμενος. ἡ δὲ λιτῶς ἐν στιβάδι κατακειμένη μονοχίτων ἀναπηδήσασα προσπίπτει αὐτῷ, ὑπότρομος τῇ φωνῇ καὶ συντετηκυῖα ταῖς οψεσι. κελεύσαντος δὲ τοῦ Καίσαρος ἀνακλιθῆναι καὶ αὐτοῦ παρακαθισαμένου ἐδεῖτο αὐτοῦ ὡς μάλιστα τοῦ ζῆν περιεχομένη· τέλος δὲ τῶν χρημάτων ἀναγραφὴν αὐτῷ ἐνεχείρισεν. ὁ δὲ φιλοψυχεῖν αὐτὴν οἰόμενος ηδετο, καὶ εἰπὼν οτι πάσης ἐλπίδος αὐτῇ λαμπρότερον χρήσεται, ἠπατηκέναι μὲν αὐτὴν ῳετο, μᾶλλον δ' αὐτὸς ἐξηπάτητο. μαθοῦσα γὰρ ὡς ὁ Καῖσαρ μὲν πεζῇ διὰ Συρίας εγνωκεν ἀπιέναι, αὐτὴν δ' ἐς τὴν ̔Ρώμην στελεῖ μετὰ τρίτην ἡμέραν, ἐδεήθη Καίσαρος οπως ἐπενέγκῃ τῷ ̓Αντωνίῳ χοάς. καὶ ἐπιτρέψαντος, ἐπὶ τὸν τάφον κομισθεῖσα πολλὰ ὠλοφύρατο, ειτα στέψασα καὶ κατασπασαμένη τὴν σορόν, ἐκέλευσεν αὐτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶ κατακλιθεῖσα αριστον ἠρίστα λαμπρόν. καί τις ηκεν ἀπ' ἀγροῦ κομίζων ἀγγεῖον σύκων μεστόν. τῶν δὲ φυλάκων τί φέροι ἀνακρινόντων, ἐκεῖνος τὰ σῦκα ὑπέδειξεν· οἱ δὲ εἰσάγειν ἐκέλευον. μετὰ δὲ τὸ αριστον ἡ Κλεοπάτρα δέλτον κατασεσημασμένην τῷ Καίσαρι εστειλε. Καῖσαρ δὲ ὡς ἐνέτυχε λιταῖς δεομένης αὐτῆς συνταφῆναι τῷ ̓Αντωνίῳ, ταχὺ συνῆκε τὸ πεπραγμένον, καὶ κατὰ τάχος τοὺς σκεψομένους τὸ γενόμενον επεμψεν. οι δρόμῳ καταλαβόντες ευρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κλίνῃ κεκοσμημένην βασιλικῶς. τῶν δὲ γυναικῶν ἡ μὲν Εἰρὰς πρὸς τοῖς ποσὶν ἀπέθνησκεν, ἡ δὲ Χαρμόνιον ηδη καρηβαροῦσα καὶ σφαλλομένη κατεκόσμει τὸ περὶ τὴν κεφαλὴν 2.433 ἐκείνης διάδημα. εἰπόντος δέ τινος "καλὰ ταῦτα, Χαρμόνιον," "κάλλιστα μὲν ουν" εφη "καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων." καὶ ταῦτα εἰποῦσα παρὰ τὴν κλίνην επεσε καὶ αὐτή. Λέγεται δὲ ἀσπίδος δήγματι θανεῖν κομισθείσης μετὰ τῶν σύκων. οἱ δ' ἐν ὑδρίᾳ τηρεῖσθαι τὴν ἀσπίδα φασίν, ἠλακάτῃ δὲ χρυσῇ τῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶ ἀγριαινούσης ὁρμήσασαν ἐμφῦναι αὐτῆς τῷ βραχίονι. λέγεται δὲ καὶ φάρμακον αὐτὴν εχειν ἐν κνήστιδι κοίλῃ, καὶ τὴν κνήστιδα κρύπτειν τῇ κόμῃ. ὁ δὲ ∆ίων βελόνην αὐτὴν ειναί φησιν, ῃ τὰς τρίχας ἀνεῖρεν, ἰῷ περικεχρισμένην, δύναμιν εχοντι, αν αιματος αψηται, ὡς τάχιστα καὶ ἀλυπότατα φθείρειν. ἡ μὲν ουν ἀπώλετο, τὸ δ' ἀληθὲς οὐκ ἐγνώσθη, η οτι περὶ τὸν βραχίονα δύο νυγμαὶ ωφθησαν λεπταί τε καὶ ἀμυδραί, ουτε δὲ φαρμάκου τι σημεῖον περὶ τὸ σῶμα ἐκείνης ἐξήνθησεν ουτε τὸ θηρίον εὑρέθη, εἰ μή τινας συρμοὺς αὐτοῦ παρὰ θάλασσαν, ῃ τὸ δωμάτιον ἀφεώρα καὶ θυρίδες ησαν, ἰδεῖν εφασκον. εικασται δὲ ἐξ ἀσπίδος αὐτὴν θανεῖν, οτι πολλὰ πρῴην συνῆγε θανάσιμα φάρμακα, καὶ ταῦτα τοῖς κατεψηφισμένοις θάνατον προύβαλλε· καὶ τὰ μὲν ὠκύμορα κατελάμβανεν, ὀδυνηρὸν δ' ἐπάγοντα θάνατον, τὰ δὲ πρᾳότερα μέν, διὰ χρόνου δέ γε κατεργαζόμενα· μόνον δ' ευρισκε τὸ δῆγμα τῆς ἀσπίδος ανευ σπασμοῦ κάρον ὑπνώδη ἐφελκόμενον ἱδρῶτι μαλακῷ καὶ τῶν αἰσθητηρίων ἀμαυρώσει ῥᾳδίως ἀπονεκροῦν. ̓Ακούσας δὲ ὁ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξεπλάγη, καὶ φάρμακα τῷ σώματι καὶ ψύλλους ἐπήνεγ2.434 κεν. οἱ δὲ