364
στρατεύω. Στρέψασα. καὶ ἀντὶ τοῦ κλέψασα. πολλοὺς δὴ θυλάκους καταστρέψασα ἐμούς. Στρεφεδίνηθεν. συνεστράφησαν. Στυφελίξαι. διασεῖσαι· ταράξαι· πατάξαι. Στελλόμενοι. ἀντὶ τοῦ περιστελλόμενοι καὶ sigma.1682 ἀσφαλιζόμενοι. στελλόμενοι τοῦτο, ινα μή τις ὑμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ. ( ̓Επίῤῥημα.) Στοιχηδόν. κατὰ τάξιν. Τὸ Σ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Συβότησ. ὁ χοιροβοσκός. Συγγραφεύσ. ὁ τὰ ἐφ' ἑαυτοῦ γεγονότα συγγραψάμενος. Σύγκελλοσ. ἀξίωμα. Σύγκλυδεσ. γείτονες. Συηνίασ. αἰσχρός· σκαιός· ἀμαθής. Συλλήπτωρ. βοηθός· ἀντιλαμβανόμενος. παρὰ τὸ λήβω, τὸ λαμβάνω. Συμμίασ. κύριον. Συμφυλετῶν. συγγενῶν· ὁμοεθνῶν. Συμφοιτητήν. τὸν συμμαθητὴν λέγει ὁ Σόλων. συμφιλολόγον δὲ δεινῶς βάρβαρον καὶ Αἰγύπτιον. sigma.1683 Συνασπισμόσ. ἡ συνάφεια, ἡ βοήθεια. Σύναιχμοσ. ὁ σύμμαχος. Σύναιμοσ. ὁ ἀδελφὸς, ὁ τοῦ αὐτοῦ αιματος. Συνίστωρ. ὁ συνεπιστήμων. Συνέριθοσ. ὁ βοηθός. Σύνδεσμοσ. λέξις συνδέουσα διάνοιαν μετὰ τάξεως, καὶ τὸ τῆς ἑρμηνείας κεχῃνὸς δηλοῦσα· κεχῃνὸς δέ ἐστι τὸ διακεχωρισμένον. εὑρέθη δὲ ὁ σύνδεσμος πάντων τῶν τοῦ λόγου μερῶν εσχατος, διὰ τὸ ειναι αὐτὸν συνδετικὸν πάντων τῶν τοῦ λόγου μερῶν. παρέπεται δὲ τῷ συνδέσμῳ τρία· ειδος, σχῆμα καὶ τόνος. δεσμὸς δὲ συνδέσμου διαφέρει, οτι ὁ μὲν δεσμὸς εἰς εν χαρακτηρίζεται, ὁ δὲ σύνδεσμος εἰς πολλά. κατὰ πόσους δὲ τρόπους διαφέρει ὁ ητοι σύνδεσμος τοῦ μὲν συνδέσμου; κατὰ δύο· οτι ὁ μὲν ητοι ποιητικός ἐστιν, ὁ δὲ μὲν συνήθης· καὶ οτι ὁ μὲν ητοι μέσος παράκειται, ὁ δὲ μὲν κατ' ἀρχὰς τίθεται. ὁ ἀλλὰ δὲ σύνδεσμος ἀντὶ τοῦ καὶ παραλαμβάνεται· οιον, ἡμέρα μέν ἐστιν, ἀλλὰ τὰ νέφη οὐχ ὁρῶ. εἰσὶ δὲ καὶ σύνδεσμοι παραπληρωματικοὶ, ἐκ τοῦ πλεονάζειν εχοντες τινὰ ὀνομασίαν· πολλοὶ γὰρ αὐτῶν κατὰ πλεονασμὸν ἀναπληροῦσι τὴν φράσιν. οἱ δὲ ἐναντιωτικοὶ σύνδεσμοι δηλοῦσι τὸ ἐναντίον τῇ δυνάμει τοῦ πράγματος· οιον, ἀσθενὴς μὲν ἐγὼ, σὺ δὲ ἰσχυρὸς, καὶ ομως ἀσθενὴς ων σὲ τὸν ἰσχυρὸν ετυψα. Συντακτήριοι. οἱ ἐν ἐξόδοις τῶν πόλεων ἐπὶ τῶν ἀρχόντων ἀποχαιρετισμοί. οιος καὶ ὁ τοῦ μεγάλου πατρὸς Γρηγορίου τοῦ θεολόγου συντακτήριος λόγος. sigma.1684 Συρφετόσ. αχυρα η φρύγανα, η αλλα τινά. ωσπερ παρὰ τὸ υω ὑετὸς, πνίγω πνιγετὸς, ουτω σύρω συρετὸς, καὶ πλεονασμῷ τοῦ ˉφ συρφετός. Συσσιτισμόσ. ἡ συντροφία, ητοι τὸ συνέρχεσθαι εἰς τὸ αριστον. καὶ συσσίτια. Σῦσ. ὁ χοῖρος. παρὰ τὸ σείω, τὸ ὁρμῶ· ὁρμητικὸν γὰρ τὸ ζῶον. σῦς, καὶ ἀποβολῇ τοῦ ς υς. η παρὰ τὸ υεσθαι, τὸ βρέχεσθαι. υω, υσω, υς. καὶ γὰρ ἐπὶ τοῖς υδασι τέρπεται. καὶ πλεονασμῷ τοῦ ς σῦς. βραχὺ τὸ ˉυ τῆς γενικῆς, ἐπειδὴ τὰ εἰς ˉυˉς περισπώμενα συστέλλουσι τὸ ˉυ ἐπὶ τῆς γενικῆς· μῦς, μυὸς, δρῦς, δρυὸς, σῦς, συὸς, καὶ υς, ὑός. Συφεόσ. ἡ τῶν χοίρων μάνδρα. Συρμαϊσμόσ. βρωμάτιόν τι ἐστὶ διὰ στέατος καὶ μέλιτος· καὶ εστι πρὸς κάθαρσιν ἐπιτήδειον. εστι δὲ καὶ πόμα δι' υδατος καὶ ἁλῶν. (Θηλυκόν.) *Σύναρσισ. βοήθεια· συγκρότησις.* Συβήνη. ἡ δερματίνη αὐλοθήκη. η ἡ φαρέτρα. Συβαριτική. τρυφηλή. καὶ ἡ τράπεζα ην συβαριτική. τρυφηταὶ γὰρ οἱ Συβαρῖται. Σύγκρασισ. ποτὲ μὲν τὴν ενωσιν δηλοῖ· ποτὲ δὲ τὴν σύγχυσιν. Σύγκρισισ. ἡ τῶν πρωτοτύπων ἐπαύξησις. τύποι δὲ τῶν συγκριτικῶν τρεῖς· ὁ εἰς ˉτˉεˉρˉοˉς, οιον ὀξύτερος, βραδύτερος· καὶ ὁ εἰς ˉωˉν καθαρὸν, οιον καλλίων, βελτίων· ὁ εἰς ˉσˉωˉν, οιον κρείσσων, ησσων. Συγκοπή. ἡ ἐκ τῆς μέσης αρσις. οιον κατάκτανε κάκτανε. sigma.1685 Συζυγία. συνέλευσις καὶ συμφωνία δύο συλλαβῶν εἰς μίαν συλλαβήν. η ἡ ἀκόλουθος ῥημάτων κλίσις. Συήνη. ονομα πόλεως. Συηνία. ἡ σκαιότης, ἡ αἰσχρότης, ἡ ἀμαθία. Συκῆ. τὸ δένδρον. παρὰ τὸ σύω, τὸ ὁρμῶ, η τὸ σεύω, τὸ ὁρμῶ. Συκοφαντία. μέμψις οὐκ ἀληθής. Συκομοραία. δένδρον. Συλλαβή. συμπλοκὴ στοιχείων κατάλληλος, ὑφ' ενα τόνον καὶ εν πνεῦμα ἀδιαστάτως ἀγομένη. η ασημος φωνὴ, συγκειμένη ἀπὸ φωνήεντος καὶ ἀφώνου, η ἀφώνου καὶ φωνήεντος. Σύμφασισ. δύο η πλειόνων περὶ τοῦ αὐτοῦ πράγματος ὁμοία λύσις· ηγουν συγκατάθεσις καὶ συνομολογία. Συμμαχίσ. πόλις καὶ ναῦς. Συμμορία. ἡ πληθὺς, η ἡ συνέλευσις, η ἡ φατρία, η τὸ σύνταγμα. ὁ