365
ὑπὸ κλοιοῖς· καὶ ἡ πόλις αὖθις ὑπὸ Βράνῳ ἦν καὶ τοῖς πράττουσι τὰ βασιλίδος. καὶ Ἀπόκαυκον τὸν σφῶν ἄρχοντα πέμψαντες ἤγαγον ἐκ Βουκέλου. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο τὰ γεγενημένα, οὐ μετρίως ἤχθετο, οὐ μόνον τῆς πόλεως ἀποτυχὼν, ἀλλὰ καὶ τῶν φίλων ἀπολλυμένων ἐκ τῆς ἀβουλίας. Ἀπόκαυκος δὲ Μανουὴλ ὁ τοῦ μεγάλου δουκὸς υἱὸς πρὸς βασιλέα κρύφα πέμψας, πρῶτον μὲν ἔφασκε καὶ αὐτὸν ἀκούοντα παρά τε τῶν ἄλλων καὶ τοῦ πατρὸς, αὐτοῦ πολλὰ καὶ δεινὰ κατηγορούντων, πείθεσθαι καὶ αὐτὸν καὶ νομίζειν ἐκείνους ἀληθεύειν· χρόνῳ δὲ πρότερον πολλῷ ἀκριβῶς τῶν γινομένων τὰς αἰτίας ἐξετάζοντα, τοῦτον μὲν ἀδίκως πολεμούμενον εὑρίσκειν, ἐκείνους δὲ τὰ ἔσχατα ἀδικοῦντας οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ σύμπαντας Ῥωμαίους οὕτως ἐξανδραποδιζομένους καὶ ἀπολλυμένους ἄρδην διὰ τὴν ἐκείνων φιλαρχίαν καὶ ἀγνωμοσύνην. ὅθεν καὶ ἀγανακτεῖν οὐκ ἀνεκτῶς πρὸς τῶν πραττομένων τὴν ἀτοπίαν. ἐλπίζοντα δέ τινα ταχέως λύσιν τῶν κακῶν γενήσεσθαι, φέρειν τὴν μετ' ἐκείνων διατριβήν. νυνὶ δὲ ἐκείνων μὲν ὁρῶντα τὴν ἀπόνοιαν, καὶ ὡς οὐδὲ τῶν κακῶν ἤδη περιστάντων τὰ δέοντα περί τε σφῶν αὐτῶν καὶ τῶν ἄλλων ἔγνωσαν βουλεύ 2.487 εσθαι, ἀλλ' ἀπωθοῦνται τὴν εἰρήνην, μάλιστα ὑπ' αὐτοῦ παρακαλούμενοι τοῦ τοσαῦτα καὶ πρότερον καὶ μέχρι νῦν ἀδικουμένου, καὶ τῶν εἰς αὐτὸν τοσούτων καὶ τηλικούτων δεινῶν γεγενημένων παρεχομένου ἀμνηστίαν, τήν τε ἐκείνων βδελυξάμενον ἀγνωμοσύνην καὶ τὴν αὐτοῦ θαυμάσαντα μεγαλοψυχίαν καὶ καρτερίαν καὶ τὸ οὕτω τῆς κοινῆς ὠφελείας ἕνεκα τὰ καθ' ἑαυτὸν προΐεσθαι ἑτοίμως, μὴ ἐκείνοις ἐπιπλέον δύνασθαι συνεῖναι, ἀλλὰ τὰ αὐτοῦ ᾑρῆσθαι μᾶλλον, καὶ ἐξ αὐτῆς τὰ αὐτοῦ πράττειν, καὶ προκινδυνεύειν αὐτοῦ μάλιστα βούλεσθαι καὶ τοῦ δικαίου. τοιαῦτα μὲν Ἀπόκαυκος ὁ τοῦ μεγάλου δουκὸς υἱὸς πρὸς βασιλέα κρύφα διελέγετο. βασιλεὺς δὲ ὁμοίως ἐπῄνει τε τῆς αἱρέσεως τοῦ ἀγαθοῦ, καὶ χάριτας τῆς εἰς αὐτὸν εὐνοίας ὡμολόγει, καὶ ἀφορμὰς παρείχετο τοῦ πράττειν ὅ,τι δύναιτο ὑπὲρ αὐτοῦ προθύμως. μετ' οὐ πολλὰς δὲ ἡμέρας ἀποστάντα πρὸς αὐτὸν, ἐπεὶ μὴ καὶ τὴν πόλιν ἠδύνατο προσάγειν, τοὺς συναιρομένους οὐκ ἔχων πρὸς τὸ ἔργον, πρότερον γὰρ ὀλίγῳ ἅπαντες οἱ βασιλέως φίλοι ὑπ' ἀνοίας διεφθάρησαν, ἀσμένως τε ἐδέξατο ὁ βασιλεὺς, καὶ τιμῆς ἠξίωσε καὶ εὐμενείας πλείστης. μετὰ τοῦτο δὲ ἐπεὶ ἡ Ἀδριανοῦ ἀνεπιχείρητος ἐδόκει, Βιζύῃ ἐπεστράτευσεν ὁ βασιλεὺς καὶ ἐπόρθει τὴν χώραν· πρεσβείαν δὲ ἔπεμπε πρὸς τὴν πόλιν, παραινῶν αὐτῷ παραδιδόναι καὶ μὴ κενῆς ἐλπίδος ἕνεκα τοσαύτην ζημίαν ὑπομένειν, διαφθειρομένων τῶν ἀγρῶν· μετὰ γὰρ τῶν κακῶν τὴν ἐπιφορὰν παραδώσουσιν ἀνάγκῃ πιεσθέντες. Βιζύϊοι δὲ οὔτε 2.488 ἐπηγγέλλοντο σφᾶς αὐτοὺς καὶ τὴν πόλιν παραδιδόναι, οὔτε πρὸς τὴν εἰωθυῖαν ἀναισχυντίαν ἐτράποντο καὶ τὰς ὕβρεις, ἀλλ' εὐφήμως καὶ σωφρόνως ἀπείπαντο τὴν πρεσβείαν. νομίσας δὲ ὁ βασιλεὺς ἀρχὴν προσχωρήσεως εἶναι τὴν εὐγνωμοσύνην, συνεώρα γὰρ ὑπενδιδόντας πρὸς τὰς συνεχεῖς ἐφόδους καὶ τὴν κάκωσιν, ἔγνω δεῖν τὴν στρατιὰν ἀπάγειν τὴν ταχίστην, ἵνα μήτε ἡ χώρα διαφθείροιτο μέλλουσα γίνεσθαι μετ' ὀλίγον ὑπ' αὐτὸν, αὐτοί τε τυχόντες ἀδείας τὰ δέοντα βουλεύσαιντο περὶ σφῶν, καὶ ἀνέστρεφεν εἰς Ἄπρων. οθʹ. Ἔνθα διατρίβοντι Ἀμζᾶς τις ὄνομα προσελθὼν, ἐμήνυεν, ὡς ἅμα τινὶ ἑτέρῳ Σκαράνῳ προσαγορευομένῳ ὀλίγῳ πρότερον ἐκ Βυζαντίου προσέλθοιεν φυγάδες. αὐτὸν μὲν οὖν ἀδόλως προσελθεῖν καὶ ἀπανούργως, Σκαράνον δὲ οὐχ ὁμοίως, ἀλλὰ πολλαῖς ὑποσχέσεσι καὶ δωρεαῖς παρὰ μεγάλου δουκὸς πεισθέντα, εἰ αὐτὸν ἀνέλοι. νομίσαντα δὲ Σκαράνον ξυλλήψεσθαι αὐτῷ διὰ τοῦ γένους τὴν πρὸς τὰς σφαγὰς καὶ τοὺς φόνους ἑτοιμότητα, ἐκ Περσῶν γὰρ Ἀμζᾶς τὸ γένος ἦν, ἐκκαλύψαι τὸ ἀπόῤῥητον. τὸν δὲ ἡγησάμενον δεινὸν τὴν κατὰ βασιλέως συγκρύπτειν ἐπιβουλὴν, τόν τε ἄνθρωπον μηνύειν καὶ τὴν γνώμην. Σκαράνος μὲν οὖν αὐτίκα συνελαμβάνετο, κελεύσαντος βασιλέως· ἀγόμενον δὲ οἱ περὶ βασιλέα ὥρμηντο ἀνελεῖν, βασιλεὺς δὲ ἠπείλησεν, ἀπι 2.489 στίας εἰς αὐτὸν τὸν φονεύσοντα κρινεῖν·