365
ψύλλοι ανδρες εἰσί, γυνὴ γὰρ τὴν δύναμιν ταύτην εχειν οὐ πέφυκεν, δύνανται δὲ πάντα ἰὸν παντὸς ἑρπετοῦ, πρὶν θανεῖν τὸν δεδηγμένον η τετρωμένον, ἐκμυζᾶν, καὶ αὐτοί τε μὴ βλάπτεσθαι καὶ τὸν πεφαρμαγμένον θεραπεύειν. φύονται δὲ ἐξ ἀλλήλων, καὶ δοκιμάζουσι τὰ γεννηθέντα η μετὰ οφεων ἐμβληθέντα, η καὶ τῶν σπαργάνων αὐτῶν ἐπιβληθέντων ἰοβόλοις τισίν· ουτε γὰρ τῷ παιδί τι λυμαίνονται καὶ ὑπὸ τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσιν. ̔Ο μὲν ουν Καῖσαρ ἐπὶ τῇ τῆς γυναικὸς τελευτῇ καὶ ἠχθέσθη καὶ τὴν εὐγένειαν αὐτῆς ἐθαύμαζε, καὶ συνταφῆναι τῷ ̓Αντωνίῳ ἐκέλευσε πολυτελῶς καὶ βασιλικῶς. ἐντίμου δὲ καὶ αἱ θεράπαιναι ταφῆς ετυχον ἐκείνου προστάξαντος. ἐτελεύτησε δὲ Κλεοπάτρα μὲν τεσσαρακοντοῦτις ἑνὸς δέοντος, τούτων δύο καὶ εικοσι βασιλεύσασα, πλείω δὲ τῶν δεκατεσσάρων ̓Αντωνίῳ συνάρξασα· ̓Αντώνιον δὲ οἱ μὲν εξ, οἱ δὲ τρισὶν ὑπερβαλεῖν φασι τὰ πεντήκοντα. τὸν δὲ τοῦ ̓Αντωνίου υἱὸν Αντυλλον τὸν ἐκ τῆς Φουλβίας καὶ τὸν τῆς Κλεοπάτρας τὸν Καισαρίωνα ἀπέκτεινεν ὁ Καῖσαρ. ̓Αντώνιος μὲν ουν καὶ Κλεοπάτρα ουτως ἀπήλλαξαν· Καῖσαρ δὲ τὸν τοῦ ̓Αλεξάνδρου τοῦ βασιλέως νεκρὸν ειδε καὶ προσήψατο αὐτοῦ. τὰ δὲ τῶν Πτολεμαίων σώματα, καίτοι τῶν ̓Αλεξανδρέων δεῖξαί οἱ καὶ ταῦτα βουληθέντων, ἰδεῖν οὐκ ἠθέλησεν, εἰπὼν οτι "βασιλέα, ἀλλ' οὐ νεκροὺς ἰδεῖν ἐπεθύμησα." οὐδὲ τῷ Απιδι ἐντυχεῖν ἐπείσθη, λέγων οτι "θεούς, ἀλλ' οὐχὶ βοῦς προσκυνεῖν ειθισμαι." τὴν δ' Αιγυπτον ὑποτελῆ ἐποίησε, χρήματά τε πάμπολλα ευρε καὶ πάντα ἀφείλετο. καὶ τὰ ἐκεῖ ὡς αὐτῷ ἐδόκει διοικησάμενος εἰς τὴν ̓Ασίαν διὰ τῆς Συρίας ἀπῆλθε 2.435 καὶ ἐκεῖ παρεχείμασεν. οἱ δὲ ̔Ρωμαῖοι καὶ τότε καὶ πρότερον, οτε τὴν ναυμαχίαν ἐνίκησε, πολλὰ ἐς τιμὴν αὐτῷ ἐψηφίσαντο. κατὰ δὲ τὸν τοῦ θέρους καιρὸν ἐς τὴν ̔Ελλάδα καὶ ἐς τὴν ̓Ιταλίαν ἐπεραιώθη. καὶ αὐτοῦ εἰς τὴν πόλιν εἰσελθόντος εθυσαν οἱ ̔Ρωμαῖοι καὶ ὁ υπατος ἐβουθύτησεν, ο μήπω πρότερον ἐπ' αλλῳ ἐγένετο. ἑώρτασε δὲ καὶ ἐπὶ τρισὶν ἡμέραις τὰ νικητήρια. καὶ ἐπιφανεῖς αἱ πομπαὶ πᾶσαι γεγόνασι· τοσαῦτα γὰρ ἠθροίσθησαν λάφυρα ωστε πάσαις ἐπαρκέσαι. παρεκομίσθη δὲ καὶ στήλη τῆς Κλεοπάτρας ἐπὶ κλίνης, ἀσπίδα ἐμπεφυκυῖαν εχουσα τῷ βραχίονι, καὶ μετὰ τῶν αλλων αἰχμαλώτων καὶ οἱ ἐκείνης παῖδες, ο τε ̓Αλέξανδρος ὁ καὶ Ηλιος καὶ Κλεοπάτρα ἡ καὶ Σελήνη. ἐφ' απασι δ' ὁ Καῖσαρ ἐσήλασε. καὶ θεωρίαι ἐπὶ πολλὰς ἡμέρας ἐγένοντο. Καὶ ὁ Κράσσος ὁ Μάρκος κατὰ τούτους τοὺς χρόνους εἰς τὴν Μακεδονίαν καὶ εἰς τὴν Θρᾴκην καὶ εἰς τὴν ̔Ελλάδα πεμφθεὶς πολλοῖς ἐπολέμησεν εθνεσι, καὶ τὰ μὲν ἐνίκησε, τὰ δὲ προσηγάγετο. τὰ δ' εθνη ταῦτα πάλαι μὲν Μυσοί τε καὶ Γέται ἐκέκληντο, πᾶσαν τὴν μεταξὺ τοῦ τε Αιμου καὶ τοῦ Ιστρου ουσαν νεμόμενοι, προϊόντος δὲ τοῦ χρόνου τινὲς αὐτῶν καὶ αλλοις ὀνόμασιν ἐπεκλήθησαν. καὶ μετὰ ταῦτα πάνθ' οσα ὁ ποταμὸς ὁ Σαῦος εἰς τὸν Ιστρον ἐμβάλλων ὑπὲρ τῆς ∆αλματίας καὶ τῆς Μακεδονίας τῆς τε Θρᾴκης ἀπὸ τῆς Παννονίας ἀφορίζει, εἰς τὸ τῆς Μυσίας προκεχώρηκεν ονομα. καὶ ἐν αὐτοῖς αλλα τε πολλά εἰσιν εθνη καὶ οἱ Τριβαλλοὶ προσαγορευθέντες οι τε κεκλημένοι ∆αρδάνιοι. 2.436 Ταῦτα μὲν ουν εν τε τῇ βασιλείᾳ καὶ τῇ δημοκρατίᾳ ταῖς τε δυναστείαις πέντε καὶ εικοσι καὶ ἑπτακοσίοις ετεσιν επραξάν τε ̔Ρωμαῖοι καὶ επαθον, ἐκ δὲ τούτου μοναρχεῖσθαι αυθις ἀκριβῶς ηρξαντο, καίτοι τοῦ Καίσαρος τά τε οπλα καταθέσθαι βουλευομένου καὶ τῇ γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι τὰ πράγματα. τὴν μέντοι γνώμην τῷ ̓Αγρίππᾳ καὶ τῷ Μαικήνᾳ, οις ἐπίστευε τὰ ἀπόρρητα, κοινωσάμενος, τὴν μὲν ̓Αγρίππου γνώμην ἀποτρέπουσαν αὐτὸν τῆς μοναρχίας ευρηκεν· ὁ δὲ Μαικήνας τοὐναντίον συνεβούλευεν απαν, εἰπὼν ηδη τὴν μοναρχίαν ἐπὶ πολὺ διοικῆσαι αὐτόν, καὶ ἀναγκαῖον ειναι δυεῖν θάτερον, η μεῖναι ἐπὶ τῶν αὐτῶν η ἀπολέσθαι ταῦτα προέμενον. τοῖς γὰρ απαξ μοναρχήσασιν ἀσφαλῶς ἰδιωτεῦσαι ειναι ἀδύνατον. ὑπέθετο δὲ καὶ οπως ἀσφαλῶς τε καὶ δικαίως αρξει, πρὸς δὲ καὶ ἀνεπαχθῶς, πολὺν κατατείνας λόγον περὶ τῆς ὑποθέσεως. ἐπὶ πᾶσι δὲ ταῦτα ἐπήγαγεν "εἰ οσα ετερόν τινα αρξαντά σου ποιεῖν ἐβούλου, ταῦτα