365
δὲ ∆ημοσθένης ἑξήκοντα ανδρας εχειν λέγει τὴν συμμορίαν· ̔Υπερίδης δὲ πεντεκαίδεκα. Συμφυΐα. ενωσις τῶν συμπεπλεγμένων εἰς εν σύνθημα ὁμοφυῶν. Συναλοιφή. συνέλευσις καὶ συμφωνία δύο συλλαβῶν, εἰς μίαν συλλαβὴν ενωσις καὶ μεταβολή. συναλοιφὴ ἐστὶ καὶ ἡ σύγχυσις η συνίζησις· ειτουν εἰπεῖν πραγμάτων διαφόρων σύμμιξις. Συνίζησισ. ἡ συνέλευσις. Σύνθεσισ. ἡ ἐξ αλλου καὶ αλλου εἰς εν ποίησις. sigma.1686 καὶ ἡ διαιρετῶς η ἀδιαιρέτως η συγκεχυμένως η ουτως. Σύνθετοσ γνῶσις ἐστὶν ἡ κατ' αισθησιν πεῖρα τῶν αἰσθητῶν, ὡς κατὰ φύσιν εχουσα ἡδονὴν διὰ τὴν γέννησιν καὶ πόνον διὰ τὴν φθοράν. Συνημοσύνασ. συνθήκας. ιν' ῃ συνέδρους παρὰ τὴν εσιν. Σύννοια. σύννευσις ἐννοιῶν, η τοῦ νοῦ πρὸς τὰ νοηθέντα σύννευσις. η νοημάτων σύνοδος. συννεύσεως δὲ εργον ἐστὶ πάντα τὰ συντελοῦντα ἡμῖν πρὸς τὸν σκοπὸν ἁρμοδίως. Σύνεσισ. λογικὴ διάγνωσις, η κρίσις ὀρθὴ περὶ τῶν ὑφ' ἑτέρων λεγομένων, αἱρετῶν η φευκτῶν. Σύνεσίσ ἐστιν, ἀφ' ης κρίνομεν καλῶς τὰ ὑπὸ αλλων λεγόμενα, περὶ ων ἐστὶν ἡ φρόνησις ἐπιτακτική. Συναίνεσισ. ἡ συμφωνία. Συναυλία. ἡ συμφωνία. Συνολκήν. ηγουν ἀναληπτικὴν η ἀναπνευστικήν. Συνάφεια. ἡ μίξις. παρὰ τὴν σὺν πρόθεσιν καὶ τὸ ἁφή. ἡ σὺν δὲ πρόθεσις τὸ ὁμοῦ δηλοῖ. Σύριγγεσ. οἱ ποιμενικοὶ αὐλοί. η σύριγξ τὸ ἐπίμηκες καὶ κοῖλον. η σύριγγες ἀντίθετοι, οτι ἐξ ἐναντίας αὐταῖς ἡ τούτων παράθεσις. ἐπὶ μελισσῶν τοῦτο ὡρήσεις. Συρία. ἡ πλησίον τῆς Σινώπης γῆ εως ̓Απαμείας καὶ ετι κάτω. ἡ κειμένη πρὸς τῇ θαλάσσῃ τῇ Ποντικῇ τῇ φερομένῃ ἐπὶ Περσίδα καὶ ̓Ινδίαν καλεῖται Συρία. διὰ τὸ συρῆναι αὐτὴν ὑπὸ κατακλυσμοῦ μερικοῦ γενομένου. ̓Ασσυρία sigma.1687 δὲ, ἡ ἐγγὺς τῆς Συρίσης γῆς ουσα, ητις ἐστὶν ἡ Σινώπη. παρὰ τὸ μὴ σύρεσθαι. λέγουσι δὲ τὴν Σινώπην εχειν εξω ἐπὶ τῆς θαλάσσης καὶ ειναι χερόνησον καὶ ἰσθμόν. Συστατικαὶ ἐπιστολαί. αἱ ἐγχειριζόμεναι κληρικοῖς η λαϊκοῖς ἀφωρισμένοις, η ἀναγνώσταις ἐν ἑτέρᾳ πόλει ἀπιοῦσι. Σύνταξισ. δευτέρων πραγμάτων ενωσις. καὶ τὸ λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα. Συνωμοσία. τὸ κατά τινων βουλεύσασθαι, καὶ ἀλλήλους ορκοις συνδῆσαι, μὴ ἀποστῆναι τοῦ ἀτόπου βουλεύματος, μέχρις αν τοῦτο ἐκτελεσθείη. Σύνθεσισ. ἀρχὴ διαστάσεως. ἰστέον δὲ, ὡς αἱ σύνθετοι φύσεις ὡς σύνθετοι πεφύκασιν ειναι καὶ εὐδιάλυτοι, ως φησιν ὁ μέγας Γρηγόριος, οτι σύνθεσις ἀρχὴ διαστάσεως. διὰ τοῦτο γοῦν τὰ σώματα τῶν ἀνθρώπων καὶ ζώων ευφθαρτα καὶ ευθνητα τυγχάνει, ὡς ἐκ τῶν τεσσάρων στοιχείων συγκείμενα, καὶ οἱονεὶ τῶν στοιχείων ἐναντίως ἐχόντων πρὸς αλληλα καὶ στασιαζόντων. τὰ δὲ ἁπλᾶ καὶ ἀσύνθετα τῶν πραγμάτων εὐδιάμονα, καὶ εως τῆς συντελείας ἀκατάλυτα μένει· οιον ψυχὴ ἀνθρώπου, ηλιος, φῶς, φωστῆρες, ἀὴρ, υδατα, πῦρ, πνεῦμα, καὶ πάντα τὰ ἁπλᾶ καὶ ἑνιαῖα καὶ ἀμιγῆ καὶ ἀσύνθeta. οθεν καὶ τὰ φυτὰ καὶ τὰ δένδρα, ὡς διὰ τῶν τεσσάρων στοιχείων συνιστάμενα, λέγω δὴ γῆς καὶ υδατος, ἡλίου καὶ ἀέρος, καὶ αὐτὰ οὐκ ἀγήρατα οὐδὲ αφθαρτα ουτε ἀμάρανsigma.1688 τα, εως εξω διαμένει, ἀλλὰ θνήσκει, καθὰ καὶ τὰ σώματα, ωσπερ καὶ ἡ γῆ συνίσταται. ποίησον δὲ πλίνθον ἐκ γῆς καὶ υδατος, καὶ εὐχερῶς διαφθείρεται. Σύνεσισ. ἐπίληψις τῶν πραγμάτων. ὡς τό· σύνες τῆς κραυγῆς μου. Συστατικῶν. παραθετικῶν. η μὴ χρῄζομεν, ως τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς. (Οὐδέτερον.) Συβόσιον. τὸ χοιρομάνδριον. Συγχαρητικόν. τὸ μετὰ χαρᾶς. Σύγκριμα. τὸ μὴ παρεμποδίζεσθαι τοῦτο τὸ δημιούργημα ὑφ' ἑτέρου, καὶ τὸ αλλο ὑπ' αλλου, ἀλλ' εἰς ἑνὸς κόσμου δημιουργίαν συνίστασθαι. ὁ γὰρ ἀὴρ διὰ τῆς ἐν αὐτῷ μανότητος καὶ ἀραιότητος τὰς ἡλιακὰς ἀκτῖνας οὐ παρεμποδίζει, οὐδὲ οἱ ἀτμοὶ τῆς γῆς, οι συνιστῶσι νεφέλας, καὶ ετερα τοιαῦτα. Συγγενέσ. τὸ οὐδαμῶς διαφέρων τοῦ ἑτέρου η κατὰ βελτίωσιν η κατὰ μείωσιν, ἀλλ' ὁμοίως εχον. η συγγενές ἐστι τὸ ἐκ τοῦ αὐτοῦ γένους ὁμοτρόπως ὑπάρχον. Συμβεβηκόσ. ο γίνεται καὶ ἀπογίνεται, χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Συμβεβηκόσ. ο τὸ εν τινι μὴ ὡς μέρος ὑπάρχον, καὶ ἀδύνατον χωρὶς ειναι τοῦ ἐν ῳ ἐστιν. οιον τὸ λευκὸν ἐν τῷ σώματι ἐστὶν καὶ οὐκ